ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ
Opening considerations
1
A link to Luke
Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, Θεόφιλε, ὧν ἤρξατο Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν ἄχρι ἧς ἡμέρας, ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο, ἀνελήφθη·* οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα, μετὰ τὸ παθεῖν αὐτόν, ἐν πολλοῖς τεκμηρίοις, δι᾿ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. Καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρός, «ἣν ἠκούσατέ μου· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι§ Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας
Jesus returns to Heaven
Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων* αὐτὸν λέγοντες, «Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ Εἶπεν δὲ πρὸς αὐτούς· «Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους καιροὺς οὓς Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Ἀλλὰ λήψεσθε δύναμιν, ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ᾿ ὑμᾶς· καὶ ἔσεσθέ μοι μάρτυρεςἔν τε Ἱερουσαλήμ, καὶ§ πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς
Καὶ ταῦτα εἰπών, βλεπόντων αὐτῶν, ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. 10 Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανόν, πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ,* 11 οἳ καὶ εἶπον· «Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; Οὗτος§ Ἰησοῦς ἀναληφθεὶς* ἀφ᾿ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν
12 Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ἐστιν ἐγγὺς Ἱερουσαλὴμ (σαββάτου ἔχον ὁδόν).
A replacement for Judas Iscariot
13 Καὶ ὅτε εἰσῆλθον ἀνέβησαν εἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες· τε Πέτρος καὶ Ἰάκωβος, Ἰωάννης§ καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος,* Ἰάκωβος Ἀλφαίου καὶ Σίμων Ζηλωτής, καὶ Ἰούδας Ἰακώβου. 14 Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει, σὺν γυναιξίν, καὶ Μαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ, καὶ σὺν§ τοῖς ἀδελφοῖς αὐτοῦ.
15 Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν μαθητῶν* εἶπεν (ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσιν)· 16 «Ἄνδρες ἀδελφοί· ἔδει πληρωθῆναι τὴν Γραφὴν ταύτην,§ ἣν προεῖπεν τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος Δαυὶδ περὶ Ἰούδα, τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν τὸν* Ἰησοῦν, 17 ὅτι κατηριθμημένος ἦν σὺν ἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης 18 (Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς§ γενόμενος ἐλάκισεν* μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ. 19 Καὶ γνωστὸν ἐγένετο πᾶσιν τοῖς κατοικοῦσιν Ἱερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶνἈκελδαμᾶ,› τοῦτ᾿ ἔστιν, ‹Χωρίον Αἵματος.›) 20 «Γέγραπται γὰρ ἐν Βίβλῳ Ψαλμῶν· ‹Γενηθήτω ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω κατοικῶν ἐν αὐτῇκαί, ‹Τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος.› 21 Δεῖ οὖν, τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ἐν§ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ᾿ ἡμᾶς Κύριος Ἰησοῦς, 22 ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήφθη* ἀφ᾿ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ γενέσθαι σὺν ἡμῖν ἕνα τούτων
23 Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν.§ 24 Καὶ προσευξάμενοι εἶπον· «Σὺ Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα* 25 λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἐξ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον 26 Καὶ ἔδωκαν κλήρους αὐτῶν,§ καὶ ἔπεσεν κλῆρος ἐπὶ Ματθίαν,* καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.
* 1:2 ανεληφθη rell ¦ ανελημφθη ℵA,B,C [1%] NU ¦ D is wild 1:3 τεσσαρακοντα f35 [98%] HF,RP,OC,TR,CP ¦ τεσσερακοντα ℵA,B,C(D) [2%] NU 1:4 συναλιζομενος rell ¦ συναυλιζομενος [15%] ¦ συναλισκομενος D § 1:5 βαπτισθησεσθε (βαπτισθησεσθαι A,C 5.6%) εν πνευματι f35 (A,C) (98.8%) HF,RP,OC,TR,CP ¦ ~ 231 B (0.5%) NU ¦ ~ 23 βαπτισθησεσθαι ℵ(D) (0.7%) * 1:6 επηρωτων f35 D [99%] HF,RP,OC,TR,CP ¦ ηρωτων ℵA,B [1%] NU ¦ ηρωτουν C 1:8 ληψεσθε f35 [93%] HF,RP,OC,TR,CP ¦ ληψεσθαι [5%] ¦ λημψεσθαι ℵC,D ¦ λημψεσθε A,B,NU 1:8 μοι f35 [98%] HF,RP,OC,TR,CP ¦ μου ℵA,B,C,D [2%] NU § 1:8 και f35 A,C,D [25%] ¦ 1 εν ℵB [75%] HF,RP,OC,TR,CP[NU] * 1:10 εσθητι λευκη f35 D [97%] HF,RP,OC,TR,CP ¦ εσθησεσι λευκαις ℵ(A)(B)C [3%] NU 1:11 ειπον f35 [98%] HF,RP,OC,TR,CP ¦ ειπαν ℵA,B,C,D [2%] NU 1:11 εμβλεποντες f35 A,C,D [75%] HF,RP,OC,TR,CP[NU] ¦ βλεποντες ℵB [25%] § 1:11 ουτος f35 [30%] ¦ 1 ο ℵA,B,C,D [70%] HF,RP,OC,TR,CP,NU (A demonstrative pronoun defines, even more than a definite article, so the article is redundant here.) * 1:11 αναληφθεις f35 [94%] HF,RP,OC,TR,CP ¦ αναληφθης [4%] ¦ αναλημφφθεις ℵA,B,C,D [2%] NU 1:12 εχον rell ¦ εχων B [15%] 1:13 ανεβησαν εις το υπερωον f35 (D) [98%] HF,RP,OC,TR,CP ¦ 234 ℵ ¦ ~ 2341 A,B,C [1.5%] NU § 1:13 ιακωβος ιωαννης f35 [25%] ¦ 1 και 2 [73%] HF,RP,OC,TR,CP ¦ ~ 2 και 1 ℵA,C [2%] NU ¦ ~ ιωανης και 1 B ¦ ~ ιωανης ειακωβος D * 1:13 ματθαιος f35 A,C [99%] HF,RP,OC,TR,CP ¦ μαθθαιος ℵB,D [1%] NU 1:14 και τη δεησει f35 (96.1%) HF,RP,OC,TR,CP ¦ — ℵA,B,C,D (3.9%) NU 1:14 μαρια f35 ℵA,C,D [96%] HF,RP,OC,TR,CP ¦ μαριαμ B [4%] NU § 1:14 συν f35 B [94%] HF,RP,OC,TR,CP ¦ — ℵA,C,D [6%] NU * 1:15 μαθητων f35 D [97%] HF,RP,OC,TR,CP ¦ αδελφων ℵA,B,C [3%] NU 1:15 ως f35 B,D [95%] HF,RP,OC,TR,CP ¦ ωσει ℵA,C [5%] NU 1:15 εικοσιν f35 [50%] HF,OC,TR ¦ εικοσι ℵA,B,C [50%] RP,CP,NU § 1:16 ταυτην f35 D [95%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C [5%] NU * 1:16 τον f35 D [99%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C [1%] NU 1:17 συν f35 [97%] HF,RP,OC,TR,CP ¦ εν ℵA,B,C,D [3%] NU 1:18 εκ rell ¦ 1 του [5%] TR § 1:18 πρηνης rell ¦ πρινης A,C [20%] * 1:18 ελακισεν f35 [40%] ¦ ελακησεν ℵA,B,C,D [60%] HF,RP,OC,TR,CP,NU 1:19 ακελδαμα f35 C [98%] HF,RP,OC,TR,CP ¦ ακελδαμαχ B(D) [1%] NU ¦ αχελδαμαχ ℵA [1%] 1:20 λαβοι f35 [93%] HF,RP,OC,TR,CP ¦ λαβετω ℵA,B,C,D [2%] NU ¦ λαβη [5%] § 1:21 εν f35 [97%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C(D) [3%] NU * 1:22 ανεληφθη rell ¦ ανελημφθη ℵA,B,D [1.5%] NU 1:22 γενεσθαι συν ημιν f35 [95%] HF,RP,OC,TR,CP ¦ ~ 231 ℵA,B,C(D) [5%] NU 1:23 βαρσαβαν f35 C,D [70%] HF,RP,TR,CP ¦ βαρσαββαν ℵA,B [30%] OC,NU § 1:23 ματθιαν f35 ℵ(A)C [99%] HF,RP,OC,TR,CP ¦ μαθθιαν B,D [1%] NU * 1:24 ον εξελεξω εκ τουτων των δυο ενα f35 ℵA,B,C [95%] HF,RP,OC,CP,NU ¦ ~ 3456712 [5%] TR 1:25 κληρον f35 ℵ [98%] HF,RP,OC,TR,CP ¦ τοπον A,B,C(D) [2%] NU 1:25 εξ f35 [97%] HF,RP,OC,TR,CP ¦ αφ ℵA,B,C,D [3%] NU § 1:26 αυτων f35 D [97%] HF,RP,OC,TR,CP ¦ αυτοις ℵA,B,C [3%] NU * 1:26 ματθιαν f35 ℵA,C [99%] HF,RP,OC,TR,CP ¦ μαθθιαν B,D [1%] NU 1:26 συγκατεψηφισθη rell ¦ συγκατεψυφισθη CP