3
1 Καὶ ἐρεῖ, ἀκούσατε δὴ ταῦτα αἱ ἀρχαὶ οἴκου Ἰακὼβ, καὶ οἱ κατάλοιποι οἴκου Ἰσραήλ· οὐχ ὑμῖν ἐστι τοῦ γνῶναι τὸ κρίμα;
2 μισοῦντες τὰ καλὰ, καὶ ζητοῦντες τὰ πονηρὰ, ἁρπάζοντες τὰ δέρματα αὐτῶν ἀπʼ αὐτῶν, καὶ τὰς σάρκας αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν.
3 Ὃν τρόπον κατέφαγον τὰς σάρκας τοῦ λαοῦ μου, καὶ τὰ δέρματα αὐτῶν ἀπʼ αὐτῶν ἐξέδειραν, καὶ τὰ ὀστέα αὐτῶν συνέθλασαν, καὶ ἐμέλισαν ὡς σάρκας εἰς λέβητα, καὶ ὡς κρέα εἰς χύτραν,
4 οὕτως κεκράξονται πρὸς τὸν Κύριον, καὶ οὐκ εἰσακούσεται αὐτῶν· καὶ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπʼ αὐτῶν ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνθʼ ὧν ἐπονηρεύσαντο ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν ἐπʼ αὐτούς.
5 Τάδε λέγει Κύριος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου, τοὺς δάκνοντας ἐν τοῖς ὀδοῦσιν αὐτῶν, καὶ κηρύσσοντας εἰρήνην ἐπʼ αὐτὸν, καὶ οὐκ ἐδόθη εἰς τὸ στόμα αὐτῶν, ἤγειραν ἐπʼ αὐτὸν πόλεμον·
6 διατοῦτο νὺξ ὑμῖν ἔσται ἐξ ὁράσεως, καὶ σκοτία ἔσται ὑμῖν ἐκ μαντείας, καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας, καὶ συσκοτάσει ἐπʼ αὐτοὺς ἡ ἡμέρα·
7 Καὶ καταισχυνθήσονται οἱ ὁρῶντες τὰ ἐνύπνια, καὶ καταγελασθήσονται οἱ μάντεις, καὶ καταλαλήσουσι κατʼ αὐτῶν πάντες αὐτοὶ, διότι οὐκ ἔσται ὁ ἐπακούων αὐτῶν.
8 ἐὰν μὴ ἐγὼ ἐμπλήσω ἰσχὺν ἐν πνεύματι Κυρίου καὶ κρίματος καὶ δυναστείας, τοῦ ἀπαγγεῖλαι τῷ Ἰακὼβ ἀσεβείας αὐτοῦ, καὶ τῷ Ἰσραὴλ ἁμαρτίας αὐτοῦ.
9 Ἀκούσατε δὴ ταῦτα οἱ ἡγούμενοι οἴκου Ἰακὼβ, καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρίμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες,
10 οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις,
11 οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο, λέγοντες, οὐχὶ ὁ Κύριος ἐν ἡμῖν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφʼ ἡμᾶς κακά.
12 Διατοῦτο διʼ ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ.