17
Ὀλέκομαι πνεύματι φερόμενος, δέομαι δὲ ταφῆς, καὶ οὐ τυγχάνω. Λίσσομαι κάμνων, καὶ τί ποιήσας; ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι. Τίς ἐστιν οὕτος; τῇ χειρί μου συνδεθήτω. Ὅτι καρδίαν αὐτῶν ἔκρυψας ἀπὸ φρονήσεως, διὰ τοῦτο οὐ μὴ ὑψώσῃς αὐτούς. Τῇ μερίδι ἀναγγελεῖ κακίας· ὀφθαλμοὶ δὲ ἐφʼ υἱοῖς ἐτάκησαν.
Ἔθου δέ με θρύλλημα ἐν ἔθνεσι, γέλως δὲ αὐτοῖς ἀπέβην. Πεπώρωνται γὰρ ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου, πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων. Θαῦμα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτῳ, δίκαιος δὲ ἐπὶ παρανόμῳ ἐπανασταίη. Σχοίη δὲ πιστὸς τὴν ἑαυτοῦ ὁδὸν, καθαρὸς δὲ χεῖρας ἀναλάβοι θάρσος. 10 Οὐ μὴν δὲ ἀλλὰ πάντες ἐρείδετε καὶ δεῦτε δὴ, οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές.
11 Αἱ ἡμέραι μου παρῆλθον ἐν βρόμῳ, ἐῤῥάγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου. 12 Νύκτα εἰς ἡμέραν ἔθηκα, φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους. 13 Ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος, ἐν δὲ γνοφῳ ἔστρωταί μου ἡ στρωμνή. 14 Θάνατον ἐπεκαλεσάμην πατέρα μου εἶναι, μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν. 15 Ποῦ οὖν μου ἔτι ἐστὶν ἡ ἐλπὶς, ἢ τὰ ἀγαθά μου ὄψομαι; 16 Ἢ μετʼ ἐμοῦ εἰς ᾅδην καταβήσονται; ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα;