2
How he was recognized by the apostolate
Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα, μετὰ Βαρνάβα, συμπαραλαβὼν καὶ Τίτον. Ἀνέβην δὲ κατὰ ἀποκάλυψιν καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον κηρύσσω ἐν τοῖς ἔθνεσιν. Κατ᾿ ἰδίαν δὲ τοῖς δοκοῦσιν, μή πως εἰς κενὸν τρέχω, ἔδραμον. Ἀλλ᾿ οὐδὲ Τίτος, σὺν ἐμοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι· διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους (οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν, ἣν ἔχομεν* ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς καταδουλώσωνται), οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς.— Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι (ὁποῖοί ποτε§ ἦσαν οὐδέν μοι διαφέρει· πρόσωπον* Θεὸς ἀνθρώπου οὐ λαμβάνει)—ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο, ἀλλὰ τοὐναντίον, ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας, καθὼς Πέτρος τῆς περιτομῆς ( γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς ἐνήργησεν καὶ ἐμοὶ εἰς τὰ ἔθνη), καὶ γνόντες§ τὴν χάριν τὴν δοθεῖσάν* μοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν· 10 μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν,§ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.
Paul has to rebuke Peter
11 Ὅτε δὲ ἦλθεν Πέτρος* εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν. 12 Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου, μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτόν, φοβούμενος τοὺς ἐκ περιτομῆς. 13 Καὶ συνυπεκρίθησαν§ αὐτῷ καὶ* οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει. 14 Ἀλλ᾿ ὅτε εἶδον§ ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπον τῷ Πέτρῳ* ἔμπροσθεν πάντων· «Εἰ σύ, Ἰουδαῖος ὑπάρχων, ἐθνικῶς ζῇς καὶ οὐκ Ἰουδαϊκῶς, τί τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν; 15 Ἡμεῖς φύσει Ἰουδαῖοι (καὶ οὐκ ἐξἐθνῶν ἁμαρτωλοί›), 16 εἰδότες§ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου· διότι* οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. 17 Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; Μὴ γένοιτο.
18 »Εἰ γὰρ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. 19 Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον ἵνα Θεῷ ζήσω. 20 Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγὼ ζῇ δὲ ἐν ἐμοὶ Χριστός· δὲ νῦν ζῶ ἐν σαρκὶ ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. 21 Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν
* 2:4 εχομεν rell ¦ εχωμεν [12%] 2:4 καταδουλωσωνται f35 [97%] RP,HF,OC,TR,CP ¦ καταδουλωσουσιν ℵA,B,C [1.5%] NU ¦ καταδουλωσωσιν 𝕻46 [1%] ¦ three other variants 2:5 ειξαμεν rell ¦ ηξαμεν [12%] § 2:6 ποτε rell ¦ τε [1%] CP * 2:6 προσωπον f35 B,C [92%] RP,HF,OC,TR ¦ 1 ο 𝕻46ℵA [8%] CP[NU] 2:6 λαμβανει rell ¦ συλλαμβανει CP 2:8 και εμοι f35 ℵA,B [90%] RP,HF,OC,TR,CP,NU ¦ καμοι 𝕻46A,C [8%] ¦ 1 εν 2 [2%] § 2:9 γνοντες rell ¦ γνωντες [15%] * 2:9 δοθεισαν rell ¦ δοθησαν [11%] 2:9 μεν f35 A,C [45%] RP ¦ — ℵB [55%] HF,OC,TR,CP,NU 2:10 μονον rell ¦ 1 δε [3%] CP § 2:10 μνημονευωμεν rell ¦ μνημονευομεν [15%] * 2:11 πετρος f35 (92.8%) RP,HF,OC,TR,CP ¦ κηφας ℵA,B,C (6.2%) NU ¦ a long omission (1%) 2:12 συνησθιεν rell ¦ συνισθιεν [4.5%] CP ¦ συνησθειον 𝕻46 [0.5%] ¦ two other variants 2:12 αφωριζεν rell ¦ αφοριζεν [17%] § 2:13 συνυπεκριθησαν rell ¦ συνυποκριθησαν CP ¦ two other spellings [3%] * 2:13 και f35 ℵA,C [99%] RP,HF,OC,TR,CP[NU] ¦ — 𝕻46B [1%] 2:13 και rell ¦ — CP 2:13 αυτων τη υποκρισει rell ¦ ~ 312 [10%] § 2:14 ειδον rell ¦ ιδον A [13%] * 2:14 πετρω f35 (94.5%) RP,HF,OC,TR,CP ¦ κηφα 𝕻46ℵA,B,C (4.6%) NU ¦ a long omission (0.8%) 2:14 ζης και ουκ (ουχ 4.3%, ουχι 4.3%) ιουδαικως f35 (86.9%) RP,HF,OC,TR(CP) ¦ 124 (5%) ¦ ~ 2 ουχι 41 B (1.7%) NU ¦ ~ 2 ουχ (ουκ 1.7%) 41 ℵA,C (3.7%) ¦ 1 𝕻46 (0.7%) ¦ ~ 341 (0.7%) ¦ ~ 241 (0.3%) ¦ 134 (0.3%) ¦ a long omission (0.8%) 2:14 τι f35 [93.5%] RP,HF,OC,TR,CP ¦ πως 𝕻46ℵA,B,C [6.5%] NU § 2:16 ειδοτες f35 𝕻46A [80%] RP,HF,TR,CP ¦ 1 δε ℵB,C [10%] OC[NU] ¦ 1 ουν [10%] (OC has small print.) * 2:16 διοτι f35 C [88%] RP,HF,OC,TR,CP ¦ οτι 𝕻46ℵA,B,I [4%] NU ¦ — [8%] 2:16 ου δικαιωθησεται εξ εργων νομου f35 [95%] RP,HF,OC,TR,CP ¦ ~ 34512 𝕻46ℵA,C,I [4%] NU ¦ ~ 3452 B ¦ three other variants 2:18 συνιστημι f35 [90%] RP,HF,OC,TR,CP ¦ συνιστανω 𝕻46ℵA,B,C [3%] NU ¦ seven other variants, based on the two main ones [7%]