13
Be Subject to the Governing Authorities
1 Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω· οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ *υπο ¦ απο TRὑπὸ Θεοῦ, αἱ δὲ οὖσαι †εξουσιαι ¦ — CTἐξουσίαι ὑπὸ ‡του ¦ — CTτοῦ Θεοῦ τεταγμέναι εἰσίν. 2 Ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα §ληψονται ¦ λημψονται CTλήψονται. 3 Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ φόβος *των αγαθων εργων αλλα των κακων 94.3% ¦ τω αγαθω εργω αλλα τω κακω CT 3.7%τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν. Θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; Τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς· 4 Θεοῦ γὰρ διάκονός ἐστί σοι εἰς τὸ ἀγαθόν. Ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· Θεοῦ γὰρ διάκονός ἐστιν, †εκδικος εις οργην ¦ εις οργην εκδικος ANTἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι. 5 Διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργήν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν. 6 Διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε· λειτουργοὶ γὰρ Θεοῦ εἰσιν, εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες. 7 Ἀπόδοτε ‡ουν ¦ — CTοὖν πᾶσι τὰς ὀφειλάς· τῷ τὸν φόρον τὸν φόρον· τῷ τὸ τέλος τὸ τέλος· τῷ τὸν φόβον τὸν φόβον· τῷ τὴν τιμὴν τὴν τιμήν.
Love One Another
8 Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ §αγαπαν αλληλους ¦ αλληλους αγαπαν CTἀγαπᾷν ἀλλήλους· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον, νόμον πεπλήρωκε. 9 Τὸ γάρ, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ *κλεψεις ¦ κλεψεις ου ψευδομαρτυρησεις PCK RPmg TRκλέψεις, οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν †τουτω τω λογω ¦ τω λογω τουτω ANT CTτούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ‡εαυτον ¦ σεαυτον ANT CT HF RPmg PCKἑαυτόν. 10 Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.
11 Καὶ τοῦτο, εἰδότες τὸν καιρόν, ὅτι ὥρα §ημας ηδη ¦ ηδη υμας CTἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι· νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. 12 Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· *αποθωμεθα 98.2% ¦ αποβαλωμεθα SBL 0.7%ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, †και ενδυσωμεθα ¦ ενδυσωμεθα δε CTκαὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. 13 Ὡς ἐν ἡμέρᾳ, εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ. 14 ‡αλλ ¦ αλλα NA27 SBL TH WHἈλλ᾽ ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε, εἰς ἐπιθυμίας.
*13:1 υπο ¦ απο TR
†13:1 εξουσιαι ¦ — CT
‡13:1 του ¦ — CT
§13:2 ληψονται ¦ λημψονται CT
*13:3 των αγαθων εργων αλλα των κακων 94.3% ¦ τω αγαθω εργω αλλα τω κακω CT 3.7%
†13:4 εκδικος εις οργην ¦ εις οργην εκδικος ANT
‡13:7 ουν ¦ — CT
§13:8 αγαπαν αλληλους ¦ αλληλους αγαπαν CT
*13:9 κλεψεις ¦ κλεψεις ου ψευδομαρτυρησεις PCK RPmg TR
†13:9 τουτω τω λογω ¦ τω λογω τουτω ANT CT
‡13:9 εαυτον ¦ σεαυτον ANT CT HF RPmg PCK
§13:11 ημας ηδη ¦ ηδη υμας CT
*13:12 αποθωμεθα 98.2% ¦ αποβαλωμεθα SBL 0.7%
†13:12 και ενδυσωμεθα ¦ ενδυσωμεθα δε CT
‡13:14 αλλ ¦ αλλα NA27 SBL TH WH