24
Υἱέ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας, μηδὲ ἐπιθυμήσῃς εἶναι μετʼ αὐτῶν. Ψευδῆ γὰρ μελετᾷ ἡ καρδία αὐτῶν, καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ. Μετὰ σοφίας οἰκοδομεῖται οἶκος, καὶ μετὰ συνέσεως ἀνορθοῦται. Μετὰ αἰσθήσεως ἐμπίμπλανται ταμιεῖα ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ. Κρείσσων σοφὸς ἰσχυροῦ, καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου. Μετὰ κυβερνήσεως γίνεται πόλεμος, βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς.
Σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφῶν· σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος Κυρίου, ἀλλὰ λογίζονται ἐν συνεδρίοις· ἀπαιδεύτοις συναντᾷ θάνατος, ἀποθνήσκει δὲ ἄφρων ἐν ἁμαρτίαις· ἀκαθαρσία δὲ ἀνδρὶ λοιμῷ, 10 ἐμμολυνθήσεται ἐν ἡμέρᾳ κακῇ, καὶ ἐν ἡμέρᾳ θλίψεως ἕως ἂν ἐκλίπῃ.
11 Ῥῦσαι ἀγομένους εἰς θάνατον, καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ. 12 Ἐὰν δὲ εἴπῃς, οὐκ οἶδα τοῦτον, γίνωσκε, ὅτι Κύριος καρδίας πάντων γινώσκει· καὶ ὁ πλάσας πνοὴν πᾶσιν, αὐτὸς οἶδε πάντα, ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. 13 Φάγε μέλι υἱὲ, ἀγαθὸν γὰρ κηρίον, ἵνα γλυκανθῇ σου ὁ φάρυγξ. 14 Οὕτως αἰσθητήσῃ σοφίαν τῇ σῇ ψυχῇ· ἐὰν γὰρ εὕρῃς, ἔσται καλὴ ἡ τελευτή σου, καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει.
15 Μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίων, μηδὲ ἀπατηθῇς χορτασίᾳ κοιλίας. 16 Ἑπτάκις γὰρ πεσεῖται δίκαιος καὶ ἀναστήσεται, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν κακοῖς. 17 Ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου. 18 Ὅτι ὄψεται Κύριος καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπʼ αὐτοῦ. 19 Μὴ χαῖρε ἐπὶ κακοποιοῖς, μηδὲ ζήλου ἁμαρτωλούς. 20 Οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρῷ, λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται.
21 Φοβοῦ τὸν Θεὸν υἱὲ, καὶ βασιλέα, καὶ μηθʼ ἑτέρῳ αὐτῶν ἀπειθήσῃς. 22 Ἐξαίφνης γὰρ τίσονται τοὺς ἀσεβεῖς, τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται;
22a Λόγον φυλασσόμενος υἱὸς ἀπωλείας ἐκτὸς ἔσται, [δεχόμενος δὲ ἐδέξατο αὐτόν· 22b μηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλεῖ λεγέσθω, καὶ οὐδὲν ψεῦδος ἀπὸ γλώσσης αὐτοῦ οὐ μή ἐξέλθῃ· 22c μάχαιρα γλῶσσα βασιλέως καὶ οὐ σαρκίνη, ὃς δʼ ἂν παραδοθῇ συντριβήσεται· 22d ἐὰν γὰρ ὀξυνθῇ ὁ θυμὸς αὐτοῦ, σὺν νεύροις ἀνθρώπους ἀναλίσκει, 22e καὶ ὀστᾶ ἀνθρώπων κατατρώγει, καὶ συγκαίει ὥσπερ φλὸξ, ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν· 22f τοὺς ἐμοὺς λόγους υἱὲ φοβήθητι, καὶ δεξάμενος αὐτοὺς μετανόει.]
Τάδε λέγει ὁ ἀνὴρ τοῖς πιστεύουσι Θεῷ, καὶ παύομαι.
22g Ἀφρονέστατος γάρ εἰμι ἁπάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί. 22h Θεὸς δεδίδαχέ με σοφίαν, καὶ γνῶσιν ἁγίων ἔγνωκα. 22i Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ; τίς ἐκράτησε πάντων τῶν ἄκρων τῆς γῆς; τί ὄνομα αὐτῷ; ἢ τί ὄνομα τοῖς τέκνοις αὐτοῦ; 22k Πάντες γὰρ λόγοι Θεοῦ πεπυρωμένοι, ὑπερασπίζει δὲ αὐτὸς τῶν εὐλαβουμένων αὐτόν. 22l Μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε, καὶ ψευδὴς γένῃ.
22m Δύο αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀφέλῃς μου χάριν πρὸ τοῦ ἀποθανεῖν με. 22n Μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον, πλοῦτον δὲ καὶ πενίαν μή μοι δῷς, σύνταξον δέ μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη· 22o Ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι, καὶ εἴπω, τίς με ὁρᾷ; ἢ πενηθεὶς κλέψω, καὶ ὀμόσω τὸ ὄνομα τοῦ Θεοῦ.
22p Μὴ παραδῷς οἰκέτην εἰς χεῖρας δεσπότου, μήποτε καταράσηταί σε καὶ ἀφανισθῇς. 22q Ἔκγονον κακὸν πατέρα καταρᾶται, τὴς δὲ μητέρα οὐκ εὐλογεῖ. 22r Ἔκγονον κακὸν δίκαιον ἑαυτὸν κρίνει, τὴν δʼ ἔξοδον αὐτοῦ οὐκ ἀπένιψεν. 22s Ἔκγονον κακὸν ὑψηλοὺς ὀφθαλμοὺς ἔχει, τοῖς δὲ βλεφάροις αὐτοῦ ἐπαίρεται. 22t Ἔκγονον κακὸν μαχαίρας τοὺς ὀδόντας ἔχει, καὶ τὰς μύλας, τομίδας, ὥστε ἀναλίσκειν καὶ κατεσθίειν τοὺς ταπεινοὺς ἀπὸ τῆς γῆς, καὶ τοὺς πένητας αὐτῶν ἐξ ἀνθρώπων.
23 Ταῦτα δὲ λέγω ὑμῖν τοῖς σοφοῖς ἐπιγινώσκειν· αἰδεῖσθαι πρόσωπον ἐν κρίσει οὐ καλόν. 24 Ὁ εἰπὼν τὸν ἀσεβῆ, δίκαιός ἐστιν, ἐπικατάρατος λαοῖς ἔσται καὶ μισητὸς εἰς ἔθνη. 25 Οἱ δὲ ἐλέγχοντες βελτίους φανοῦνται, ἐπʼ αὐτοὺς δὲ ἥξει εὐλογία· 26 χείλη δὲ φιλήσουσιν ἀποκρινόμενα λόγους ἀγαθούς. 27 Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου, καὶ παρασκευάζου εἰς τὸν ἀγρὸν, καὶ πορεύου κατόπισθέν μου, καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου. 28 Μὴ ἴσθι ψευδὴς μάρτυς ἐπὶ σὸν πολίτην, μηδὲ πλατύνου σοῖς χείλεσι. 29 Μὴ εἴπῃς, ὃν τρόπον ἐχρήσατό μοι, χρήσομαι αὐτῷ, τίσομαι δὲ αὐτὸν ἅ με ἠδίκησεν. 30 Ὥσπερ γεώργιον ἀνὴρ ἄφρων, καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρενῶν. 31 Ἐὰν ἀφῇς αὐτὸν, χερσωθήσεται καὶ χορτομανήσει ὅλος, καὶ γίνεται ἐκλελειμμένος, οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται. 32 Ὕστερον ἐγὼ μετενόησα, ἐπέβλεψα τοῦ ἐκλέξασθαι παιδείαν. 33 Ὀλίγον νυστάζω, ὀλίγον δὲ καθυπνῶ, ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶ στήθη. 34 Ἐὰν δὲ τοῦτο ποιῇς, ἥξει προπορευομένη ἡ πενία σου, καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς.
35 Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν ἀγαπήσει ἀγαπώμεναι, καὶ αἱ τρεῖς αὗται οὐκ ἐνεπίμπλασαν αὐτὴν, καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν, ἱκανόν. 36 Ἄδης καὶ ἔρως γυναικὸς, καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος, καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν, ἀρκεῖ.
37 Ὀφθαλμὸν καταγελῶντα πατρὸς, καὶ ἀτιμάζοντα γῆρας μητρὸς, ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων, καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν. 38 Τρία δέ ἐστιν ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω· 39 Ἴχνη ἀετοῦ πετομένου, καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας, καὶ τρίβους νηὸς ποντοπορούσης, καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι. 40 Τοιαύτη ὁδὸς γυναικὸς μοιχαλίδος, ἣ ὅτʼ ἂν πράξῃ ἀπονιψαμένη, οὐδέν φησι πεπραχέναι ἄτοπον.
41 Διὰ τριῶν σείεται ἡ γῆ, τὸ δὲ τέταρτον οὐ δύναται φέρειν· 42 Ἐὰν οἰκέτης βασιλεύσῃ, καὶ ἄφρων πλησθῇ σιτίων, 43 καὶ οἰκέτις ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν, καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ.
44 Τέσσαρα δὲ ἐλάχιστα ἐπὶ τῆς γῆς, ταῦτα δέ ἐστι σοφώτερα τῶν σοφῶν· 45 Οἱ μύρμηκες οἷς μή ἐστιν ἰσχὺς, καὶ ἑτοιμάζονται θέρους τὴν τροφήν· 46 Καὶ οἱ χοιρογρύλλιοι ἔθνος οὐκ ἰσχυρὸν, οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους· 47 Ἀβασίλευτόν ἐστιν ἡ ἀκρὶς, καὶ στρατεύει ἀφʼ ἑνὸς κελεύσματος εὐτάκτως· 48 Καὶ καλαβώτης χερσὶν ἐρειδόμενος, καὶ εὐάλωτος ὢν, κατοικεῖ ἐν ὀχυρώμασι βασιλέων.
49 Τρία δέ ἐστιν ἃ εὐόδως πορεύεται, καὶ τέταρτον ὃ καλῶς διαβαίνει· 50 Σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν, ὃς οὐκ ἀποστρέφεται, οὐδὲ καταπτήσσει κτῆνος· 51 Καὶ ἀλέκτωρ ἐμπεριπατῶν θηλείαις εὔψυχος, καὶ τράγος ἡγούμενος αἰπολίου, καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει.
52 Ἐὰν πρόῃ σεαυτὸν ἐν εὐφροσύνῃ, καὶ ἐκτείνῃς τὴν χεῖρά σου μετὰ μάχης, ἀτιμασθήσῃ. 53 Ἄμελγε γάλα, καὶ ἔσται βούτυρον· ἐὰν δὲ ἐκπιέζῃς μυκτῆρας ἐξελεύσεται αἷμα, ἐὰν δὲ ἐξέλκῃς λόγους, ἐξελεύσονται κρίσεις καὶ μάχαι.
54 Οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ Θεοῦ, βασιλέως χρηματισμὸς, ὃν ἐπαίδευσεν ἡ μήτηρ αὐτοῦ.
55 Τί τέκνον τηρήσεις; τί; ῥήσεις Θεοῦ· πρωτογενὲς σοὶ λέγω υἱέ· τί τέκνον ἐμῆς κοιλίας; τί τέκνον ἐμῶν εὐχῶν; 56 Μὴ δῷς γυναιξὶ σὸν πλοῦτον, καὶ τὸν σὸν νοῦν καὶ βίον εἰς ὑστεροβουλίαν· 57 μετὰ βουλῆς πάντα ποίει, μετὰ βουλῆς οἰνοπότει. Οἱ δυνάσται θυμώδεις εἰσὶν, οἶνον δὲ μὴ πινέτωσαν, 58 ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας, καὶ ὀρθὰ κρῖναι οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς. 59 Δίδοτε μέθην τοῖς ἐν λύπαις, καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις, 60 ἵνα ἐπιλάθωνται τῆς πενίας, καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι. 61 Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρίνε πάντας ὑγιῶς. 62 Ἄνοιγε σὸν στόμα καὶ κρίνε δικαίως, διάκρινε δὲ πένητα καὶ ἀσθενῆ.