8
About things offered to idols
Περὶ δὲ τῶν εἰδωλοθύτων· οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. γνῶσις φυσιοῖ, δὲ ἀγάπη οἰκοδομεῖ. Εἰ δέ* τις δοκεῖ εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκεν καθὼς δεῖ γνῶναι. Εἰ δέ τις ἀγαπᾷ τὸν Θεόν, οὗτος ἔγνωσται ὑπ᾿ αὐτοῦ.
Idols are really nothing
Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς ἕτερος§ εἰ μὴ εἷς. Καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοιθεοί,› εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ τῆς* γῆς (ὥσπερ εἰσὶνθεοὶπολλοὶ καὶκύριοιπολλοί), ἀλλ᾿ ἡμῖν εἷς Θεός, Πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι᾿ οὗ τὰ πάντα καὶ ἡμεῖς δι᾿ αὐτοῦ.
Respect the other’s conscience
Ἀλλ᾿ οὐκ ἐν πᾶσιν γνῶσις· τινὲς δέ, τῇ συνειδήσει τοῦ εἰδώλου, ἕως ἄρτι ὡς εἰδωλόθυτον ἐσθίουσιν, καὶ συνείδησις αὐτῶν, ἀσθενὴς οὖσα, μολύνεται. Βρῶμα δὲ ἡμᾶς§ οὐ παρίστησιν* τῷ Θεῷ· οὔτε γὰρ ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα.§
Βλέπετε δὲ μή πως ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν.* 10 Ἐὰν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ συνείδησις αὐτοῦ, ἀσθενοῦς ὄντος, οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; 11 Καὶ ἀπολεῖται ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει,§ δι᾿ ὃν Χριστὸς ἀπέθανεν. 12 Οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. 13 Διόπερ, εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.
* 8:2 δε f35 [95%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B [5%] NU 8:2 ειδεναι f35 [86%] HF,RP,OC,TR,CP ¦ εγνωκεναι 𝕻46ℵA,B [4%] NU ¦ ειναι [10%] 8:2 ουδεπω ουδεν εγνωκεν f35 [95%] HF,RP,OC,TR,CP ¦ ουπω εγνω 𝕻46ℵA,B [3%] NU ¦ 1 εγνω [1%] ¦ three other readings [1%] § 8:4 ετερος f35 [95%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B [5%] NU * 8:5 της f35 [60%] OC,TR,CP ¦ — 𝕻46ℵA,B [40%] HF,RP,NU 8:7 συνειδησει f35 (95.5%) HF,RP,OC,TR,CP ¦ συνηθεια (ℵ)A,B (4.5%) NU 8:7 του ειδωλου εως αρτι f35 A [94%] HF,RP,OC,TR,CP ¦ ~ 3412 ℵB [3%] NU ¦ 1 ειδωλοθυτου 34 [3%] § 8:8 ημας rell ¦ υμας ℵ [15%] * 8:8 παριστησιν f35 [97%] HF,RP,OC,TR,CP ¦ παραστησει 𝕻46ℵA,B [3%] NU 8:8 γαρ f35 (95.4%) HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B (3.9%) NU ¦ long omission (0.7%) 8:8 περισσευομεν f35 𝕻46ℵA (90.4%) HF,RP,OC,TR,NU ¦ περισσευωμεν (4.3%) CP ¦ περισσευομεθα B (3.6%) ¦ — (1%) ¦ long omission (0.7%) § 8:8 φαγωμεν περισσευομεν ουτε εαν μη φαγωμεν υστερουμεθα f35 ℵ (94.9%) HF,RP,OC,TR,CP ¦ ~ 5673412 𝕻46B (2.6%) NU ¦ ~ 5123467 A (0.3%) ¦ omit various words (1.5%) ¦ long omission (0.7%) * 8:9 ασθενουσιν f35 [96%] HF,RP,OC,TR,CP ¦ ασθενεσιν 𝕻46ℵA,B [4%] NU 8:10 ειδωλειω rell ¦ ειδωλιω (ℵA)B [15%] 8:11 και απολειται f35 (93%) HF,RP,OC,TR,CP ¦ 1 απολλυται (4.5%) ¦ απολλυται γαρ 𝕻46ℵB (0.9%) NU ¦ απολλυται ουν A (0.3%) ¦ four conflations (1.4%) § 8:11 αδελφος επι τη ση γνωσει f35 (94.5%) HF,RP,OC,TR,CP ¦ 1 εν 345 (3.9%) ¦ ~ εν 34 (−ση B) 5 ο 1 𝕻46ℵA(B) (1.5%) NU