4
Peter and John arrested
Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαόν, ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι, διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν* ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τῶν νεκρῶν. Καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἔθεντο§ εἰς τήρησιν εἰς τὴν αὔριον, ἦν γὰρ ἑσπέρα ἤδη. (Πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη * ἀριθμὸς τῶν ἀνδρῶν ὡσεὶ χιλιάδες πέντε.) Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας, καὶ πρεσβυτέρους καὶ§ γραμματεῖς, ἐν* Ἱερουσαλήμ, καὶ Ἄνναν τὸν ἀρχιερέα, καὶ Καϊάφαν καὶ Ἰωάννην καὶ Ἀλέξανδρον, καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ. Καὶ στήσαντες αὐτοὺς ἐν μέσῳ ἐπυνθάνοντο· «Ἐν ποίᾳ δυνάμει, ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς
Peter’s defense
Τότε Πέτρος, πλησθεὶς Πνεύματος Ἁγίου, εἶπεν πρὸς αὐτούς· «Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι τοῦ Ἰσραήλ·§ Εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται,* 10 γνωστὸν ἔστω πᾶσιν ὑμῖν, καὶ παντὶ τῷ λαῷ Ἰσραήλ, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. 11 Οὗτός ἐστιν λίθος ἐξουθενηθεὶς ὑφ᾿ ὑμῶν, τῶν οἰκοδομούντων, γενόμενος εἰς κεφαλὴν γωνίας.› 12 Καί, οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ σωτηρία, οὐδὲ§ γὰρ ὄνομα ἕτερόν ἐστιν* ὑπὸ τὸν οὐρανόν, τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν δεῖ σωθῆναι ἡμᾶς
Rulers impressed
13 Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον· ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν. 14 Τὸν δὲ ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα§ τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν. 15 Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν συνέβαλλον* πρὸς ἀλλήλους 16 λέγοντες· «Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν δι᾿ αὐτῶν, πᾶσιν τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα ἀρνήσασθαι. 17 Ἀλλ᾿ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ἀπειλῇ§ ἀπειλησώμεθα* αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπῳ
They are forbidden to use the name ‘Jesus’
18 Καὶ καλέσαντες αὐτούς, παρήγγειλαν αὐτοῖς§ τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. 19  δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες πρὸς αὐτοὺς εἶπον·* «Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον τοῦ Θεοῦ, κρίνατε. 20 Οὐ δυνάμεθα γὰρ ἡμεῖς, εἴδομεν καὶ ἠκούσαμεν, μὴ λαλεῖν 21 Οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσονται§ αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῷ γεγονότι· 22 ἐτῶν γὰρ ἦν πλειόνων τεσσαράκοντα* ἄνθρωπος ἐφ᾿ ὃν ἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
The reaction of the believers
23 Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀνήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον.§ 24 Οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεὸν καὶ εἶπον·* «Δέσποτα, σὺ Θεός, ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς· 25  διὰ§ στόματος Δαυὶδ* παιδός σου εἰπών· ‹Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; 26 Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό, κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.› 27 Συνήχθησαν γὰρ ἐπ᾿ ἀληθείας ἐπὶ τὸν ἅγιον Παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος, σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ, 28 ποιῆσαι ὅσα χείρ σου καὶ βουλή σου προώρισεν γενέσθαι. 29 Καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου, 30 ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν σε§ εἰς ἴασιν, καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου Παιδός σου Ἰησοῦ 31 Καὶ δεηθέντων αὐτῶν, ἐσαλεύθη τόπος ἐν ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου* καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας.
The young Church consolidates
32 Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ μία· καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ§ ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾿ ἦν αὐτοῖς ἅπαντα κοινά. 33 (Καὶ δυνάμει μεγάλῃ* ἀπεδίδουν οἱ ἀπόστολοι τὸ μαρτύριον τῆς ἀναστάσεως τοῦ Κυρίου Ἰησοῦ.) Χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς, 34 οὐδὲ γὰρ ἐνδεής τις ἦν§ ἐν αὐτοῖςὅσοι γὰρ κτήτορες χωρίων οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων 35 καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδοτο* δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν.
36 Ἰωσῆς δέ, ἐπικληθεὶς Βαρνάβας ἀπὸ§ τῶν ἀποστόλων ( ἐστιν, μεθερμηνευόμενον, ‹Υἱὸς παρακλήσεως›), Λευΐτης, Κύπριος τῷ γένει, 37 ὑπάρχοντος αὐτῷ* ἀγροῦ, πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν παρὰ τοὺς πόδας τῶν ἀποστόλων.
* 4:2 καταγγελλειν rell ¦ καταγγελειν CP 4:2 των f35 D,0165 [90%] HF,RP,OC,CP ¦ την εκ ℵA,B,C [10%] TR,NU 4:3 επεβαλον rell ¦ επεβαλλον [12%] ¦ επειβαλοντες D § 4:3 εθεντο rell ¦ 1 αυτους A,C [10%] * 4:4 ο f35 A [99%] HF,RP,OC,TR,CP[NU] ¦ — ℵB(D)0165 [1%] 4:4 ωσει f35 [96%] HF,RP,OC,TR,CP ¦ ως B,D,0165 [2%] [NU] ¦ — ℵA [2%] 4:5 και f35 [85%] HF,RP,TR,CP ¦ 1 τους ℵA,B,0165 [15%] OC,NU ¦ 1 οι D § 4:5 και f35 D,0165 [96%] HF,RP,OC,TR,CP ¦ 1 τους ℵA,B [4%] NU * 4:5 εν f35 A,B,D [30%] NU ¦ εις ℵ0165 [70%] HF,RP,OC,TR,CP 4:6 ανναν τον αρχιερεα και καιαφαν και ιωαννην και αλεξανδρον f35 [97%] HF,RP,OC,TR,CP ¦ αννας ο αρχιερευς και καιαφας και ιωαννης και αλεξανδρος ℵA,B(D)(0165) [3%] NU 4:7 εν f35 D,0165 [90%] HF,RP,CP ¦ 1 τω ℵA,B [10%] OC,TR,NU § 4:8 του ισραηλ f35 D (97.3%) HF,RP,OC,TR,CP ¦ 1 λαου (0.5%) ¦ 1 λαου 2 (0.5%) ¦ — ℵA,B,0165 (1.8%) NU * 4:9 σεσωσται f35 B,D,0165 [98%] HF,RP,OC,TR,CP ¦ σεσωται ℵA [1%] NU ¦ σεσωστε [1%] 4:11 οικοδομουντων f35 [95%] HF,RP,OC,TR,CP ¦ οικοδομων ℵA,B,D,0165 [5%] NU 4:12 αλλω rell ¦ 1 εν [10%] CP § 4:12 ουδε f35 ℵA,B,0165 [30%] OC,NU ¦ ουτε [70%] HF,RP,TR ¦ ουδεν CP ¦ ου D * 4:12 ονομα ετερον εστιν f35 A,0165 [20%] CP ¦ ~ 132 B [80%] HF,RP,OC,TR,NU ¦ ~ 213 ℵ ¦ ~ 321 D 4:12 υπο τον ουρανον f35 ℵA,B,D,0165 [40%] HF,OC,TR,CP,NU ¦ — [60%] RP 4:14 δε f35 [75%] HF,RP,OC,TR,CP ¦ τε ℵA,B [25%] NU ¦ — D § 4:14 εστωτα f35 [20%] ¦ 1 τον ℵA,B,D [80%] HF,RP,OC,TR,CP,NU [Verse 14 begins with the article, so it is superfluous here.] * 4:15 συνεβαλλον f35 ℵA,B [95%] HF,RP,OC,NU ¦ συνεβαλον D [5%] CP,TR 4:16 ποιησομεν f35 D [70%] RP,OC,TR,CP ¦ ποιησωμεν ℵA,B [30%] HF,NU 4:16 αρνησασθαι f35 [97%] HF,RP,OC,TR,CP ¦ αρνεισθαι (ℵA)B(D) [3%] NU § 4:17 απειλη f35 [97%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,D [3%] NU * 4:17 απειλησωμεθα f35 ℵA,B [60%] HF,OC,TR,CP,NU ¦ απειλησομεθα (D) [40%] RP 4:17 αυτοις rell ¦ αυτους [12%] ¦ ουτοις D 4:17 ανθρωπω f35 [35%] CP ¦ ανθρωπων ℵA,B [65%] HF,RP,OC,TR,NU § 4:18 αυτοις f35 [95%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,D,0165v [5%] NU * 4:19 προς αυτους ειπον f35 [95%] HF,RP,OC,TR,CP ¦ ~ 312 ℵA,D [4%] NU ¦ ~ ειπαν 12 B [1%] ¦ ~ ειπεν 12 0165 4:20 ειδομεν rell ¦ ειδαμεν ℵA,B(D) [2%] NU ¦ ειδωμεν [10%] 4:20 α f35 [20%] ¦ — ℵA,B,D [80%] HF,RP,OC,TR,CP,NU [What they saw and what they heard were not the same things.] § 4:21 κολασονται f35 [98%] HF,RP,OC,CP ¦ κολασωνται ℵA,D [2%] TR,NU ¦ κολασωσιν B * 4:22 τεσσαρακοντα f35 [98%] HF,RP,OC,TR,CP ¦ τεσσερακοντα ℵA,B [2%] NU 4:22 εγεγονει f35 ℵA [99%] HF,RP,OC,TR,CP ¦ γεγονει B,D [1%] NU 4:23 ανηγγειλαν f35 (ℵ) [25%] ¦ απηγγειλαν A,B [75%] HF,RP,OC,TR,CP,NU § 4:23 ειπον rell ¦ ειπαν ℵB,D [2%] NU * 4:24 ειπον rell ¦ ειπαν ℵA,B,D [10%] NU 4:24 ο θεος f35 D [98%] HF,RP,TR,CP ¦ — ℵA,B [2%] OC,NU 4:25 ο f35 (D) (91.9%) HF,RP,OC,TR,CP ¦ 1 του πατρος ημων ℵA,B (8.1%) NU § 4:25 δια f35 (91.3%) HF,RP,OC,TR,CP ¦ 1 πνευματος αγιου ℵA,B(D) (8.3%) NU ¦ two other readings (0.4%) * 4:25 δαυιδ f35 ℵA,B,D (74.7%) HF,RP,OC,NU ¦ 1 του (25.1%) CP(TR) ¦ one other reading (0.2%) 4:27 αληθειας f35 [90%] HF,RP,OC,TR,CP ¦ 1 εν τη πολει (+σου A) ταυτη (ℵ)(A)B,D [10%] NU 4:28 σου f35 ℵD [98%] HF,RP,OC,TR,CP[NU] ¦ — A,B [2%] § 4:30 την χειρα σου εκτεινειν σε f35 (ℵ) [85%] HF,RP,OC,TR[NU] ¦ 1234 D [13%] CP ¦ 1245 B ¦ ~ 1254 A [1%] ¦ ~ 4123 σου 𝕻45 * 4:31 πνευματος αγιου f35 [97%] HF,RP,OC,TR,CP ¦ ~ του 21 𝕻8ℵA,B,D [3%] NU ¦ του 1 του 2 𝕻45 4:32 η f35 [98%] HF,RP,OC,TR,CP ¦ — 𝕻8ℵA,B,D [2%] NU 4:32 η f35 [98%] HF,RP,OC,TR,CP ¦ — 𝕻8ℵA,B,D [2%] NU § 4:32 αυτω f35 ℵA,B [64%] HF,OC,TR,CP,NU ¦ αυτων [35%] RP ¦ αυτου 𝕻8D [1%] * 4:33 δυναμει μεγαλη f35 𝕻8(ℵ)A,B,D [20%] NU ¦ ~ 21 𝕻45v [80%] HF,RP,OC,TR,CP 4:33 οι αποστολοι το μαρτυριον f35 A [30%] ¦ ~ 3412 𝕻8,45vℵB,D [70%] HF,RP,OC,TR,CP,NU 4:33 του κυριου ιησου f35 𝕻8(B) (79.9%) HF,RP,OC,TR,NU ¦ 123 χριστου D (16.1%) CP ¦ ~ 3 χριστου 12 ℵA (0.9%) ¦ ~ 3 χριστου 12 ηνων (1.8%) ¦ 1 χριστου (0.7%) ¦ three other variants (0.7%) § 4:34 ην f35 ℵA(B) (24.5%) NU ¦ υπηρχεν 𝕻8D (74.8%) HF,RP,OC,TR,CP ¦ two other readings (0.7%) * 4:35 διεδιδοτο f35 [97%] HF,RP,OC,TR,CP ¦ διεδιδετο 𝕻8ℵA,B,D [3%] NU 4:35 καθοτι αν f35 𝕻8ℵA,B,D [45%] HF,RP,OC,TR,CP,NU ¦ καθο [40%] ¦ καθο αν [10%] ¦ two other variants [5%] 4:36 ιωσης f35 [95%] HF,RP,OC,TR,CP ¦ ιωσηφ 𝕻8ℵA,B,D [5%] NU § 4:36 απο f35 𝕻8ℵA,B [75%] HF,RP,OC,NU ¦ υπο D [25%] CP,TR * 4:37 αυτω rell ¦ αυτου [20%] CP 4:37 παρα f35 𝕻8,57A,B,D [98%] HF,RP,OC,TR,CP ¦ προς ℵ [2%] NU