129
1 Ὠδὴ τῶν ἀναβαθμῶν.
Ἐκ βαθέων ἐκέκραξά σοι Κύριε.
2 Κύριε εἰσάκουσον τῆς φωνῆς μου· γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
3 Ἐὰν ἀνομίας παρατηρήσῃς Κύριε, Κύριε, τίς ὑποστήσεται;
4 Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν· ἕνεκεν τοῦ ὀνόματός σου
5 ὑπέμεινά σε Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου,
6 ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον· ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός,
7 Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον· ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ αὐτῷ λύτρωσις.
8 Καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.