3
An aside
(Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; Εἰ* μὴ χρῄζομεν, ὥς τινες, συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἐξ ὑμῶν συστατικῶν; ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων· φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ, διακονηθεῖσα ὑφ᾿ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ᾿§ ἐν πλαξὶν καρδίαις* σαρκίναις.)
Competent ministers
Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν· οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ᾿ ἑαυτῶν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν, ἀλλ᾿ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης· οὐ γράμματος, ἀλλὰ Πνεύματος, τὸ γὰρ γράμμα ἀποκτένει,§ τὸ δὲ Πνεῦμα ζωοποιεῖ.
A greater glory
Εἰ δὲ διακονία τοῦ θανάτου, ἐν γράμμασιν ἐντετυπωμένη ἐν* λίθοις, ἐγενήθη ἐν δόξῃὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέος διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ (τὴν καταργουμένην)— πῶς οὐχὶ μᾶλλον διακονία τοῦ Πνεύματος ἔσται ἐν δόξῃ; Εἰ γὰρ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει§ διακονία τῆς δικαιοσύνης ἐν* δόξῃ. 10 Καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει, εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης 11 εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.
12 Ἔχοντες οὖν τοιαύτην ἐλπίδα, πολλῇ παρρησίᾳ χρώμεθα 13 καὶ οὐ καθάπερ Μωϋσῆς,§ ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ,* πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου. 14 Ἀλλ᾿, ἐπωρώθη τὰ νοήματα αὐτῶν, ἄχρι γὰρ τῆς σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. 15 Ἀλλ᾿ ἕως σήμερον, ἡνίκα§ ἀναγινώσκεται* Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. 16 Ἡνίκα δ᾿ ἂν ἐπιστρέψῃ§ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. 17  δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ* ἐλευθερία. 18 Ἡμεῖς δὲ πάντες, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.
* 3:1 ει f35 A [80%] RP,HF,OC,TR,CP ¦ η 𝕻46ℵB,C [20%] NU 3:1 χρηζομεν rell ¦ χριζομεν [8%] ¦ χρειζομεν [3%] ¦ χριζωμεν [2%] ¦ two other variants [1%] 3:1 συστατικων f35 [95%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [5%] NU § 3:3 αλλ rell ¦ αλλα OC,some TRs * 3:3 καρδιαις f35 ℵA,B,C [80%] RP,HF,OC,CP,NU ¦ καρδιας [20%] TR 3:3 σαρκιναις rell ¦ σαρκικαις CP 3:5 ικανοι εσμεν αφ εαυτων λογισασθαι τι f35 [95%] RP,HF,OC,TR,CP ¦ ~ 125634 A [1.5%] ¦ ~ 341256 (𝕻46)ℵ(B)(C) [3%] NU ¦ two other variants § 3:6 αποκτενει f35 𝕻46ℵA,C [60%] RP,HF,CP ¦ αποκτεννει [35%] OC,NU ¦ αποκτεινει B [5%] TR * 3:7 εν f35 [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [3%] NU 3:7 μωυσεος f35 [35%] CP ¦ μωυσεως 𝕻46ℵB,C [55%] RP,HF,OC,NU ¦ μωσεως A [10%] TR 3:9 η f35 B [95.5%] RP,HF,OC,TR,CP ¦ τη 𝕻46ℵA,C [3%] NU ¦ — [1.5%] § 3:9 περισσευει f35 𝕻46ℵA,B,C [96%] RP,HF,OC,TR,NU ¦ περισσευσει [3%] CP ¦ two other variants [1%] * 3:9 εν f35 [98%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [2%] NU 3:10 ου f35 𝕻46ℵA,B,C [95%] RP,HF,CP,NU ¦ ουδε [5%] OC,TR 3:10 εινεκεν f35 𝕻46ℵA,B [43%] CP,NU ¦ ενεκεν C [57%] RP,HF,OC,TR § 3:13 μωυσης f35 ℵB,C [88%] RP,HF,OC,CP,NU ¦ μωσης A [12%] TR * 3:13 εαυτου f35 ℵ [90%] RP,HF,OC,TR,CP ¦ αυτου A,B,C [10%] NU 3:14 αλλ rell ¦ αλλα B,NU ¦ — 𝕻46 has a long lacuna 3:14 σημερον f35 [90%] RP,HF,OC,TR,CP ¦ 1 ημερας 𝕻46ℵA,B,C [10%] NU § 3:15 ηνικα f35 [95%] RP,HF,OC,TR,CP ¦ 1 αν ℵA,B,C [5%] NU ¦ 1 εαν 𝕻46 * 3:15 αναγινωσκεται f35 [88%] RP,HF,OC,TR,CP ¦ αναγινωσκηται A,C [10%] NU ¦ αναγεινωσκηται 𝕻46ℵB ¦ αναγινωσκητε [1%] 3:15 μωσης f35 A [40%] TR ¦ μωυσης 𝕻46ℵB,C [60%] RP,HF,OC,CP,NU 3:16 δ αν f35 B [96%] RP,HF,OC,TR,CP ¦ δε εαν 𝕻46ℵA [1%] NU ¦ δε C [2%] ¦ δε 2 [1%] § 3:16 επιστρεψη rell ¦ επιστρεψει [18%] * 3:17 εκει f35 [98%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [2%] NU