16
1 Ἀποστέλω ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν· μὴ πέτρα ἔρημός ἐστι τὸ ὄρος θυγατρὸς Σιών;
2 Ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νοσσὸς ἀφῃρημένος, ἔσῃ θυγάτηρ Μωὰβ, ἔπειτα δέ Ἀρνῶν πλείονα
3 βουλεύου, ποίει τε σκέπην πένθους αὕτη διαπαντὸς, ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσιν, ἐξέστησαν· μὴ ἀχθῇς,
4 παροικήσουσί σοι οἱ φυγάδες Μωάβ· ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ἤρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἀπὸ τῆς γῆς.
5 Καὶ διορθωθήσεται μετʼ ἐλέους θρόνος, καὶ καθιεῖται ἐπʼ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυὶδ, κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην.
6 Ἠκούσαμεν τὴν ὕβριν Μωὰβ, ὑβριστὴς σφόδρα τὴν ὑπερηφανίαν ἐξῇρα· οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως.
7 Ὀλολύξει Μωὰβ, ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσι τοῖς κατοικοῦσι δέ Σεθ μελετήσεις, καὶ οὐκ ἐντραπήσῃ.
8 Τὰ πεδία Ἑσεβὼν πενθήσει, ἄμπελος Σεβαμά· καταπίνοντες τὰ ἔθνη, καταπατήστε τὰς ἀμπέλους αὐτῆς, ἕως Ἰαζήρ· οὐ μὴ συνάψητε, πλανήθητε τὴν ἔρημον, οἱ ἀπεσταλμένοι ἐνκατελείφθησαν, διέβησαν γὰρ πρὸς τὴν θάλασσαν.
9 Διατοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν Ἰαζὴρ ἄμπελον Σεβαμά· τὰ δένδρα σου κατέβαλεν Ἐσεβὼν καὶ Ἐλεαλὴ, ὅτι ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυγητῷ σου καταπατήσω, καὶ πάντα πεσοῦνται.
10 Καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων, καὶ ἐν τοῖς ἀμπελῶσί σου οὐ μὴ εὐφρανθήσονται, καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια, πέπαυται γάρ.
11 Διατοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡς τεῖχος ἐνεκαίνισας.
12 Καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε, ὅτι ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς, καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς, ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν.
13 Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησε Κύριος ἐπὶ Μωὰβ, ὁπότε ἐλάλησε.
14 Καὶ νῦν λέγῳ, ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ παντὶ τῷ πλούτῳ τῷ πολλῷ, καὶ καταλειφθήσεται ὀλιγοστὸς, καὶ οὐκ ἔντιμος.
ΤΟ ῬΗΜΑ ΤΟ ΚΑΤΑ ΔΑΜΑΣΚΟΥ.