ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄
Opening considerations
1
Greeting
Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ* διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ἀδελφός, τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Praise for deliverance
Εὐλογητὸς Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως, παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ. Ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ§ Χριστοῦ περισσεύει* καὶ παράκλησις ἡμῶν. Εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν (καί, ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶνεἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, εἰδότες ὅτι ὥσπερ§ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως.
Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν* ἐν τῇ Ἀσίᾳ· ὅτι καθ᾿ ὑπερβολὴν ἐβαρήθημεν, ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν. Ἀλλὰ§ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ᾿ ἑαυτοῖς, ἀλλ᾿ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι* τοὺς νεκρούς· 10 ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς, καὶ ῥύεται· εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται, 11 συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει· ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ, ὑπὲρ ὑμῶν.§
A change of plans
12  γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν· τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁπλότητι καὶ εἱλικρινείᾳ* Θεοῦ, οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλ᾿ ἐν χάριτι Θεοῦ, ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς. 13 Οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν ἀλλ᾿ ἀναγινώσκετε καὶ ἐπιγινώσκετε· ἐλπίζω δὲ ὅτι καὶ ἕως τέλους ἐπιγνώσεσθε 14 (καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους) ὅτι καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν, ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου§ Ἰησοῦ.*
15 Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρὸς ὑμᾶς ἐλθεῖν τὸ πρότερον (ἵνα δευτέραν χάριν ἔχητε), 16 καὶ δι᾿ ὑμῶν διελθεῖν§ εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ὑφ᾿* ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν. 17 Τοῦτο οὖν βουλευόμενος, μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα παρ᾿ ἐμοὶ τὸναί, ναὶκαὶ τὸοὔ, οὔ›; 18 Πιστὸς δὲ Θεὸς ὅτι λόγος ἡμῶν πρὸς ὑμᾶς οὐκ ἐγένετοναὶκαὶοὔ,› 19  γὰρ τοῦ Θεοῦ§ Υἱός, Ἰησοῦς Χριστός, ἐν ὑμῖν δι᾿ ἡμῶν κηρυχθείςδι᾿ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέουοὐκ ἐγένετοναὶκαὶοὔ.› Ἀλλά, ‹ναὶἐν αὐτῷ γέγονεν, 20 ὅσαι γὰρ ἐπαγγελίαι* Θεοῦ, ἐν αὐτῷ τὸναί›· καὶ ἐν αὐτῷ τὸ§ἀμήν›, τῷ Θεῷ πρὸς δόξαν δι᾿* ἡμῶν. 21  δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστόν, καὶ χρίσας ἡμᾶς, Θεός, 22  καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα§ τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.
The change explained
23 Ἐγὼ δέ, μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι, ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον. 24 (Οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν, τῇ γὰρ πίστει ἑστήκατε.)
* 1:1 ιησου χριστου f35 A [97%] RP,HF,OC,TR,CP ¦ ~ 21 𝕻46ℵB [3%] NU 1:1 [“In all Achaia”—Paul obviously intended that his letter have a wide distribution.] 1:4 επι rell ¦ εν C [20%] OC § 1:5 του f35 𝕻46ℵA,B,C [95%] RP,HF,CP,NU ¦ — [5%] OC,TR * 1:5 περισσευει rell ¦ περισσευη [1%] CP 1:6 αυτων rell ¦ αυτου [30%] ¦ αυτω [1%] ¦ — [1%] 1:7 και σωτηριας της ενεργουμενης εν υπομονη των αυτων παθηματων ων και ημεις πασχομεν και η ελπις ημων βεβαια υπερ υμων ειτε παρακαλουμεθα υπερ της υμων παρακλησεως και σωτηριας f35 (90.6%) RP,HF,OC,CP ¦ ~ 1-13,21-28,14-20 (1%) TR ¦ 3-28 B (1.2%) ¦ ~ 1 2,21 26,3-20 ℵA,C (4.7%) NU ¦ 1-20 (0.5%) ¦ 3-20 (0.8%) ¦ ~ 1-2,21-26,3-9 𝕻46 (0.3%) ¦ four further variations (0.8%) § 1:7 ωσπερ f35 [96%] RP,HF,OC,TR,CP ¦ ως ℵA,B,C [3.5%] NU ¦ οι [0.5%] * 1:8 ημιν f35 (90.6%) RP,HF,OC,TR,CP ¦ — ℵA,B,C (8.8%) NU ¦ υμιν (0.7%) 1:8 εβαρηθημεν υπερ δυναμιν f35 [95%] RP,HF,OC,TR,CP ¦ ~ 231 ℵA,B,C [5%] NU 1:8 ημας rell ¦ υμας [1%] CP § 1:9 αλλα rell ¦ αλλ ℵA,C [10%] CP * 1:9 εγειροντι f35 (ℵ)A,B,C [88%] RP,HF,OC,TR,CP,NU ¦ εγειραντι 𝕻46 [11.5%] ¦ εγιροντα [0.5%] 1:10 και ρυεται f35 [96%] RP,HF,OC,TR,CP ¦ 1 ρυσεται 𝕻46ℵB,C [3%] NU ¦ — A [1%] 1:10 οτι f35 ℵA,C [93%] RP,HF,OC,TR,CP[NU] ¦ — 𝕻46B [7%] § 1:11 υμων f35 𝕻46B [75%] RP,HF,CP ¦ ημων ℵA,C [25%] OC,TR,NU * 1:12 εἱλικρινεια f35 [25%] ¦ εἰλικρινεια [60%] RP,HF,OC,TR,CP ¦ ειλικρινια [5%] ¦ 1 του 𝕻46B [7%] NU ¦ ειλικρινια του ℵA,C [3%] 1:12 θεου f35 ℵA,C [97%] RP,HF,OC,TR,CP ¦ 1 και 𝕻46 B [3%] [NU] 1:13 και f35 [96%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [4%] NU § 1:14 κυριου f35 𝕻46vA,C [92%] RP,HF,OC,TR ¦ 1 ημων ℵB [8%] CP[NU] * 1:14 ιησου rell ¦ 1 χριστου [15%] CP 1:15 προς υμας ελθειν το προτερον f35 (21.6%) ¦ 1235 (2.3%) OC,TR ¦ 123 ℵ (0.3%) ¦ ~ 31245 (61.1%) RP,HF,CP ¦ ~ 3125 (4%) ¦ ~ 45123 (1.5%) ¦ ~ 5123 A,B,C (7%) NU ¦ ~ 5312 (1.7%) ¦ two further variations (0.3%) (The only real question here is the position of ελθειν, before or after προς υμας—note that all the early MSS agree with f35 about that.) 1:15 εχητε f35 A [97%] RP,HF,OC,TR,CP ¦ σχητε ℵB,C [3%] NU § 1:16 διελθειν f35 (ℵ)B,C [85%] RP,HF,OC,TR,NU ¦ ελθειν [13%] CP ¦ απελθειν A [2%] * 1:16 υφ rell ¦ αφ 𝕻46 [12%] 1:17 βουλευομενος f35 [80%] RP,HF,TR,CP ¦ βουλομενος 𝕻46ℵA,B,C [20%] OC,NU 1:18 εγενετο f35 [97%] RP,HF,OC,TR,CP ¦ εστιν 𝕻46ℵA,B,C [3%] NU § 1:19 γαρ του θεου f35 [90%] RP,HF,OC,TR,CP ¦ ~ 231 ℵA,B,C [4%] NU ¦ ~ 213 𝕻46 ¦ 13 [0.5%] ¦ long omission [5%] * 1:20 επαγγελιαι f35 𝕻46ℵB,C [80%] RP,HF,OC,TR,NU ¦ 1 του A [20%] CP 1:20 το rell ¦ τω f35pt [10%] ¦ — 𝕻46 [0.5%] 1:20 και εν αυτω f35 (90.8%) RP,HF,OC,TR,CP ¦ και δι αυτου 𝕻46 (1.3%) ¦ διο και δι αυτου ℵA,B,C (6.7%) NU ¦ three conflations (0.8%) ¦ three other variants (0.5%) § 1:20 το rell ¦ τω f35pt [10%] ¦ — ℵ [0.5%] * 1:20 δι rell ¦ — C [10%] 1:21 ημας συν υμιν rell ¦ υμας 2 ημιν C [5%] CP ¦ 12 ημιν [4%] 1:22 ο rell ¦ — ℵA,C [10%] § 1:22 αρραβωνα rell ¦ αραβωνα ℵA [10%] ¦ αρραβονα [3%]