22
Paul addresses the mob
«Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ* ἀπολογίας Ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν. Καί φησιν· «Ἐγὼ μέν εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος§ ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ* ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ, καθὼς πάντες ὑμεῖς ἐστε σήμερον· ὃς ταύτην τὴν Ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας, ὡς καὶ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον·§ παρ᾿ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλήμ, ἵνα τιμωρηθῶσιν. Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι* τῇ Δαμασκῷ, περὶ μεσημβρίαν, ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ. Ἔπεσόν τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι, ‹Σαούλ, Σαούλ, τί με διώκεις;› Ἐγὼ δὲ ἀπεκρίθην, ‹Τίς εἶ, Κύριε;› Εἶπέν τε πρός με, ‹Ἐγώ εἰμι Ἰησοῦς Ναζωραῖος, ὃν σὺ διώκεις.› Οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο, καὶ ἔμφοβοι ἐγένοντο· τὴν δὲ φωνὴν§ οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. 10 Εἶπον δέ, ‹Τί ποιήσω, Κύριε;› δὲ Κύριος εἶπεν πρός με, ‹Ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί* σοι ποιῆσαι.› 11 Ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι, ἦλθον εἰς Δαμασκόν. 12 Ἀνανίας δέ τις, ἀνὴρ εὐσεβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων ἐν Δαμασκῷ Ἰουδαίων, 13 ἐλθὼν πρός με καὶ ἐπιστὰς εἶπέν μοι, ‹Σαοὺλ ἀδελφέ, ἀνάβλεψον.› Κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν. 14  δὲ εἶπεν· ‹ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό§ σε γνῶναι τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν τὸν Δίκαιον, καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ. 15 Ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας. 16 Καὶ νῦν τί μέλλεις; Ἀναστάς, βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα τοῦ Κυρίου.›*
17 »Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἱερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει 18 καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι, ‹Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλήμ, διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ.› 19 Κἀγὼ εἶπον· ‹Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δαίρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας εἰς§ σέ· 20 καὶ ὅτε ἐξεχεῖτο* τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ, καὶ§ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.› 21 Καὶ εἶπεν πρός με, ‹Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.› »
A Roman citizen
22 Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες, «Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, οὐ γὰρ καθῆκεν* αὐτὸν ζῆν 23 Κραυγαζόντων δὲ αὐτῶν καὶ ῥιπτούντων§ τὰ ἱμάτια, καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα, 24 ἐκέλευσεν χιλίαρχος ἄγεσθαι αὐτὸν* εἰς τὴν παρεμβολήν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτόν, ἵνα ἐπιγνῷ δι᾿ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ. 25 Ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον Παῦλος, «Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν 26 Ἀκούσας δὲ ἑκατόνταρχος,§ προσελθὼν τῷ χιλιάρχῳ ἀπήγγειλεν* λέγων, «Ὅρα τί μέλλεις ποιεῖν, γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν 27 Προσελθὼν δὲ χιλίαρχος εἶπεν αὐτῷ, «Λέγε μοι, εἰ σὺ Ῥωμαῖος εἶ δὲ ἔφη, «Ναί 28 Ἀπεκρίθη τε§ χιλίαρχος, «Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην δὲ Παῦλος ἔφη, «Ἐγὼ δὲ καὶ γεγέννημαι* 29 Εὐθέως οὖν ἀπέστησαν ἀπ᾿ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ χιλίαρχος δὲ ἐφοβήθη, ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν καὶ ὅτι ἦν αὐτὸν δεδεκώς.
The Sanhedrin
30 Τῇ δὲ ἐπαύριον, βουλόμενος γνῶναι τὸ ἀσφαλὲς τὸ τί κατηγορεῖται ὑπὸ§ τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν ἀπὸ τῶν δεσμῶν* καὶ ἐκέλευσεν ἐλθεῖν τοὺς ἀρχιερεῖς καὶ πᾶν τὸ συνέδριον αὐτῶν,§ καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.
* 22:1 νυνι f35 ℵA,B(D) [95%] HF,RP,OC,CP,NU ¦ νυν [5%] TR 22:2 προσεφωνει rell ¦ προσφωνει D [40%] ¦ προσεφωνησεν [3%] ¦ προσφωνησεν [3%] 22:3 μεν f35 [96%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,D [4%] NU § 22:3 γεγεννημενος (D) rell ¦ γεγενημενος [25%] * 22:3 κατα rell ¦ δε 1 [40%] 22:5 και rell ¦ — CP 22:5 μαρτυρει μοι rell ¦ ~ 21 CP § 22:5 πρεσβυτεριον rell ¦ πρεσβυτερειον B [25%] * 22:6 εγγιζοντι rell ¦ εγγυζοντι CP 22:7 επεσον f35 (D) [45%] OC,TR,CP ¦ επεσα ℵA,B [50%] HF,RP,NU ¦ three other variants [5%] 22:9 και εμφοβοι εγενοντο f35 D (88.2%) HF,RP,OC,TR,CP ¦ 12 γενομενοι (1.5%) ¦ — (ℵ)A,B (10.3%) NU § 22:9 δε φωνην rell ¦ ~ 21 CP * 22:10 περι παντων ων τετακται (B) rell ¦ τι σε δει [16%] ¦ τι σε εδει [5%] ¦ τις σε δει [5%] ¦ σοι δει [5%] 22:12 ευσεβης f35 [44%] RP,OC,TR ¦ ευσεβεις [5%] ¦ ευλαβης ℵB [50%] HF,CP,NU ¦ — A [1%] 22:12 εν δαμασκω f35 [75%] HF,OC,CP ¦ — ℵA,B [25%] RP,TR,NU (OC is in small print) § 22:14 προεχειρισατο rell ¦ προεχειρησατο A [12%] ¦ two other variants * 22:16 του κυριου f35 [79%] HF,RP,OC,TR,CP ¦ αυτου ℵA,B [6%] NU ¦ 2 [15%] 22:18 την f35 [96%] HF,RP,OC,TR,CP ¦ — ℵA,B [4%] NU 22:19 δαιρων f35 [25%] CP ¦ δερων ℵA,B [75%] HF,RP,OC,TR,NU § 22:19 εις f35 [20%] ¦ επι ℵA,B [80%] HF,RP,OC,TR,CP,NU * 22:20 εξεχειτο f35 [92%] HF,RP,OC,TR,CP ¦ εξεχυννετο ℵA,B [1%] NU ¦ εξεχυνετο [2%] ¦ at least five further spellings [5%] 22:20 μαρτυρος rell ¦ πρωτομαρτυρος [10%] CP 22:20 τη αναιρεσει αυτου f35 (97.7%) HF,RP,OC,TR,CP ¦ — ℵA,B (2.3%) NU § 22:20 και f35 ℵA,B,D [25%] OC,TR,NU ¦ — [75%] HF,RP,CP * 22:22 καθηκεν rell ¦ καθηκον [20%] TR ¦ καθηκει [2%] 22:23 κραυγαζοντων f35 ℵA,B,D [82%] OC,TR,NU ¦ κραζοντων C [16%] HF,RP,CP ¦ three other variants [2%] 22:23 δε f35 ℵD [99%] HF,RP,OC,TR,CP ¦ τε A,B,C [1%] NU § 22:23 ριπτουντων (B) rell ¦ ριπτοντων (D) [30%] OC ¦ two other variants * 22:24 ο χιλιαρχος αγεσθαι αυτον f35 [20%] ¦ ~ 4123 [74%] HF,RP,OC,TR,CP ¦ 12 εισαγεσθαι 4 ℵA(B)C(D) [6%] NU 22:24 ειπων f35 [95%] HF,RP,OC,TR,CP ¦ ειπας ℵA,B,C,D [4%] NU ¦ ειπε δε [1%] 22:25 προετειναν f35 (ℵ)B [30%] OC,CP,NU ¦ προετεινεν [30%] HF,RP,TR ¦ προσετινεν [27%] ¦ προσετειναν C(D) [3%] ¦ προετεινον A [5%] ¦ three other variants [5%] § 22:26 εκατονταρχος f35 B [98%] HF,RP,OC,TR,CP ¦ εκατονταρχης ℵA,C,D [2%] NU * 22:26 τω χιλιαρχω απηγγειλεν f35 (ℵ)A(B)C(D) [20%] NU ¦ ~ 312 [73%] HF,RP,OC,TR,CP ¦ 12 ανηγγειλεν [2%] ¦ ~ ανηγγειλεν 12 [5%] 22:26 ορα f35 D [95%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C [5%] NU 22:27 ει f35 [65%] HF,RP,OC,TR ¦ — ℵA,B,C,D [35%] CP,NU § 22:28 τε f35 [80%] HF,RP,OC,TR,CP ¦ δε ℵB,C [13%] NU ¦ — A [7%] ¦ και (D) * 22:28 γεγεννημαι rell ¦ γεγενημαι A [18%] ¦ γεγεννημε C [2%] 22:29 δε rell ¦ — ℵ [2%] CP 22:29 ην αυτον f35 [96%] HF,RP,OC,TR,CP ¦ ~ 21 ℵA,B,C [4%] NU § 22:30 υπο f35 ℵA,B,C [30%] NU ¦ παρα [70%] HF,RP,OC,TR,CP * 22:30 απο των δεσμων f35 (90.1%) HF,RP,OC,TR,CP ¦ — ℵA,B,C (9.9%) NU 22:30 ελθειν f35 [93%] HF,RP,OC,TR,CP ¦ συνελθειν ℵA,B,C [5%] NU ¦ συνεισελθειν [2%] 22:30 παν f35 ℵA,B,C [20%] NU ¦ ολον [80%] HF,RP,OC,TR,CP § 22:30 αυτων f35 [88%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C [12%] NU