46
Κράταιος ἐν πολέμοις Ἰησοῦς Ναυῆ, καὶ διάδοχος Μωυσῆ ἐν προφητείαις· ὃς ἐγένετο κατὰ τὸ ὄνομα αὐτοῦ μέγας ἐπὶ σωτηρίᾳ ἐκλεκτῶν αὐτοῦ, ἐκδικῆσαι ἐπεγειρομένους ἐχθροὺς, ὅπως κληρονομήσῃ τὸν Ἰσραήλ. Ὡς ἐδοξάσθη ἐν τῷ ἐπᾶραι χεῖρας αὐτοῦ, καὶ τῷ ἐκκλῖναι ῥομφαίαν ἐπὶ πόλεις; Τίς πρότερον αὐτοῦ οὕτως ἔστη; τοὺς γὰρ πολεμίους Κύριος αὐτὸς ἐπήγαγεν. Οὐχὶ ἐν χειρὶ αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος, καὶ μία ἡμέρα ἐγενήθη πρὸς δύο; Ἐπεκαλέσατο τὸν ὕψιστον δυνάστην, ἐν τῷ θλίψαι αὐτὸν ἐχθροὺς κυκλόθεν· καὶ ἐπήκουσεν αὐτῶν μέγος Κύριος. Ἐν λίθοις χαλάζης δυνάμεως κραταιᾶς· κατέῤῥαξεν ἐπʼ ἔθνος πόλεμον, καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας· ἵνα γνῶσιν ἔθνη πανοπλίαν αὐτῶν, ὅτι ἐναντίον Κυρίου ὁ πόλεμος αὐτοῦ, καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω δυνάστου.
Καὶ ἐν ἡμέραις Μωυσέως ἐποίησεν ἔλεος, αὐτὸς καὶ Χαλὲβ υἱὸς Ἰεφοννῆ, ἀντιστῆναι ἔναντι ἐχθροῦ, κωλῦσαι λαὸν ἀπὸ ἁμαρτίας, καὶ κοπάσαι γογγυσμὸν πονηρίας. Καὶ αὐτοὶ δύο ὄντες διεσώθησαν ἀπὸ ἑξακοσίων χιλιάδων πεζῶν, εἰσαγαγεῖν αὐτοὺς εἰς κληρονομίαν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.
Καὶ ἔδωκεν ὁ Κύριος τῷ Χαλὲβ ἰσχὺν, καὶ ἕως γήρους διέμεινεν αὐτῷ, ἐπιβῆναι αὐτὸν ἐπὶ ὕψος τῆς γῆς, καὶ τὸ σπέρμα αὐτοῦ κατέσχε κληρονομίαν· 10 ὅπως ἴδωσι πάντες οἱ υἱοὶ Ἰσραὴλ, ὅτι καλὸν τὸ πορεύεσθαι ὀπίσω Κυρίου. 11 Καὶ οἱ κριταὶ ἕκαστος τῷ αὐτοῦ ὀνόματι, ὅσων οὐκ ἐξεπόρνευσεν ἡ καρδία, καὶ ὅσοι οὐκ ἀπεστράφησαν ἀπὸ Κυρίου, εἴη τὸ μνημόσυνον αὐτῶν ἐν εὐλογίαις· 12 τὰ ὀστᾶ αὐτῶν ἀναθάλοι ἐκ τοῦ τόπου αὐτῶν, καὶ τὸ ὄνομα αὐτῶν ἀντικαταλλασσόμένον ἐφ υἱοῖς δεδοξασμένων αὐτῶν.
13 Ἠγαπημένος ὑπὸ Κυρίου αὐτοῦ Σαμουὴλ προφήτης Κυρίου κατέστησε βασιλείαν, καὶ ἔχρισεν ἄρχοντας ἐπὶ τὸν λαὸν αὐτοῦ. 14 Ἐν νόμῳ Κυρίου ἔκρινε συναγωγὴν, καὶ ἐπεσκέψατο Κύριος τὸν Ἰακώβ. 15 Ἐν πίστει αὐτοῦ ἠκριβάσθη προφήτης, καὶ ἐγνώσθη ἐν πίστει αὐτοῦ πιστὸς ὁράσεως. 16 Καὶ ἐπεκαλέσατο τὸν Κύριον δυνάστην, ἐν τῷ θλίψαι ἐχθροὺς αὐτοῦ κυκλόθεν, ἐν προσφορᾷ ἀρνὸς γαλαθηνοῦ. 17 Καὶ ἐβρόντησεν ἀπʼ οὐρανοῦ Κύριος, καὶ ἐν ἤχῳ μεγάλῳ ἀκουστὴν ἐποίησε τὴν φωνὴν αὐτοῦ. 18 Καὶ ἐξέτριψεν ἡγουμένους Τυρίων, καὶ πάντας ἄρχοντας Φυλιστιείμ.
19 Καὶ πρὸ καιροῦ κοιμήσεως αἰῶνος ἐπεμαρτύρατο ἔναντι Κυρίου καὶ χριστοῦ, χρήματα καὶ ἕως ὑποδημάτων ἀπὸ πάσης σαρκὸς οὐκ εἴληφα· καὶ οὐκ ἐνεκάλεσεν αὐτῷ ἄνθρωπος. 20 Καὶ μετὰ τὸ ὑπνῶσαι αὐτὸν προεφήτευσε, καὶ ὑπέδειξε βασιλεῖ τὴν τελευτὴν αὐτοῦ, καὶ ἀνύψωσεν ἐκ γῆς τὴν φωνὴν αὐτοῦ, ἐν προφητείᾳ ἐξαλεῖψαι ἀνομίαν λαοῦ.