6
Συνεργοῦντες δὲ καὶ* παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς, λέγει γάρ· «Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοιἸδού, νῦν καιρὸς εὐπρόσδεκτος· ἰδού, νῦν ἡμέρα σωτηρίας.
What it costs to be Christ’s ambassadors
(Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ διακονία· ἀλλ᾿ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι ἐν ὑπομονῇ πολλῇἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις· ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν· διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι· 10 ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.)
An aside
11 Τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς, Κορίνθιοι, καρδία ἡμῶν πεπλάτυνται. 12 Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. 13 Τὴν δὲ αὐτὴν ἀντιμισθίαν (ὡς τέκνοις λέγω), πλατύνθητε καὶ ὑμεῖς.
Separation is a ‘must’
14 Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; Τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος; 15 Τίς δὲ συμφώνησις Χριστῷ§ πρὸς Βελίαρ;* τίς μερὶς πιστῷ μετὰ ἀπίστου; 16 Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; Ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν Θεὸς ὅτι· «Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεὸς καὶ αὐτοὶ ἔσονταί μοι§ λαός 17 Διὸ «Ἐξέλθετε* ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητελέγει Κύριος, «καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς 18 Καί, «Ἔσομαι ὑμῖν εἰς Πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος Παντοκράτωρ
* 6:1 και rell ¦ — [16%] 6:4 συνιστωντες f35 [95%] RP,HF,OC,TR,CP ¦ συνισταντες 𝕻46ℵC [2%] NU ¦ συνιστανοντες B [2%] ¦ συνιστοντες [1%] 6:14 τις δε f35 [93%] RP,HF,OC,TR,CP ¦ ~ η 1 𝕻46ℵB,C [7%] NU § 6:15 χριστω f35 [98%] RP,HF,OC,TR,CP ¦ χριστου 𝕻46ℵB,C [2%] NU * 6:15 βελιαρ rell ¦ βελιαν [15%] ¦ βελιαλ OC,CP 6:16 υμεις f35 𝕻46 C [96%] RP,HF,OC,TR,CP ¦ ημεις ℵB [4%] NU 6:16 εστε f35 𝕻46 C [93%] RP,HF,OC,TR,CP ¦ εσμεν ℵB [4%] NU ¦ εσται [3%] § 6:16 μοι f35 [98%] RP,HF,OC,TR,CP ¦ μου 𝕻46ℵB,C [2%] NU * 6:17 εξελθετε f35 [95%] RP,HF,TR,CP ¦ εξελθατε 𝕻46B,C [5%] OC,NU ¦ εξελθαται ℵ 6:18 εσεσθε rell ¦ εσεσθαι [11%]