2
Water into wine
Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἦν μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ. Ἐκλήθη δὲ καὶ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. Καὶ ὑστερήσαντος οἴνου, λέγει μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν, «Οἶνον οὐκ ἔχουσιν Λέγει* αὐτῇ Ἰησοῦς· «Τί ἐμοὶ καὶ σοί, γύναι; Οὔπω ἥκει ὥρα μου Λέγει μήτηρ αὐτοῦ τοῖς διακόνοις, « τι ἂν λέγῃ ὑμῖν, ποιήσατε
(Ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ κείμεναι, κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο τρεῖς.) Λέγει αὐτοῖς Ἰησοῦς, «Γεμίσατε τὰς ὑδρίας ὕδατοςΚαὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. Καὶ λέγει αὐτοῖς, «Ἀντλήσατε νῦν, καὶ φέρετε τῷ ἀρχιτρικλίνῳΚαὶ§ ἤνεγκαν. Ὡς δὲ ἐγεύσατο ἀρχιτρίκλινος τὸ ὕδωροἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν (οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ)—φωνεῖ τὸν νυμφίον ἀρχιτρίκλινος 10 καὶ λέγει αὐτῷ· «Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν μεθυσθῶσιν, τότε* τὸν ἐλάσσω. Σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι
11 Ταύτην ἐποίησεν τὴν ἀρχὴν τῶν σημείων Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ· καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
12 Μετὰ τοῦτο κατέβη εἰς Καπερναούμαὐτὸς καὶ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταὶ αὐτοῦ§καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.
The first cleansing of the Temple—Passover, 27 AD
13 Καὶ ἐγγὺς ἦν τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα Ἰησοῦς. 14 Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστεράς, καὶ τοὺς κερματιστὰς καθημένους. 15 Καὶ ποιήσας φραγέλλιον* ἐκ σχοινίων, πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας· καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὸ κέρμα, καὶ τὰς τραπέζας ἀνέστρεψεν. 16 Καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· «Ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου 17 Ἐμνήσθησαν δὲ§ οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, « ζῆλος τοῦ οἴκου σου καταφάγεταί* με
18 Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ, «Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς 19 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν 20 Εἶπον οὖν οἱ Ἰουδαῖοι, «Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη§ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν 21 Ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. 22 Ὅτε οὖν ἠγέρθη ἐκ* νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν· καὶ ἐπίστευσαν τῇ Γραφῇ, καὶ τῷ λόγῳ εἶπεν Ἰησοῦς.
23 Ὡς δὲ ἦν ἐν τοῖς§ Ἱεροσολύμοις ἐν τῷ Πάσχα, ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἐποίει. 24 Αὐτὸς δὲ * Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς, διὰ τὸ αὐτὸν γινώσκειν πάντας, 25 καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου, αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ.
* 2:4 λεγει f35 𝕻75ℵ [98%] CP,HF,RP,OC,TR ¦ και 1 𝕻66A,B(W) [2%] [NU] 2:5 λεγη f35 𝕻66,75ℵA,B,W [70%] HF,RP,OC,TR,NU ¦ λεγει [30%] CP 2:6 υδριαι λιθιναι εξ κειμεναι κατα τον καθαρισμον των ιουδαιων f35 A,Nv (95.4%) CP,HF,RP,OC,TR ¦ 1 λιθινοι 3456789 (0.5%) ¦ 13456789 (0.2%) ¦ 12456789 (0.2%) ¦ 12356789 (0.4%) ¦ ~ 213567894 (−4 ℵ) 𝕻66(75)(ℵ)B (0.9%) NU ¦ ~ 123567894 W (0.2%) ¦ ~ 213456789 (1%) ¦ ~ 132456789 (0.2%) ¦ ~ 124356789 (0.6%) ¦ five other variants (0.3%) § 2:8 και f35 A [95%] CP,HF,RP,OC,TR ¦ οι δε 𝕻66,75ℵB,N,W [5%] NU * 2:10 τοτε f35 A,N [99%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵB,W [1%] NU 2:11 εποιησεν την αρχην f35 ℵW [95%] CP,HF,RP,OC,TR ¦ 13 𝕻75A,B,N [5%] NU ¦ ~ πρωτην 31 𝕻66 2:12 καπερναουμ f35 A,N [99.5%] CP,HF,RP,OC,TR ¦ καφαρναουμ 𝕻66,75ℵB [0.5%] NU ¦ — W (omits phrase) (A similar statement obtains wherever the name occurs.) § 2:12 και η μητηρ αυτου και οι αδελφοι αυτου και οι μαθηται αυτου f35 A,N (91%) CP,HF,RP,OC,TR[NU] ¦ 1-7,9-12 𝕻66,75B,0162 (0.5%) ¦ 1-7,9-11 (0.2%) ¦ ~ 1-4,9-12,5-7 (3.2%) ¦ ~ 9-12,1-3,5-8 W (0.4%) ¦ 1-8 ℵ (2%) ¦ 1-4,9-12 (1.8%) ¦ ~ 9-12,5-8 (0.2%) ¦ 1-4 (0.4%) ¦ four further variants (0.3%) * 2:15 φραγελλιον f35 ℵA,B,N (82.6%) CP,HF,RP,OC,TR,NU ¦ φραγγελιον (14.4%) ¦ ως 1 𝕻66,75W,0162 (3%) 2:15 σχοινιων rell ¦ σχοινιου [1%] CP ¦ σχυνιων N 2:15 ανεστρεψεν f35 𝕻75A,N,0162 (85.8%) CP,HF,RP,OC,TR ¦ ανετρεψεν 𝕻66B,W (9.2%) NU ¦ κατεστρεψεν ℵ (5%) ¦ two other variants (0.1%) § 2:17 δε f35 A,N [99%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵB [1%] NU ¦ ~ και W * 2:17 καταφαγεται rell ¦ κατεφαγε [5%] TR ¦ καταφαγετε 𝕻66W [1%] 2:19 απεκριθη rell ¦ 1 ο ℵN [10%] TR 2:20 τεσσαρακοντα f35 [95%] CP,HF,RP,OC,TR ¦ τεσσερακοντα 𝕻66ℵA,B [5%] NU ¦ μ 𝕻75W ¦ τεσσερεκοντα N § 2:20 ωκοδομηθη f35 A,N [99%] CP,HF,RP,OC,TR ¦ οικοδομηθη 𝕻66,75ℵB(W) [1%] NU * 2:22 εκ rell ¦ 1 των [5%] CP 2:22 ελεγεν f35 𝕻66,75ℵA,B,N,W [90%] HF,RP,OC,NU ¦ 1 αυτοις [10%] CP,TR 2:22 ω f35 A,N,W (98.2%) CP,HF,RP,OC,TR ¦ ον 𝕻66,75ℵB (1%) NU ¦ αυτου (−ειπεν ο ιησους) (0.7%) ¦ two other variants (0.1%) § 2:23 τοις rell ¦ — [5%] TR * 2:24 ο f35 ℵA,N,W (99.2%) CP,HF,RP,OC,TR ¦ — 𝕻66,75B (0.5%) NU ¦ omit phrase (0.2%) 2:24 εαυτον f35 𝕻66N(W) [99%] CP,HF,RP,OC,TR ¦ αυτον ℵA,B [1%] NU ¦ — 𝕻75