The collection for the church in Jerusalem
8
The Macedonian example
Γνωρίζομεν* δὲ ὑμῖν, ἀδελφοί, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας, ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως περισσεία τῆς χαρᾶς αὐτῶν καὶ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν. Ὅτι κατὰ δύναμιν, μαρτυρῶ, καὶ ὑπὲρ δύναμιν, αὐθαίρετοι, μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους δέξασθαι ἡμᾶς§ καὶ οὐ καθὼς ἠλπίσαμεν, ἀλλ᾿ ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ Κυρίῳ (καὶ ἡμῖν, διὰ θελήματος Θεοῦ), εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον, ἵνα καθὼς προενήρξατο, οὕτως καὶ ἐπιτελέσῃ* εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην. Ἀλλ᾿ ὥσπερ ἐν παντὶ περισσεύετεπίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ καὶ τῇ ἐξ ὑμῶν ἐν ἡμῖν ἀγάπῃἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε.
Christ’s example
Οὐ κατ᾿ ἐπιταγὴν λέγω, ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων. Γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι᾿ ἡμᾶς ἐπτώχευσεν, πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε. 10 Καὶ γνώμην ἐν τούτῳ δίδωμι (τοῦτο γὰρ ὑμῖν συμφέρει, οἵτινες οὐ μόνον τὸ ποιῆσαι ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι 11 νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατεὅπως καθάπερ προθυμία τοῦ θέλειν, οὕτως καὶ τὸ ἐπιτελέσαιἐκ τοῦ ἔχειν 12 (εἰ γὰρ προθυμία πρόκειται, καθὸ ἐὰν§ ἔχῃ* τις, εὐπρόσδεκτος, οὐ καθὸ οὐκ ἔχει). 13 Οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν δὲ§ θλῖψις, 14 ἀλλ᾿ ἐξ ἰσότητοςἐν τῷ νῦν καιρῷ τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημαὅπως γένηται ἰσότης· 15 καθὼς γέγραπται· «* τὸ πολὺ οὐκ ἐπλεόνασεν, καὶ τὸ ὀλίγον οὐκ ἠλαττόνησεν
When handling money, avoid criticism
16 Χάρις δὲ τῷ Θεῷ τῷ διδόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου· 17 ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων, αὐθαίρετος ἐξῆλθεν πρὸς ὑμᾶς. 18 Συνεπέμψαμεν δὲ μετ᾿ αὐτοῦ τὸν ἀδελφὸν οὗ § ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν· 19 οὐ μόνον δέἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν ἐκκλησιῶν συνέκδημος ἡμῶν σὺν τῇ χάριτι ταύτῃ, τῇ διακονουμένῃ ὑφ᾿ ἡμῶν πρὸς τὴν αὐτοῦ* τοῦ Κυρίου δόξαν, καὶ προθυμίαν ἡμῶν, 20 στελλόμενοι τοῦτο, μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ᾿ ἡμῶν· 21 προνοούμενοι§ καλά, οὐ μόνον ἐνώπιον Κυρίου ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. 22 Συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπουδαιότερον, πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς.* 23 Εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός· εἴτε ἀδελφοὶ ἡμῶν, ἀπόστολοι ἐκκλησιῶν, δόξα Χριστοῦ. 24 Τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν (καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν) εἰς αὐτοὺς ἐνδείξασθε εἰς πρόσωπον τῶν ἐκκλησιῶν.
* 8:1 γνωριζομεν rell ¦ γνωριζω [23%] OC ¦ γνωριζωμεν [2%] 8:2 τον πλουτον f35 [98%] RP,HF,OC,TR,CP ¦ το πλουτος 𝕻46ℵB,C [2%] NU 8:3 υπερ f35 [98%] RP,HF,OC,TR,CP ¦ παρα ℵB,C [2%] NU § 8:4 δεξασθαι ημας f35 [30%] CP,TR ¦ — 𝕻46ℵB,C [70%] RP,HF,OC,NU * 8:6 επιτελεση rell ¦ επιτελεσει [24%] 8:7 υμων εν ημιν f35 ℵC [90%] RP,HF,OC,TR,CP ¦ ημων εν υμιν (𝕻46)B [7%] NU ¦ 12 υμιν [1.5%] ¦ two other variants 8:9 ημας f35 C [40%] ¦ υμας 𝕻46ℵB [60%] RP,HF,OC,TR,CP,NU § 8:12 καθὸ εαν f35 B,C [30%] RP,HF,OC,TR,CP,NU ¦ καθὸ αν ℵ [3%] ¦ καθ ὃ εαν [58%] ¦ καθ ὃ αν [9%] * 8:12 εχη rell ¦ εχει [13%] 8:12 τις f35 [90%] RP,HF,OC,TR,CP ¦ — ℵB,C [10%] NU 8:12 καθὸ rell ¦ καθ ὃ [58%] [The meaning would appear to be virtually the same.] § 8:13 δε f35 [98%] RP,HF,OC,TR,CP ¦ — ℵB,C [2%] NU * 8:15 ο rell ¦ ω [1%] CP 8:15 ο rell ¦ ω [1%] CP ¦ — [39%] 8:16 διδοντι f35 ℵB(C)I [65%] RP,HF,OC,TR,CP ¦ δοντι 𝕻46 [34%] NU ¦ διδουντι [1%] § 8:18 ο rell ¦ — [1%] CP * 8:19 αυτου f35 ℵ [92%] RP,HF,OC,TR,CP[NU] ¦ — B,C [5%] ¦ αυτην [3%] ¦ — 𝕻46 has a long omission 8:19 ημων f35 ℵB,C [94%] RP,HF,OC,NU ¦ υμων [6%] CP,TR ¦ — 𝕻46 has a long omission 8:20 ημας rell ¦ υμας [15%] § 8:21 προνοουμενοι f35 (85.1%) RP,HF,OC,TR,CP ¦ 1 γαρ C (5.5%) ¦ προνοουμεν γαρ 𝕻46ℵB (8.7%) NU ¦ προνοουμεν (0.7%) * 8:22 υμας rell ¦ ημας [14%] 8:24 ενδειξασθε f35 C [97.5%] RP,HF,OC,TR,CP ¦ ενδεικνυμενοι B [1%] NU ¦ ενδειξασθαι (ℵ) [1.5%] 8:24 εις f35 ℵB,C [95%] RP,HF,OC,CP,NU ¦ και 1 [5%] TR