Jesus returns to Jerusalem—Passover, 28 AD
5
Μετὰ ταῦτα ἦν * ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα.
The pool of Bethesda
Ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις, ἐπὶ τῇ Προβατικῇ, κολυμβήθρα ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδά,§ πέντε στοὰς ἔχουσα. Ἐν ταύταις κατέκειτο πλῆθος πολὺ* τῶν ἀσθενούντωντυφλῶν, χωλῶν, ξηρῶνἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν· ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρα καὶ ἐτάρασσεν τὸ ὕδωρ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο δήποτε κατείχετο νοσήματι.§
The man selected for healing
Ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα ὀκτὼ ἔτη* ἔχων ἐν τῇ ἀσθενείᾳ. Τοῦτον ἰδὼν Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ, «Θέλεις ὑγιὴς γενέσθαι Ἀπεκρίθη αὐτῷ ἀσθενῶν, «Κύριε, ἄνθρωπον οὐκ ἔχω ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν, ἐν δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει Λέγει αὐτῷ Ἰησοῦς, «Ἔγειραι,§ ἆρον τὸν κράββατόν* σου καὶ περιπάτει Καὶ εὐθέως ἐγένετο ὑγιὴς ἄνθρωπος καὶ ἦρεν τὸν κράββατον αὐτοῦ καὶ περιεπάτει. 10 Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· «Σάββατόν ἐστιν· οὐκ ἔξεστίν σοι ἆραι τὸν κράββατον 11 Ἀπεκρίθη§ αὐτοῖς, « ποιήσας με ὑγιῆἐκεῖνός μοι εἶπεν, ‹Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει.› » 12 Ἠρώτησαν οὖν* αὐτόν, «Τίς ἐστιν ἄνθρωπος εἰπών σοι, ‹Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει;› » 13  δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν, γὰρ Ἰησοῦς ἐξένευσεν, ὄχλου ὄντος ἐν τῷ τόπῳ.
14 Μετὰ ταῦτα εὑρίσκει αὐτὸν Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· «Ἴδε, ὑγιὴς γέγονας. Μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται 15 Ἀπῆλθεν ἄνθρωπος καὶ ἀνήγγειλεν τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ποιήσας αὐτὸν ὑγιῆ.
The Jews want to kill Jesus
16 Καὶ διὰ τοῦτο ἐδίωκον τὸν Ἰησοῦν οἱ Ἰουδαῖοι§ καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι,* ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. 17  δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς, « Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι 18 Διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυεν τὸ σάββατον ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγεν τὸν Θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.
Jesus addresses the Jews
He affirms His equality with the Father
19 Ἀπεκρίνατο οὖν Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, οὐ δύναται Υἱὸς ποιεῖν ἀφ᾿ ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ§ τὸν Πατέρα ποιοῦντα· γὰρ ἂν ἐκεῖνος ποιῇ,* ταῦτα καὶ Υἱὸς ὁμοίως ποιεῖ. 20  γὰρ Πατὴρ φιλεῖ τὸν Υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ αὐτὸς ποιεῖ· καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε. 21 Ὥσπερ γὰρ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ Υἱὸς οὓς θέλει ζωοποιεῖ. 22 Οὐδὲ γὰρ Πατὴρ κρίνει οὐδένα ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ Υἱῷ, 23 ἵνα πάντες τιμῶσιν τὸν Υἱὸν καθὼς τιμῶσιν τὸν Πατέρα. μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν.
The Son is the Just Judge
24 »Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον· καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.
25 »Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται. 26 Ὥσπερ γὰρ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκεν καὶ τῷ Υἱῷ§ ζωὴν ἔχειν ἐν ἑαυτῷ· 27 καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ καὶ* κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν. 28 Μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ 29 καὶ ἐκπορεύσονταιοἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. 30 Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾿ ἐμαυτοῦ οὐδέν. Καθὼς ἀκούω, κρίνω, καὶ κρίσις ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.
Four witnesses to Jesus
31 »Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, μαρτυρία μου οὐκ ἔστιν ἀληθής. 32 Ἄλλος ἐστὶν μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ. 33 Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην καὶ μεμαρτύρηκεν τῇ ἀληθείᾳ. 34 Ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω· ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε. 35 Ἐκεῖνος ἦν λύχνος, καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν§ ἐν τῷ φωτὶ αὐτοῦ. 36 Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου, τὰ γὰρ ἔργα ἔδωκέν* μοι Πατὴρ ἵνα τελειώσω αὐτάαὐτὰ τὰ ἔργα ἐγὼ ποιῶμαρτυρεῖ περὶ ἐμοῦ ὅτι Πατήρ με ἀπέσταλκεν.
37 »Καὶ πέμψας με Πατήρ, αὐτὸς μεμαρτύρηκεν περὶ ἐμοῦ. Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε§ οὔτε εἶδος αὐτοῦ ἑωράκατε.* 38 Καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε μένοντα ἐν ὑμῖν, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. 39 Ἐρευνᾶτε τὰς Γραφὰς ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν, καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ. 40 Καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε.
The Jews are accused by Moses
41 »Δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω. 42 Ἀλλ᾿§ ἔγνωκα ὑμᾶς, ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. 43 Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.* 44 Πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε;
45 »Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν κατηγορῶν ὑμῶν, Μωσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. 46 Εἰ γὰρ ἐπιστεύετε Μωσεῖ,§ ἐπιστεύετε ἂν ἐμοί, περὶ ἐμοῦ γὰρ* ἐκεῖνος ἔγραψεν. 47 Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε
* 5:1 η f35 ℵC [50%] CP,HF,RP,OC ¦ — 𝕻66,75A,B,D,N,T,W [50%] TR,NU 5:1 ο f35 ℵC(N)W [98%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75A,B,D [2%] NU 5:2 εστιν rell ¦ εστη CP [Note the present tense; John was writing before A.D. 70—see the next to the last footnote in John.] § 5:2 βηθεσδα f35 A,C(N) (98%) CP,HF,RP,OC,TR ¦ βηθεσθα (1.2%) ¦ βηθσαιδα 𝕻75B,T,W (0.4%) ¦ βηδσαιδαν 𝕻66 ¦ βηθζαθα ℵ (0.3%) NU ¦ βελζεθα D (Is the choice of NU not curious?) * 5:3 πολυ f35 A,D [99%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵB,C,D,W [1%] NU 5:3 εκδεχομενων (απεκδεχομενων 1.6%) την του υδατος κινησιν f35 (D)W (99.3%) CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵA,B,C,T (0.7%) NU 5:4 εταρασσεν rell ¦ εταρασσετο [30%] CP,OC § 5:4 The whole verse f35 (A) (99.2%) CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵB,C,D,T,W (0.8%) NU * 5:5 τριακοντα οκτω ετη f35 B [50%] CP,RP,TR ¦ 1 και 23 ℵA,C,D [50%] HF,OC[NU] ¦ ετη λη 𝕻66 ¦ λη 𝕻75 ¦ μ και η 3 W 5:5 ασθενεια f35 A [97%] CP,HF,RP,TR ¦ 1 αυτου 𝕻66,75ℵB,C,D,W [3%] OC,NU 5:7 βαλη rell ¦ βαλλη [5%] TR ¦ βαλλει [2%] ¦ βαλει [2%] ¦ εμβαλη C § 5:8 εγειραι f35 𝕻66 [70%] CP,HF,RP,TR ¦ εγειρε 𝕻75ℵB,C,W [29%] OC,NU ¦ εγειρε και A,D [1%] * 5:8 κραββατον f35 𝕻75 [70%] CP,HF,RP,TR ¦ κραβαττον 𝕻66A,B,C,D,W [29%] OC,NU ¦ κραβακτον ℵ ¦ four other spellings (A similar statement obtains wherever the word occurs.) 5:10 εστιν f35 [95%] CP,HF,RP,OC,TR ¦ 1 και 𝕻66,75ℵA,B,C,D,N,W [5%] NU 5:10 κραββατον f35 A,B [95%] CP,HF,RP,OC,TR ¦ 1 σου 𝕻66,75ℵC,D,N,W [5%] NU § 5:11 απεκριθη f35 D [95%] CP,HF,RP,OC,TR ¦ ο δε 1 𝕻66ℵC,N,W [4.5%] NU ¦ ος δε 1 𝕻75A,B [0.5%] * 5:12 ουν f35 𝕻75C,N [99.5%] CP,HF,RP,OC,TR ¦ — 𝕻66ℵB,D [0.4%] NU ¦ omit verse A,W [homoioteleuton] 5:12 τον κραββατον σου f35 [70%] CP,HF,RP,OC,TR ¦ 1 κραβαττον 3 D [29.5%] ¦ 1 κραβατον 3 N ¦ — 𝕻66,75ℵB,C [0.4%] NU ¦ omit verse A,W 5:14 τι σοι f35 ℵD,W [60%] CP,HF,RP,TR ¦ ~ 21 𝕻66,75A,B,C,N [40%] OC,NU § 5:16 τον ιησουν οι ιουδαιοι f35 A,N (95.2%) CP,HF,RP,OC,TR ¦ ~ 3412 𝕻66,75ℵB,C,D,W (2%) NU ¦ 124 (1.1%) ¦ αυτον 34 (1.4%) ¦ three other variants (0.4%) * 5:16 και εζητουν αυτον αποκτειναι f35 A(N) (97.2%) CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵB,C,D,W (2.8%) NU 5:17 ιησους f35 𝕻66A,D,N [99.5%] CP,HF,RP,OC,TR[NU] ¦ — 𝕻75ℵB,W [0.5%] 5:19 απεκρινατο ουν ο ιησους και ειπεν αυτοις f35 A [98%] CP,HF,RP,OC,TR ¦ 12345 ελεγεν 7 𝕻66 [0.3%] NU ¦ 12345 λεγει 7 [1%] ¦ απεκριθη 234567 D,N,W [0.5%] ¦ 125 ελεγεν 7 𝕻75B ¦ ~ ελεγεν 2734 ℵ § 5:19 βλεπη rell ¦ βλεπει [30%] * 5:19 ποιη rell ¦ ποιει A [30%] 5:25 ακουσονται f35 A,D [98.5%] CP,HF,RP,OC,TR ¦ ακουσουσιν 𝕻75B [0.5%] NU ¦ ακουσωσιν 𝕻66ℵW [1%] 5:25 ζησονται f35 A [98%] CP,HF,RP,OC,TR ¦ ζησουσιν 𝕻66,75ℵB,D,W [2%] NU ¦ one other reading § 5:26 εδωκεν και τω υιω f35 A,D [99.5%] CP,HF,RP,OC,TR ¦ ~ 2341 𝕻66,75B [0.4%] NU ¦ — ℵ ¦ ~ 234 ζωην 1 W * 5:27 και f35 D [99%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75(ℵ)A,B,N,W [1%] NU 5:28 ακουσονται f35 A,D [98.5%] CP,HF,RP,OC,TR ¦ ακουσουσιν 𝕻75B [0.5%] NU ¦ ακουσωσιν 𝕻66ℵN,W [1%] 5:30 πατρος f35 [80%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵA,B,D,N,W [20%] NU § 5:35 αγαλλιαθηναι προς ωραν f35 𝕻66ℵB,D,N [89.5%] HF,RP,OC,NU ¦ ~ 231 A,W [0.5%] CP ¦ αγαλλιασθηναι 23 [10%] TR * 5:36 εδωκεν f35 A,D [95%] CP,HF,RP,OC,TR ¦ δεδωκεν 𝕻66ℵB,N,W [5%] NU 5:36 εγω f35 [96%] CP,HF,RP,OC,TR ¦ — 𝕻66ℵA,B,D,N,W [4%] NU 5:37 αυτος f35 𝕻66A,N (98.1%) CP,HF,RP,OC,TR ¦ εκεινος 𝕻75,95ℵB,W (0.8%) NU ¦ εκεινος 1 D (0.1%) ¦ — (0.1%) ¦ long omissions (0.8%) § 5:37 ακηκοατε πωποτε f35 [95%] CP,HF,RP,OC,TR ¦ ~ 21 𝕻(66)75vℵA,B,D,N,W [5%] NU * 5:37 εωρακατε rell ¦ εορακατε 𝕻75N [10%] ¦ εωρακαται 𝕻66 5:38 μενοντα εν υμιν f35 A,D [96%] CP,HF,RP,OC,TR ¦ ~ 231 𝕻66,75ℵB,N,W [3%] NU ¦ ~ 23 οντα [1%] 5:39 ερευνατε f35 A,D,W [99.6%] CP,HF,RP,OC,TR ¦ εραυνατε 𝕻66ℵB [0.4%] NU ¦ εραυναται N § 5:42 αλλ f35 𝕻66ℵA,N [99.5%] CP,HF,RP,OC,TR ¦ αλλα 𝕻75B,D,W [0.5%] NU * 5:43 ληψεσθε f35 [97%] CP,HF,RP,OC,TR ¦ ληψεσθαι [2.2%] ¦ λημψεσθαι ℵA,D,W [0.5%] ¦ λημψεσθε 𝕻66,75B,N [0.3%] NU 5:44 ανθρωπων f35 (22.6%) ¦ αλληλων 𝕻66,75ℵA,B,D,N,W (77.2%) CP,HF,RP,OC,TR,NU ¦ long omissions (0.2%) 5:45 μωσης f35 A [96%] CP,HF,RP,TR ¦ μωυσης 𝕻66,75ℵB,D,N,W [3%] OC,NU ¦ μωσεις [1%] § 5:46 μωσει f35 ℵA [50%] CP,HF,TR ¦ μωση [47%] RP ¦ μωυση [2%] ¦ μωυσει 𝕻66,75B,D,N,W [1%] OC,NU * 5:46 εμου γαρ f35 D [25%] ¦ ~ 21 𝕻66,75ℵA,B,N,W [75%] CP,HF,RP,OC,TR,NU