16
Personal Greetings
Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν *διακονον ¦ και διακονον NA SBL WHδιάκονον τῆς ἐκκλησίας τῆς ἐν κεγχρεαις ¦ κενχρεαις TH WHΚεγχρεαῖς· ἵνα αυτην προσδεξησθε ¦ προσδεξησθε αυτην WHαὐτὴν προσδέξησθε ἐν Κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι· καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη, καὶ §αυτου εμου ¦ εμου αυτου CTαὐτοῦ ἐμοῦ.
Ἀσπάσασθε *πρισκαν ¦ πρισκιλλαν 𝔐pt ANT TRΠρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ, οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν· καὶ τὴν κατ᾽ οἶκον αὐτῶν ἐκκλησίαν. Ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς αχαιας 94.8% ¦ ασιας CT 4.4%Ἀχαΐας εἰς Χριστόν. Ἀσπάσασθε μαριαμ ¦ μαριαν NA TH WHΜαριάμ, ἥτις πολλὰ ἐκοπίασεν εἰς §ημας 75.9% ¦ υμας CT PCK 23.2%ἡμᾶς. Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ *γεγονασιν ¦ γεγοναν CTγεγόνασιν ἐν Χριστῷ. Ἀσπάσασθε αμπλιαν ¦ αμπλιατον CTἈμπλίαν τὸν ἀγαπητόν μου ἐν Κυρίῳ. Ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ, καὶ Στάχυν τὸν ἀγαπητόν μου. 10 Ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου. 11 Ἀσπάσασθε ηρωδιωνα ¦ ηροδιωνα TRἩρῳδίωνα τὸν §συγγενη ¦ συγγενην THσυγγενῆ μου. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου, τοὺς ὄντας ἐν Κυρίῳ. 12 Ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν Κυρίῳ. Ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν Κυρίῳ. 13 Ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν Κυρίῳ, καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. 14 Ἀσπάσασθε *ασυγκριτον ¦ ασυνκριτον WHἈσύγκριτον, Φλέγοντα, ερμαν πατροβαν ερμην ¦ ερμην πατροβαν ερμαν CTἙρμᾶν, Πατρόβαν, Ἑρμῆν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. 15 Ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν, καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους. 16 Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ εκκλησιαι του χριστου 73.1% ¦ εκκλησιαι του θεου MSS 9.1% ¦ εκκλησιαι πασαι του χριστου CT 12.7%ἐκκλησίαι τοῦ Χριστοῦ.
17 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα, παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας· καὶ §εκκλινατε ¦ εκκλινετε NA SBL WH ¦ εκκλεινετε THἐκκλίνατε ἀπ᾽ αὐτῶν. 18 Οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν *ιησου ¦ — CTἸησοῦ Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ· καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. 19 Ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο. χαιρω ουν το εφ υμιν ¦ εφ υμιν ουν χαιρω CTΧαίρω οὖν τὸ ἐφ᾽ ὑμῖν· θέλω δὲ ὑμᾶς σοφοὺς μεν ¦ — NA SBL THμὲν εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν. 20 Ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ §χριστου μεθ υμων 92% ¦ χριστου μεθ υμων αμην SCR 3.9% ¦ μεθ υμων NA TH WH 1%Χριστοῦ μεθ᾽ ὑμῶν.
21 *ασπαζονται ¦ ασπαζεται CTἈσπάζονται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου.
22 Ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος, ὁ γράψας τὴν ἐπιστολήν, ἐν Κυρίῳ.
23 Ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ της εκκλησιας ολης ¦ ολης της εκκλησιας CTτῆς ἐκκλησίας ὅλης. Ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως, καὶ Κούαρτος ὁ ἀδελφός.
24 η χαρις του κυριου ημων ιησου χριστου μετα παντων υμων αμην 83.3% ¦ η χαρις του κυριου ημων ιησου χριστου μετα παντων ημων αμην PCK 8.2% ¦ — NA TH WH 3.2%Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν.§{omit verses 25–27} 92.9% ¦ {include verses 25–27} NA TH TR WH 7.1% {Note: See 14:24–26.},*The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Ῥωμαίους ἐγράφη ἀπὸ Κορίνθου διὰ Φοίβης τῆς διακόνου τῆς ἐν Κεγχρεαῖς ἐκκλησίας.

*16:1 διακονον ¦ και διακονον NA SBL WH

16:1 κεγχρεαις ¦ κενχρεαις TH WH

16:2 αυτην προσδεξησθε ¦ προσδεξησθε αυτην WH

§16:2 αυτου εμου ¦ εμου αυτου CT

*16:3 πρισκαν ¦ πρισκιλλαν 𝔐pt ANT TR

16:5 αχαιας 94.8% ¦ ασιας CT 4.4%

16:6 μαριαμ ¦ μαριαν NA TH WH

§16:6 ημας 75.9% ¦ υμας CT PCK 23.2%

*16:7 γεγονασιν ¦ γεγοναν CT

16:8 αμπλιαν ¦ αμπλιατον CT

16:11 ηρωδιωνα ¦ ηροδιωνα TR

§16:11 συγγενη ¦ συγγενην TH

*16:14 ασυγκριτον ¦ ασυνκριτον WH

16:14 ερμαν πατροβαν ερμην ¦ ερμην πατροβαν ερμαν CT

16:16 εκκλησιαι του χριστου 73.1% ¦ εκκλησιαι του θεου MSS 9.1% ¦ εκκλησιαι πασαι του χριστου CT 12.7%

§16:17 εκκλινατε ¦ εκκλινετε NA SBL WH ¦ εκκλεινετε TH

*16:18 ιησου ¦ — CT

16:19 χαιρω ουν το εφ υμιν ¦ εφ υμιν ουν χαιρω CT

16:19 μεν ¦ — NA SBL TH

§16:20 χριστου μεθ υμων 92% ¦ χριστου μεθ υμων αμην SCR 3.9% ¦ μεθ υμων NA TH WH 1%

*16:21 ασπαζονται ¦ ασπαζεται CT

16:23 της εκκλησιας ολης ¦ ολης της εκκλησιας CT

16:24 η χαρις του κυριου ημων ιησου χριστου μετα παντων υμων αμην 83.3% ¦ η χαρις του κυριου ημων ιησου χριστου μετα παντων ημων αμην PCK 8.2% ¦ — NA TH WH 3.2%

§16:24 {omit verses 25–27} 92.9% ¦ {include verses 25–27} NA TH TR WH 7.1% {Note: See 14:24–26.}

*16:24 The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Ῥωμαίους ἐγράφη ἀπὸ Κορίνθου διὰ Φοίβης τῆς διακόνου τῆς ἐν Κεγχρεαῖς ἐκκλησίας.