2
A wealth of confident understanding
Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ* ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ ὅσοι οὐχ ἑωράκασιν τὸ πρόσωπόν μου ἐν σαρκί, ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, συμβιβασθέντων§ ἐν ἀγάπῃ καὶ εἰς πάντα πλοῦτον* τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ καὶ Πατρὸς καὶ τοῦ Χριστοῦ, ἐν εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι.
Τοῦτο δὲ§ λέγω ἵνα μή τις* ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ. Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.
Christian responsibility
Ὡς οὖν παρελάβετε τὸν Χριστόν, Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε, ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ βεβαιούμενοι ἐν τῇ πίστει, καθὼς ἐδιδάχθητε, περισσεύοντες ἐν αὐτῇ§ ἐν εὐχαριστίᾳ.
Christ vs ‘the world’
Βλέπετε μή τις ὑμᾶς ἔσται συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν. Ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ Πλήρωμα τῆς Θεότητος σωματικῶς, 10 καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι ὅς ἐστιν κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας· 11 ἐν καὶ περιετμήθητε, περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν* τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, 12 συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι· ἐν καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν.
13 Καὶ ὑμᾶς, νεκροὺς ὄντας§ τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶνσυνεζωοποίησεν ὑμᾶς* σὺν αὐτῷ· χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα· 14 ἐξαλείψας τὸ καθ᾿ ἡμῶν χειρόγραφον (τοῖς δόγμασιν) ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ· 15 ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.
Don’t be disqualified!
16 Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει § ἐν πόσει, ἐν μέρει ἑορτῆς νουμηνίας* σαββάτων, 17  ἐστιν σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα Χριστοῦ. 18 Μηδεὶς ὑμᾶς καταβραβευέτω, θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, μὴ ἑώρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, 19 καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα, διὰ τῶν ἁφῶν§ καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον, αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ.
20 Εἰ οὖν ἀπεθάνετε* σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί, ὡς ζῶντες ἐν κόσμῳ, δογματίζεσθε 21 —«Μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς» 22 ( ἐστιν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει) κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων; 23 Ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκείᾳ§ καὶ ταπεινοφροσύνῃ καὶ* ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινὶ πρὸς πλησμονὴν τῆς σαρκός.
* 2:1 περι f35 [93%] RP,HF,OC,TR,CP ¦ υπερ 𝕻46ℵA,B,C [7%] NU 2:1 λαοδικεια rell ¦ λαοδικια ℵA,B,C [10%] 2:1 εωρακασιν f35 [85%] RP,HF,OC,TR,CP ¦ εορακασιν [10%] ¦ εωρακαν A,B [2%] ¦ εορακαν 𝕻46ℵC [3%] NU § 2:2 συμβιβασθεντων f35 [95%] RP,HF,OC,TR,CP ¦ συμβιβασθεντες (𝕻46)ℵA,B(C) [4%] NU ¦ συμβιβασθωσιν [1%] * 2:2 παντα πλουτον f35 [95%] RP,HF,OC,TR,CP ¦ παν πλουτος 𝕻46ℵB [3%] NU ¦ παν το πλουτος A,C [2%] 2:2 και πατρος και του f35 (79.6%) RP,HF,OC,TR,CP ¦ 124 (12.9%) ¦ 234 (1.8%) ¦ 123 (0.7%) ¦ 24 A,C (0.7%) ¦ 23 (0.2%) ¦ 2 ℵ,048 (0.3%) ¦ — 𝕻46B (3%) NU ¦ five other readings (0.8%) 2:3 της f35 A [95%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB,C [5%] NU § 2:4 δε f35 C,048 [95%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B [5%] NU * 2:4 μη τις f35 [95%] RP,HF,OC,TR,CP ¦ μηδεις ℵA,B,C,048 [5%] NU 2:4 πιθανολογια rell ¦ πειθανολογια [2%] CP 2:7 εν τη f35 ℵ [95%] RP,HF,OC,TR,CP ¦ 1 A,C,I [2%] ¦ 2 B [3%] NU § 2:7 εν αυτη f35 B,048v [95%] RP,HF,OC,TR,CP ¦ — ℵA,C,Iv [4%] NU ¦ 1 αυτω D [1%] * 2:11 των αμαρτιων f35 (92.5%) RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C (7%) NU ¦ omit longer stretches (0.5%) (Would not ‘the body of the flesh’, the reading of NU, be something of a tautology?) 2:12 βαπτισματι f35 ℵA,C [95%] RP,HF,OC,TR,CP ¦ βαπτισμω 𝕻46B [2%] NU 2:12 των f35 B [70%] RP,HF,OC,TR ¦ — 𝕻46ℵA,C [30%] CP,NU § 2:13 οντας f35 ℵB [45%] ¦ 1 εν 𝕻46A,C,048 [55%] RP,HF,OC,TR,CP[NU] (OC is in small print.) * 2:13 υμας f35 ℵA,C [65%] RP,HF,OC,CP,NU ¦ ημας 𝕻46B [20%] ¦ — [15%] TR 2:13 ημιν f35 ℵA,B,C [70%] RP,HF,OC,TR,CP,NU ¦ υμιν [30%] (some TRs) 2:14 ηρκεν f35 𝕻46ℵA,B,C [60%] RP,HF,TR,NU ¦ ηρεν [40%] OC,CP § 2:16 η f35 ℵA,C,I [98%] RP,HF,OC,TR,CP ¦ και 𝕻46B [2%] NU * 2:16 νουμηνιας rell ¦ νεομηνιας B [2%] NU 2:17 σωμα f35 𝕻46 [95%] RP,HF,OC,CP ¦ 1 του ℵA,B,C [5%] TR,NU 2:18 μη εωρακεν f35 (83.5%) RP,HF,OC,TR,CP ¦ 1 εορακεν C (12.3%) ¦ 1 εωρακαμεν (1.7%) ¦ 1 εωρακως (0.5%) ¦ 1 εωρακατε (0.2%) ¦ ουκ 2 (0.3%) ¦ 2 𝕻46A (0.5%) ¦ εορακεν ℵB,I (1%) NU § 2:19 ἁφων rell ¦ ἀφων [25%] * 2:20 ουν απεθανετε f35 [80%] OC,TR ¦ ~ 21 (ℵ) [5%] ¦ 2 A,B,C [15%] RP,HF,CP,NU 2:20 συν f35 ℵA,B,C [95%] RP,HF,CP,NU ¦ 1 τω [5%] OC,TR 2:21 μηδε f35 ℵA,B,C [90%] RP,HF,OC,TR,NU ¦ μη [10%] CP (Twice.) § 2:23 εθελοθρησκεια rell ¦ εθελοθρησκια ℵC [10%] OC,NU * 2:23 και f35 ℵA,C [98%] RP,HF,OC,TR,CP[NU] ¦ — 𝕻46B [2%] 2:23 αφειδια rell ¦ αφειδεια [10%]