Paul makes his own plans
20
Greece
Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον, προσκαλεσάμενος* Παῦλος τοὺς μαθητὰς καὶ ἀσπασάμενος, ἐξῆλθεν πορευθῆναι εἰς τὴν§ Μακεδονίαν. Διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα. Ποιήσας τε μῆνας τρεῖς, γενομένης ἐπιβουλῆς αὐτῷ* ὑπὸ τῶν Ἰουδαίων, μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο γνώμη τοῦ ὑποστρέφειν διὰ Μακεδονίας. Συνείπετο δὲ αὐτῷ ἄχρι τῆς Ἀσίας Σώπατρος§ Βερροιαῖος,* Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος, καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος· οὗτοι προελθόντες§ ἔμενον ἡμᾶς ἐν Τρῳάδι. Ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρις* ἡμερῶν πέντε, οὗ διετρίψαμεν ἡμέρας ἑπτά.
Troas
Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων, συνηγμένων τῶν μαθητῶν κλάσαι§ ἄρτον, Παῦλος διελέγετο αὐτοῖς, μέλλων* ἐξιέναι τῇ ἐπαύριον παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου. Ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι. Καθήμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ, διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον· κατενεχθεὶς ἀπὸ§ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός. 10 Καταβὰς δὲ Παῦλος ἐπέπεσεν αὐτῷ, καὶ συμπεριλαβὼν* εἶπεν, «Μὴ θορυβεῖσθε, γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν 11 Ἀναβὰς δὲ καὶ κλάσας ἄρτον καὶ γευσάμενος, ἐφ᾿ ἱκανόν τε ὁμιλήσας ἄχρις§ αὐγῆςοὕτως ἐξῆλθεν. 12 (Ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.)
13 Ἡμεῖς δὲ προσελθόντες* ἐπὶ τὸ πλοῖον ἀνήχθημεν εἰς τὴν Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλονοὕτως γὰρ ἦν διατεταγμένος,§ μέλλων αὐτὸς πεζεύειν. 14 Ὡς δὲ συνέβαλεν* ἡμῖν εἰς τὴν Ἄσσον ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην. 15 Κἀκεῖθεν ἀποπλεύσαντες, τῇ ἐπιούσῃ κατηντήσαμεν ἀντικρὺ Χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον, καὶ μείναντες ἐν Τρωγυλίῳ·§,* τῇ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον. 16 (Ἔκρινεν γὰρ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ, ἔσπευδεν γάρ, εἰ δυνατὸν ἦν§ αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.)
Miletus
17 Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. 18 Ὡς δὲ παρεγένοντο πρὸς αὐτόν, εἶπεν αὐτοῖς· «Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας* ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ᾿ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, 19 δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης, καὶ πολλῶν δακρύων καὶ πειρασμῶν, τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων· 20 ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ᾿ οἴκους, 21 διαμαρτυρόμενος§ Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν εἰς* Θεὸν μετάνοιαν καὶ πίστιν τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν. 22 Καὶ νῦν ἰδού, ἐγὼ δεδεμένος§ τῷ πνεύματι πορεύομαι εἰς Ἱερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά* μοι μὴ εἰδώς, 23 πλὴν ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον κατὰ πόλιν διαμαρτύρεται, λέγον ὅτι δεσμά με καὶ θλίψεις§ μένουσιν. 24 Ἀλλ᾿ οὐδενὸς λόγον* ποιοῦμαι, οὐδὲ ἔχω τὴν ψυχήν μου τιμίαν ἐμαυτῷ, ὡς§ τελειῶσαι τὸν δρόμον μου μετὰ χαρᾶς,* καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ.
25 »Καὶ νῦν ἰδού, ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ. 26 Διὸ μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρὸς ἐγὼ§ ἀπὸ τοῦ αἵματος πάντων· 27 οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ.* 28 Προσέχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Κυρίου καὶ Θεοῦ§ ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος.* 29 Ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου. 30 Καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες, λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. 31 Διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην, μετὰ δακρύων, νουθετῶν ἕνα ἕκαστον.
32 »Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοί,§ τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ἐποικοδομῆσαι* καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. 33 Ἀργυρίου χρυσίου ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα. 34 Αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου, καὶ τοῖς οὖσιν μετ᾿ ἐμοῦ, ὑπηρέτησαν αἱ χεῖρες αὗται. 35 Πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τοῦ λόγου§ τοῦ Κυρίου Ἰησοῦ ὅτι αὐτὸς εἶπεν, ‹Μακάριόν ἐστιν μᾶλλον διδόναι* λαμβάνειν.› »
36 Καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα αὐτοῦ, σὺν πᾶσιν αὐτοῖς προσηύξατο. 37 Ἱκανὸς δὲ κλαυθμὸς ἐγένετο πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν, 38 ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ εἰρήκει, ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. Προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.
* 20:1 προσκαλεσαμενος f35 A,D [95%] HF,RP,OC,TR,CP ¦ μεταπεμψαμενος ℵB [3%] NU ¦ μεταστειλαμενος [2%] 20:1 και f35 [93%] HF,RP,OC,TR,CP ¦ 1 παρακαλεσας A,B(D) [6%] NU ¦ 1 παρακαλεσας 1 ℵ [1%] ¦ one other variant 20:1 πορευθηναι f35 [95%] HF,RP,OC,TR,CP ¦ πορευεσθαι ℵA,B [3%] NU ¦ — D [2%] § 20:1 την f35 A [80%] HF,RP,TR,CP ¦ — ℵB,D [20%] OC,NU * 20:3 επιβουλης αυτω f35 ℵA,B [20%] NU ¦ ~ 21 D [80%] HF,RP,OC,TR,CP 20:3 γνωμη f35 [93%] HF,RP,OC,TR,CP ¦ γνωμης ℵA,B [7%] NU ¦ D is wild 20:4 αχρι της ασιας f35 A (97%) HF,RP,OC,TR,CP ¦ — ℵB (1.1%) NU ¦ μεχρι 23 D (0.6%) ¦ 12 μακεδονιας (1.3%) § 20:4 σωπατρος f35 [95%] HF,RP,OC,TR ¦ 1 πυρρου ℵA,B,D [5%] CP,NU * 20:4 βερροιαιος f35 [25%] ¦ βεροιαιος A,B [35%] HF,RP,OC,TR,CP,NU ¦ βηροιαιος [30%] ¦ βερυαιος (D) [9%] ¦ βεροιος ℵ ¦ two other spellings 20:4 θεσσαλονικεων rell ¦ θεσσαλονικαιων ℵ [10%] ¦ θεσαλονικαιων [10%] ¦ three other variants 20:5 ουτοι f35 D [94%] HF,RP,OC,TR,CP ¦ 1 δε ℵA,B [6%] NU § 20:5 προελθοντες f35 D [45%] OC,TR,NU ¦ προσελθοντες ℵAvB [55%] HF,RP,CP * 20:6 αχρις f35 [58%] HF,OC,TR ¦ αχρι A,B [40%] RP,CP,NU ¦ απο ℵ [1%] ¦ two other variants ¦ D is wild 20:6 ου f35 B [98%] HF,RP,OC,TR,CP ¦ οπου ℵA [2%] NU ¦ εν η D 20:7 των μαθητων f35 [93%] HF,RP,OC,TR,CP ¦ ημων ℵA,B,D [7%] NU § 20:7 κλασαι f35 ℵA,B [95%] HF,RP,OC,CP,NU ¦ του 1 D [5%] TR * 20:7 μελλων rell ¦ μελλον [12%] 20:8 ημεν f35 ℵA,B,D [85%] HF,RP,OC,CP,NU ¦ ησαν [15%] TR 20:9 καθημενος f35 [96%] HF,RP,OC,TR,CP ¦ καθεζομενος ℵA,B,D [4%] NU § 20:9 απο rell ¦ υπο D [30%] * 20:10 συμπεριλαβων rell ¦ συνπεριλαβων ℵA,B,D [15%] ¦ συμπαραλαβων [5%] 20:10 θορυβεισθε rell ¦ θορυβησθε [5%] CP ¦ θορυβεισθαι B,C [4%] ¦ θορυβισθαι D [1%] 20:11 κλασας f35 [97%] HF,RP,OC,TR,CP ¦ 1 τον ℵA,B,C,D [3%] NU § 20:11 αχρις f35 (C)D [97%] HF,OC,TR,CP ¦ αχρι ℵA,B [3%] RP,NU ¦ one other variant * 20:13 προσελθοντες f35 A,B [85%] HF,RP ¦ προελθοντες ℵC [15%] OC,TR,CP,NU ¦ κατελθοντες D 20:13 εις f35 D [95%] HF,RP,OC,TR,CP ¦ επι ℵA,B,C [5%] NU 20:13 ασσον rell ¦ ασον [10%] ¦ θασον [15%] ¦ θασσον [5%] ¦ two other spellings § 20:13 ην διατεταγμενος f35 D [96%] HF,RP,OC,TR,CP ¦ ~ 21 ℵA(B) [4%] NU ¦ ~ εντεταλμενος 1 C * 20:14 συνεβαλεν f35 C,D [90%] HF,RP,OC,TR,CP ¦ συνεβαλλεν A,B [10%] NU ¦ συνεβαλλον ℵ 20:14 μιτυληνην rell ¦ μιτυλινην A [11%] CP ¦ at least six further spellings 20:15 αντικρυ f35 [82%] HF,RP,OC,TR,CP ¦ αντικρυς ℵA,B,C,D [18%] NU § 20:15 τρωγυλιω f35 [20%] OC ¦ τρωγυλλιω [30%] HF,RP,TR ¦ τρογυλιω [13%] ¦ τρογυλλιω [18%] ¦ τρογγυλιω [13%] CP ¦ — ℵA,B,C (6.1%) NU ¦ seven other spellings D [2%] * 20:15 και μειναντες εν τρωγυλιω f35 D (93.8%) HF,RP,OC,TR,CP ¦ — ℵA,B,C (6.2%) NU 20:15 τη εχομενη f35 (85.4%) HF,RP,OC,TR,CP ¦ 1 δε 2 ℵA,B,C (4%) NU ¦ 1 ερχομενη D (9.1%) ¦ 1 δε ερχομενη (1.3%) ¦ two other variants 20:16 εκρινεν f35 [95%] HF,RP,OC,TR,CP ¦ κεκρικει ℵA,C [4%] NU ¦ κεκρει B ¦ καικικρι D § 20:16 ην f35 [95%] HF,RP,OC,TR,CP ¦ ειη ℵA,B,C [4%] NU ¦ εις D ¦ — [1%] * 20:18 ημερας f35 [20%] ¦ 1 αφ ℵA,B,C(D) [80%] HF,RP,OC,TR,CP,NU 20:19 πολλων f35 C [97%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,D [3%] NU 20:19 συμβαντων (D) rell ¦ συμβαινοντων C [15%] ¦ συμβεβηκατων [1%] § 20:21 διαμαρτυρομενος rell ¦ διαμαρτυραμενος [30%] ¦ διαμαρτυρουμενος D [1%] * 20:21 εις f35 ℵB,C [45%] NU ¦ 1 τον A,D [55%] HF,RP,OC,TR,CP (OC is in small print) 20:21 την f35 [96%] HF,RP,OC,TR ¦ — ℵA,B,C(D) [4%] CP,NU 20:21 ιησουν f35 B [75%] HF,RP,NU ¦ 1 χριστον ℵA,C(D) [25%] OC,TR,CP (OC is in small print) § 20:22 εγω δεδεμενος f35 D [95%] HF,RP,OC,TR,CP ¦ ~ 21 ℵA,B,C [5%] NU * 20:22 συναντησοντα rell ¦ συναντησαντα A,D [30%] ¦ συμβησομενα C [2%] 20:23 διαμαρτυρεται f35 [79%] HF,RP,OC,TR ¦ 1 μοι ℵA,B,C,D [15%] CP,NU ¦ διαμεμαρτυρηται [2%] ¦ διεμαρτυρατο μοι A [2%] ¦ three other variants [2%] 20:23 λεγον rell ¦ λεγων D [30%] § 20:23 με και θλιψεις f35 [83%] HF,RP,OC,TR,CP ¦ ~ 231 (ℵ)A(B)C(D) [17%] NU * 20:24 λογον f35 A,D (89.9%) HF,RP,OC,TR,CP ¦ λογου ℵB,C (2.9%) NU ¦ τουτων 1 (6.9%) ¦ one other variant 20:24 ποιουμαι ουδε εχω f35 (95.6%) HF,RP,OC,TR,CP ¦ ~ 321 A(D) (2.3%) ¦ 1 ℵB,C (1.5%) NU 20:24 μου f35 D (87%) HF,RP,OC,TR,CP ¦ — ℵA,B,C (13%) NU § 20:24 ως rell ¦ ωστε [20%] ¦ ως το C ¦ του D * 20:24 μετα χαρας f35 C (97.1%) HF,RP,OC,TR,CP ¦ — ℵA,B,D (2.9%) NU [Observe how the attestation in ( ) fluctuates among these four variant sets, all in one verse.] 20:25 του θεου f35 [97%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C [3%] NU ¦ 1 ιησου D 20:26 διο f35 C [80%] HF,OC,TR ¦ διοτι ℵA,B [20%] RP,NU ¦ 1 και CP ¦ αχρι ουν D § 20:26 εγω f35 A [94%] HF,RP,OC,TR,CP ¦ ειμι ℵB,C,D [5%] NU ¦ 1 ειμι [1%] * 20:27 υμιν πασαν την βουλην του θεου f35 A [97%] HF,RP,OC,TR,CP ¦ ~ 234561 ℵB,C(D) [3%] NU 20:28 προσεχετε rell ¦ προσεχεται D [15%] 20:28 ουν f35 C [97%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,D [3%] NU § 20:28 κυριου και θεου f35 [89%] HF,RP,OC,CP ¦ 3 ℵB [7%] TR,NU ¦ 1 A,C,D [4%] * 20:28 ιδιου αιματος f35 [95%] HF,RP,OC,TR,CP ¦ ~ 2 του 1 ℵA,B,C,D [5%] NU 20:29 εγω γαρ f35 (95.8%) HF,RP,OC,TR,CP ¦ 1 ℵA,C,D (4%) NU ¦ ~ οτι 1 B 20:29 τουτο f35 (92.3%) HF,RP,OC,TR,CP ¦ — ℵA,B,C,D (7.7%) NU § 20:32 αδελφοι f35 C [96%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,D [4%] NU * 20:32 εποικοδομησαι f35 [96%] HF,RP,OC,TR,CP ¦ οικοδομησαι ℵA,B,C(D) [4%] NU 20:32 υμιν f35 [96%] HF,RP,OC,TR,CP ¦ την ℵA,B [2%] NU ¦ 1 την C [1%] ¦ — D [1%] 20:34 αυτοι f35 ℵA,B,C [85%] HF,RP,OC,CP,NU ¦ 1 δε [5%] TR ¦ 1 γαρ [10%] § 20:35 του λογου f35 [22%] ¦ των λογων ℵA,B,C,D [23%] HF,RP,TR,NU ¦ τον λογον [55%] OC,CP * 20:35 μαλλον διδοναι rell ¦ ~ 21 [8%] TR 20:37 κλαυθμος εγενετο f35 ℵA,B,C,D [20%] NU ¦ ~ 21 [80%] HF,RP,OC,TR,CP 20:38 CP omits the last sentence.