16
Μὴ ἐπιθύμει τέκνων πλῆθος ἀχρήστων, μὴ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν. Ἐὰν πληθύνωσι, μὴ εὐφραίνου ἐπʼ αὐτοῖς, εἰ μή ἐστι φόβος Κυρίου μετʼ αὐτῶν. Μὴ ἐμπιστεύσῃς τῇ ζωῇ αὐτῶν, καὶ μὴ ἔπεχε ἐπὶ τὸν τόπον αὐτῶν· κρείσσων γὰρ εἷς ἢ χίλιοι, καὶ ἀποθανεῖν ἄτεκνον ἢ ἔχειν τέκνα ἀσεβῆ· ἀπὸ γὰρ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις, φυλὴ δὲ ἀνόμων ἐρημωθήσεται. Πολλὰ τοιαῦτα ἑώρακα ἐν ὀφθαλμοῖς μου, καὶ ἰσχυρότερα τούτων ἀκήκοε τὸ οὖς μου.
Ἐν συναγωγῇ ἁμαρτωλῶν ἐκκαυθήσεται πῦρ, καὶ ἐν ἔθνει ἀπειθεῖ ἐξεκαύθη ὀργή. Οὐκ ἐξιλάσατο περὶ τῶν ἀρχαίων γιγάντων, οἳ ἀπέστησαν τῇ ἰσχύϊ αὐτῶν. Οὐκ ἐφείσατο περὶ τῆς παροικίας Λὼτ, οὓς ἐβδελύξατο διὰ τὴν ὑπερηφανίαν αὐτῶν. Οὐκ ἠλέησεν ἔθνος ἀπωλείας, τοὺς ἐξῃρμένους ἐν ἁμαρτίαις αὐτῶν· 10 καὶ οὕτως ἑξακοσίας χιλιάδας πεζῶν τοὺς ἐπισυναχθέντας ἐν σκληροκαρδίᾳ αὐτῶν. 11 Κᾂν ᾖ εἷς σκληροτράχηλος, θαυμαστὸν, τοῦτο εἰ ἀθωωθήσεται, ἔλεος γὰρ καὶ ὀργὴ παρʼ αὐτοῦ· δυνάστης ἐξιλασμῶν· καὶ ἐκχέων ὀργήν.
12 Κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ πολὺς ὁ ἔλεγχος αὐτοῦ· ἄνδρα κατὰ τὰ ἔργα αὐτοῦ κρίνει. 13 Οὐκ ἐκφεύξεται ἐν ἁρπάγμασιν ἁμαρτωλὸς, καὶ οὐ μὴ καθυστερήσει ὑπομονὴν εὐσεβοῦς. 14 Πάσῃ ἐλεημοσύνῃ ποιήσει τόπον, ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ εὑρήσει.
17 Μὴ εἴπῃς, ὅτι ἀπὸ Κυρίου κρυβήσομαι, μὴ ἐξ ὕψους τίς μου μνησθήσεται; ἐν λαῷ πλείονι οὐ μὴ μνησθῶ, τίς γὰρ ἡ ψυχή μου ἐν ἀμετρήτῳ κτίσει; 18 Ἰδοὺ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ τοῦ Θεοῦ, ἄβυσσος καὶ γῆ σαλευθήσονται ἐν τῇ ἐπισκοπῇ αὐτοῦ· 19 ἅμα τὰ ὄρη καὶ τὰ θεμέλια τῆς γῆς, ἐν τῷ ἐπιβλέψαι εἰς αὐτὰ, τρόμῳ συσσείονται, 20 καὶ ἐπʼ αὐτοῖς οὐ διανοηθήσεται καρδία· καὶ τὰς ὁδοὺς αὐτοῦ τίς ἐνθυμηθήσεται; 21 Καὶ καταιγὶς, ἣν οὐκ ὄψεται ἄνθρωπος, τὰ δὲ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύφοις. 22 Ἔργα δικαιοσύνης τίς ἀναγγελεῖ, ἢ τίς ὑπομενεῖ; μακρὰν γὰρ ἡ διαθήκη. 23 Ἐλαττούμενος καρδίᾳ διανοεῖται ταῦτα, καὶ ἀνὴρ ἄφρων καὶ πλανώμενος διανοεῖται μωρά.
24 Ἄκουσόν μου, τέκνον, καὶ μάθε ἐπιστήμην, καὶ ἐπὶ τῶν λόγων μου πρόσεχε τῇ καρδίᾳ σου. 25 Ἐκφαίνω ἐν σταθμῷ παιδείαν, καὶ ἐν ἀκριβείᾳ ἀπαγγέλλω ἐπιστήμην. 26 Ἐν κρίσει Κυρίου τὰ ἔργα αὐτοῦ ἀπʼ ἀρχῆς, καὶ ἀπὸ ποιήσεως αὐτῶν διέστειλε μερίδας αὐτῶν. 27 Ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὐτοῦ, καὶ τὰς ἀρχὰς αὐτῶν εἰς γενεὰς αὐτῶν· οὔτε ἐπείνασαν, οὔτε ἐκοπίασαν, καὶ οὐκ ἐξέλιπον ἀπὸ τῶν ἔργων αὐτων. 28 Ἕκαστος τὸν πλησίον αὐτοῦ οὐκ ἔθλιψε, καὶ ἕως αἰῶνος οὐκ ἀπειθήσουσι τοῦ ῥήματος αὐτοῦ· 29 καὶ μετὰ ταῦτα Κύριος εἰς τὴν γῆν ἐπέβλεψε, καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαθῶν αὐτοῦ. 30 Ψυχὴν παντὸς ζώου ἐκάλυψε τὸ πρόσωπον αὐτῆς, καὶ εἰς αὐτὴν ἡ ἀποστροφὴ αὐτῶν.