ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄
Opening considerations
1
Greeting
Παῦλος, κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ* διὰ θελήματος Θεοῦ, καὶ Σωσθένης ἀδελφός, τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳαὐτῶν τε καὶ ὑμῶν· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
A word of thanksgiving
Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείση ὑμῖν ἐν Χριστῷ Ἰησοῦ· ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν, ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους, ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ.§ Πιστὸς Θεός, δι᾿ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.*
A word of exhortation
10 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες καὶ μὴ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. 11 Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν. 12 Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει· «Ἐγὼ μέν εἰμι Παύλου,» «Ἐγὼ δὲ Ἀπολλώ,» «Ἐγὼ δὲ Κηφᾶ,» «Ἐγὼ δὲ Χριστοῦ 13 Μεμέρισται Χριστός; Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε;
A disclaimer about baptism
14 Εὐχαριστῶ τῷ Θεῷ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον, 15 ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβάπτισα.§ 16 Ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα. 17 Οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν, ἀλλ᾿* εὐαγγελίζεσθαιοὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ σταυρὸς τοῦ Χριστοῦ.
The nature of the Gospel
Foolishness to the lost
18  λόγος γὰρ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστιν. 19 Γέγραπται γάρ· «Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω 20 Ποῦ σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμώρανεν Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; 21 Ἐπειδὴ γάρ, ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ, οὐκ ἔγνω κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας 22 ἐπειδὴ καὶ§ Ἰουδαῖοι σημεῖον* αἰτοῦσιν καὶ Ἕλληνες σοφίαν ζητοῦσιν, 23 ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον· Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησιν δὲ μωρίαν. 24 Αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησιν, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν, 25 ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν.
God uses ‘nothings’
26 Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί· ὅτι οὐ πολλοὶ σοφοί, κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς· 27 ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο Θεὸς ἵνα τοὺς σοφοὺς καταισχύνῃ,§ καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο Θεὸς ἵνα καταισχύνῃ τὰ ἰσχυρά· 28 καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο Θεόςκαὶ* τὰ μὴ ὄνταἵνα τὰ ὄντα καταργήσῃ· 29 ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ. 30 Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦδικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις 31 ἵνα καθὼς γέγραπται· « καυχώμενος, ἐν Κυρίῳ καυχάσθω
* 1:1 ιησου χριστου f35 ℵA [98.5%] HF,RP,OC,TR,CP ¦ ~ 21 𝕻46B [1.5%] NU 1:2 τε f35 [97%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B [3%] NU 1:2 υμων f35 [25%] ¦ ημων 𝕻46ℵA,B,C [75%] HF,RP,OC,TR,CP,NU § 1:8 χριστου f35 ℵA,C [99.5%] HF,RP,OC,TR,CP[NU] ¦ — 𝕻46B [alone] * 1:9 ιησου χριστου του κυριου ημων rell ¦ ~ 34512 CP 1:13 υμων rell ¦ ημων [15%] 1:14 τω θεω f35 C [97%] HF,RP,OC,TR,CP[NU] ¦ 12 μου A [2%] ¦ — ℵB [1%] § 1:15 εβαπτισα f35 [95%] HF,RP,OC,TR,CP ¦ εβαπτισθητε 𝕻46ℵA,B,C [3%] NU ¦ five further readings [2%] * 1:17 αλλ rell ¦ αλλα 𝕻46ℵB [1%] NU 1:18 ο rell ¦ — CP 1:20 τουτου f35 [96%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [4%] NU § 1:22 και rell ¦ 1 οι [45%] [According to Swanson, but no one else mentions it.] * 1:22 σημειον f35 [92%] HF,RP,OC,TR,CP ¦ σημεια 𝕻46(ℵ)A,B,C [8%] NU 1:23 ελλησιν f35 [96%] HF,RP,OC,TR,CP ¦ εθνεσιν ℵA,B,C [4%] NU 1:25 εστιν f35 C [93%] HF,RP,OC,TR,CP ¦ — ℵA,B [4%] NU ¦ — 𝕻46 [3%] omit the whole clause (A likely case of homoioteleuton—three words in a row.) § 1:27 τους σοφους καταισχυνη f35 [73%] HF,RP,OC,TR,CP ¦ ~ 312 𝕻46ℵB,C [12%] NU ¦ — A [15%] omit a whole line [homoioteleuton] * 1:28 και f35 B [98%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,C [2%] NU 1:29 του θεου f35 𝕻46ℵA,B [92%] HF,RP,OC,CP,NU ¦ αυτου C [8%] TR 1:30 ημιν σοφια f35 [96%] HF,RP,OC,TR,CP ¦ ~ 21 (𝕻46)ℵA,C [4%] NU ¦ ~ 2 ημων B