14
Prophecy is better than Tongues
Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ἀλλὰ τῷ* Θεῷ, οὐδεὶς γὰρ ἀκούει· πνεύματι δὲ λαλεῖ μυστήρια. δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ, δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων γὰρ προφητεύων λαλῶν γλώσσαις (ἐκτὸς εἰ μὴ διερμηνεύει), ἵνα ἐκκλησία οἰκοδομὴν λάβῃ.
Messages need to be intelligible
Νυνὶ§ δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἐν ἀποκαλύψει, ἐν γνώσει, ἐν προφητείᾳ, ἐν* διδαχῇ; Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα· ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ διδῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον τὸ κιθαριζόμενον; Καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; Οὕτως καὶ ὑμεῖς· διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; Ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. 10 Τοσαῦτα εἰ τύχοι γένη φωνῶν ἐστιν§ ἐν κόσμῳ, καὶ οὐδὲν αὐτῶν* ἄφωνον. 11 Ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος, καὶ λαλῶν ἐν ἐμοὶ βάρβαρος.
12 Οὕτως καὶ ὑμεῖς· ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε, ἵνα περισσεύητε. 13 Διόπερ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. 14 Ἐὰν γὰρ προσεύχωμαι§ γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, δὲ νοῦς μου ἄκαρπός ἐστιν. 15 Τί οὖν ἐστιν; Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. 16 Ἐπεί, ἐὰν εὐλογήσῃς* τῷ πνεύματι, ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου, πῶς ἐρεῖ τὸ «Ἀμὴν» ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδεν; 17 Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ᾿ ἕτερος οὐκ οἰκοδομεῖται.
Paul’s example
18 Εὐχαριστῶ τῷ Θεῷ μου πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν,§ 19 ἀλλ᾿* ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους διὰ τοῦ νοός μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, μυρίους λόγους ἐν γλώσσῃ.
20 Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίνἀλλά, τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε.§ 21 Ἐν τῷ νόμῳ γέγραπται ὅτι· «Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις* λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾿ οὕτως εἰσακούσονταί μουλέγει Κύριος. 22 Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν, οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις· δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν. 23 Ἐὰν οὖν συνέλθῃ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες γλώσσαις λαλῶσιν, εἰσέλθωσιν δὲ ἰδιῶται ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; 24 Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων. 25 Καὶ οὕτως τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως, πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι, «Ὄντως Θεὸς ἐν ὑμῖν ἐστιν§
There are limits
26 Τί οὖν ἐστιν, ἀδελφοί; Ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν* ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, ἑρμηνείαν ἔχει. Πάντα πρὸς οἰκοδομὴν γινέσθω. 27 Εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω. 28 Ἐὰν δὲ μὴ διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ· ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ. 29 Προφῆται δὲ§ δύο τρεῖς λαλείτωσαν,* καὶ οἱ ἄλλοι διακρινέτωσαν. 30 Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, πρῶτος σιγάτω. 31 Δύνασθε γὰρ καθ᾿ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται. 32 Καί, πνεύματα προφητῶν προφήταις ὑποτάσσεται. 33 Οὐ γὰρ ἐστιν ἀκαταστασίας Θεὸς ἀλλ᾿ εἰρήνης.
Wives are not to speak
Ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων, 34 αἱ γυναῖκες ὑμῶν§ ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ἐπιτέτραπται* αὐταῖς λαλεῖν, ἀλλ᾿ ὑποτάσσεσθαι, καθὼς καὶ νόμος λέγει. 35 Εἰ δέ τι μαθεῖν θέλουσιν,§ ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναιξὶν* ἐν ἐκκλησίᾳ λαλεῖν. 36  ἀφ᾿ ὑμῶν λόγος τοῦ Θεοῦ ἐξῆλθεν; εἰς ὑμᾶς μόνους κατήντησεν;
Paul gets ‘authoritative’
37 Εἴ τις δοκεῖ προφήτης εἶναι πνευματικός, ἐπιγινωσκέτω γράφω ὑμῖν ὅτι§ Κυρίου εἰσὶν ἐντολαί.* 38 Εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω.
39 Ὥστε, ἀδελφοί, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις μὴ κωλύετε.§ 40 Πάντα* εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.
* 14:2 τω f35 A [98%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵB [2%] NU 14:5 γαρ f35 [97%] HF,RP,OC,TR,CP ¦ δε 𝕻46ℵA,B [3%] NU 14:5 διερμηνευει f35 [85%] HF,RP,OC,CP ¦ διερμηνευη 𝕻46ℵA,B,048 [14%] TR,NU ¦ διερμηνευων [1%] § 14:6 νυνι f35 [90%] HF,RP,OC,TR,CP ¦ νυν ℵA,B [10%] NU * 14:6 εν f35 A,B,048 [98%] HF,RP,OC,TR,CP[NU] ¦ — 𝕻46ℵ [2%] 14:7 διδω f35 𝕻46 [85%] HF,RP,OC,CP ¦ δω ℵA,B [15%] TR,NU 14:8 φωνην σαλπιγξ f35 B [95%] HF,RP,OC,TR,CP ¦ ~ 21 (𝕻46)ℵ(A)048 [5%] NU § 14:10 εστιν f35 [94%] HF,RP,OC,TR,CP ¦ εισιν 𝕻46ℵA,B [6%] NU * 14:10 αυτων f35 (92.6%) HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,048 (7.4%) NU 14:13 διοπερ f35 [97%] HF,RP,OC,TR,CP ¦ διο 𝕻46ℵA,B,048 [3%] NU 14:14 γαρ f35 ℵA,048 [98%] HF,RP,OC,TR,CP[NU] ¦ — 𝕻46B [2%] § 14:14 προσευχωμαι rell ¦ προσευχομαι [15%] * 14:16 ευλογησης f35 𝕻46048 [90%] HF,RP,OC,TR,CP ¦ ευλογης ℵA,B [10%] NU 14:16 τω f35 [96%] HF,RP,OC,TR,CP ¦ εν B [2%] [NU] ¦ — 𝕻46ℵA [2%] 14:18 μου f35 [94%] HF,RP,OC,TR,CP ¦ — (𝕻46)ℵA,B [6%] NU § 14:18 λαλων f35 [96%] HF,RP,OC,TR,CP ¦ λαλω ℵB,048 [3%] NU ¦ λαλειν 𝕻46 [1%] ¦ — A * 14:19 αλλ rell ¦ αλλα 𝕻46A,B [1%] NU ¦ — ℵ 14:19 δια του νοος f35 048 (89.6%) HF,RP,OC,TR,CP ¦ 12 νους (1.9%) ¦ τω νοι ℵA,B (7.7%) NU ¦ εν τω νοι 𝕻46 (0.3%) ¦ two other readings (0.5%) 14:19 λογους rell ¦ — 𝕻46 [14%] § 14:20 γινεσθε rell ¦ γινεσθαι (A) [30%] some TRs * 14:21 ετεροις f35 𝕻46 [97%] HF,RP,OC,TR,CP ¦ ετερων ℵA,B,0201 [3%] NU 14:23 γλωσσαις λαλωσιν f35 [95%] HF,RP,OC,TR,CP ¦ ~ 21 ℵA,B [4%] NU ¦ ~ λαλησωσιν 1 𝕻46 14:25 και ουτως f35 (75.8%) RP ¦ 1 ουτω (17.3%) HF,OC,TR,CP ¦ 1 (0.8%) ¦ — 𝕻46ℵA,B,048,0201 (5.5%) NU ¦ long omission (0.5%) § 14:25 οντως ο θεος εν υμιν εστιν f35 A,B [23%] CP,NU ¦ ~ 231456 [75%] HF,RP,OC,TR ¦ 23456 [1%] ¦ 13456 ℵ [1%] ¦ ~ 145623 𝕻46 * 14:26 υμων f35 (96.8%) HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,0201 (3.2%) NU 14:26 γλωσσαν εχει αποκαλυψιν f35 [71%] HF,RP,OC,TR,CP ¦ ~ 321 𝕻46ℵA,B [14%] NU ¦ 3 [5%] ¦ — [10%] 14:26 γινεσθω f35 ℵ [95%] HF,RP,OC,CP,NU ¦ γενεσθω [3%] TR ¦ γεινεσθω 𝕻46A,B [2%] § 14:29 δε rell ¦ — 𝕻46 [1%] CP * 14:29 λαλειτωσαν rell ¦ λαλητωσαν [12%] 14:31 ενα rell ¦ 1 εκαστοι [1%] CP 14:33 αλλ f35 (𝕻46) [70%] TR ¦ αλλα ℵA,B,C [30%] HF,RP,OC,CP,NU § 14:34 υμων f35 [97%] HF,RP,OC,TR,CP ¦ — ℵA,B [3%] NU * 14:34 επιτετραπται f35 [94%] HF,RP,OC,TR,CP ¦ επιτρεπεται ℵB [3%] NU ¦ επιτρεπετε A [1%] ¦ επιτετρεπται [2%] 14:34 αυταις rell ¦ αυτοις [2%] CP 14:34 υποτασσεσθαι f35 [98%] HF,RP,OC,TR,CP ¦ υποτασσεσθωσαν ℵ(A)B [2%] NU § 14:35 θελουσιν rell ¦ εθελουσιν [2%] CP * 14:35 γυναιξιν f35 [93%] HF,RP,OC,TR,CP ¦ γυναικι 𝕻46ℵA,B [7%] NU 14:35 γυναιξιν εν εκκλησια rell ¦ ~ 231 CP 14:35 εν εκκλησια λαλειν f35 [87%] HF,RP,OC,TR,CP ¦ ~ 312 𝕻46ℵA,B [3%] NU ¦ 1 εκκλησιαις 3 [10%] § 14:37 οτι f35 𝕻46ℵA,B [92%] HF,RP,CP,NU ¦ 1 του [8%] OC,TR * 14:37 εισιν εντολαι f35 [94%] HF,RP,OC,TR,CP ¦ εστιν εντολη 𝕻46A,B,048 [2%] NU ¦ ~ 21 [1%] ¦ εστιν [1%] ¦ 1 αι 2 [2%] ¦ εντολη εστιν ℵ 14:38 αγνοειτω f35 𝕻46B [89.5%] HF,RP,OC,TR,CP ¦ αγνωειτω [6%] ¦ αγνοειται ℵA,048 [1.5%] NU ¦ five more spellings [3%] 14:39 αδελφοι f35 𝕻46 [80%] HF,RP,OC,TR ¦ 1 μου ℵA,B,048 [20%] CP[NU] § 14:39 γλωσσαις μη κωλυετε f35 [96%] HF,RP,OC,TR,CP ¦ ~ 231 ℵ(A)048 [2%] NU ¦ ~ 23 εν 1 𝕻46(B) ¦ εν 123 [1%] * 14:40 παντα f35 [93%] HF,RP,OC,TR,CP ¦ 1 δε 𝕻46ℵA,B [7%] NU