8
Καὶ Βενιαμὶν ἐγέννησε Βαλὲ πρωτότοκον αὐτοῦ, καὶ ʼΑσβὴλ τὸν δεύτερον, Ἀαρὰ τὸν τρίτον, Νωὰ τὸν τέταρτον, καὶ Ῥαφὰ τὸν πέμπτον. Καὶ ἦσαν υἱοὶ τῷ Βαλὲ, Ἀδὶρ, καὶ Γηρὰ, καὶ Ἀβιοὺδ, καὶ Ἀβεσσουὲ, καὶ Νοαμὰ, καὶ Ἀχιὰ, καὶ Γερὰ, καὶ Σεφουφὰμ, καὶ Οὐράμ. Οὗτοι υἱοὶ Ἀὼδ, οὗτοί εἰσιν ἄρχοντες πατριῶν τοῖς κατοικοῦσι Γαβεέ· καὶ μετῴκισαν αὐτοὺς εἰς Μαχαναθὶ, καὶ Νοομὰ, καὶ Ἀχιὰ, καὶ Γηρά· οὗτος ἰεγλαὰμ, καὶ ἐγέννησε τὸν ʼΑζὰ, καὶ τὸν Ἰαχιχώ.
Καὶ Σααρὶν ἐγέννησεν ἐν τῷ πεδίῳ Μωὰβ μετὰ τὸ ἀποστεῖλαι αὐτὸν ʼΩσὶν καὶ τὴν Βααδὰ γυναῖκα αὐτοῦ.
Καὶ ἐγέννησεν ἐκ τῆς ʼΑδὰ γυναικὸς αὐτοῦ τὸν Ἰωλὰβ, καὶ τὸν Σεβιὰ, καὶ τὸν Μισὰ, καὶ τὸν Μελχὰς, 10 καὶ τὸν Ἰεβοὺς, καὶ τὸν Ζαβιὰ καὶ τὸν Μαρμά· οὗτοι ἄρχοντες πατριῶν. 11 Καὶ ἐκ τῆς Ὠσὶν ἐγέννησε τὸν Ἀβιτὼλ, καὶ τὸν Ἀλφαάλ. 12 Καὶ υἱοὶ Ἀλφαὰλ, Ὠβὴδ, Μισαὰλ, Σεμμήρ· οὗτος ᾠκοδόμησε τὴν Ὠνὰν, καὶ τὴν Λὼδ καὶ τὰς κώμας αὐτῆς· 13 Καὶ Βεριὰ, καὶ Σαμά· οὗτοι ἄρχοντες τῶν πατριῶν τοῖς κατοικοῦσιν Αἰλὰμ, καὶ οὗτοι ἐξεδίωξαν τοὺς κατοικοῦντας Γέθ. 14 καὶ ἀδελφὸς αὐτοῦ Σωσὴκ, καὶ ʼΑριμὼθ, 15 καὶ Ζαβαδία, καὶ Ὠρὴδ, καὶ Ἔδερ, 16 καὶ Μιχαὴλ, καὶ ʼΙεσφὰ, καὶ Ἰωδὰ, υἱοὶ Βεριά. 17 Καὶ Ζαβαδία, καὶ Μοσολλὰμ, καὶ Ἀζακὶ, καὶ Ἀβὰρ, 18 καὶ Ἰσαμαρὶ, καὶ Ἰεξλίας, καὶ Ἰωβὰβ, υἱοὶ Ἐλφαάλ. 19 Καὶ Ἰακὶμ, καὶ Ζαχρὶ, καὶ Ζαβδὶ, 20 καὶ Ἐλιωναῒ, καὶ Σαλαθὶ, καὶ Ἐλιηλὶ, 21 καὶ Ἀδαΐα, καὶ Βαραΐα, καὶ Σαμαρὰθ, υἱοὶ Σαμαΐθ. 22 καὶ Ἰεσφὰν, καὶ Ὠβὴδ, καὶ Ἐλεὴλ, 23 καὶ Ἀβδὼν, καὶ Ζεχρὶ, καὶ Ἀνὰν, 24 καὶ Ἀνανία, καὶ Ἀμβρὶ, καὶ Αἰλὰμ, καὶ Ἀναθὼθ, 25 καὶ Ἰαθὶν, καὶ Ἰεφαδίας, καὶ Φανουὴλ, υἱοὶ Σωσήκ. 26 Καὶ Σαμσαρὶ, καὶ Σααρίας, καὶ Γοθολία, 27 καὶ Ἰαρασία, καὶ Ἐριὰ, καὶ Ζεχρὶ υἱὸς Ἰροάμ. 28 Οὗτοι ἄρχοντες πατριῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατῴκησαν ἐν Ἱερουσαλήμ.
29 Καὶ ἐν Γαβαὼν κατῴκησε πατὴρ Γαβαών· καὶ ὄνομα γυναικὶ αὐτοῦ Μοαχά. 30 Καὶ ὁ υἱὸς αὐτῆς ὁ πρωτότοκος Ἀβδὼν, καὶ Σοὺρ, καὶ Κὶς, καὶ Βαὰλ, καὶ Ναδὰβ, 31 καὶ Νὴρ, καὶ Γεδοὺρ καὶ ἀδελφὸς αὐτοῦ, καὶ Ζακχοὺρ, καὶ Μακελώθ. 32 Καὶ Μακελὼθ ἐγέννησε τὸν Σαμαά· καὶ γὰρ οὗτοι κατέναντι τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ἱερουσαλὴμ μετὰ τῶν ἀδελφῶν αὐτῶν. 33 Καὶ Νὴρ ἐγέννησε τὸν Κὶς, καὶ Κὶς ἐγέννησε τὸν Σαοὺλ, καὶ Σαοὺλ ἐγέννησε τὸν Ἰωνάθαν, καὶ τὸν Μελχισουὲ, καὶ τὸν Ἀμιναδὰβ, καὶ τὸν Ἀσαβάλ. 34 καὶ υἱὸς Ἰωνάθαν Μεριβαάλ· καὶ Μεριβαὰλ ἐγέννησε τὸν Μιχά. 35 καὶ υἱοὶ Μιχὰ, Φιθὼν, καὶ Μελὰχ, καὶ Θαρὰχ, καὶ Ἀχάζ. 36 καὶ Ἀχὰζ ἐγέννησε τὸν Ἰαδά· καὶ Ἰαδὰ ἐγέννησε τὸν Σαλαιμὰθ, καὶ τὸν Ἀσμὼθ, καὶ τὸν Ζαμβρί· καὶ Ζαμβρὶ ἐγέννησε τὸν Μαισά. 37 Καὶ Μαισὰ ἐγέννησε τὸν Βαανά· Ῥαφαία υἱὸς αὐτοῦ, Ἐλασὰ υἱὸς αὐτοῦ, Ἐσὴλ υἱὸς αὐτοῦ.
38 Καὶ τῷ Ἐσὴλ ἓξ υἱοί· καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐζρικὰμ πρωτότοκος αὐτοῦ, καὶ Ἰσμαὴλ, καὶ Σαραΐα, καὶ Ἀβδία, καὶ Ἀνὰν, καὶ Ἀσά· πάντες οὗτοι υἱοὶ Ἐσήλ. 39 Καὶ υἱοὶ Ἀσὴλ ἀδελφοῦ αὐτοῦ, Αἰλὰμ πρωτότοκος αὐτοῦ, καὶ Ἰὰς ὁ δεύτερος, καὶ Ἐλιφαλὲτ ὁ τρίτος. 40 Καὶ ἦσαν υἱοὶ Αἰλὰμ ἰσχυροὶ ἄνδρες δυνάμει, τείνοντες τόξον, καὶ πληθύνοντες υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν, ἑκατὸν πεντήκοντα· πάντες οὗτοι ἐξ υἱῶν Βενιαμίν.