19
Zacchaeus
Καὶ εἰσελθὼν* διήρχετο τὴν Ἰεριχώ. Καὶ ἰδού, ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖοςκαὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος. Καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. Καὶ προδραμὼν ἔμπροσθεν§ ἀνέβη ἐπὶ συκομοραίαν,* ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι. Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας Ἰησοῦς εἶδεν αὐτόν, καὶ§ εἶπεν πρὸς αὐτόν, «Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι Καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. Καὶ ἰδόντες, πάντες* διεγόγγυζον, λέγοντες ὅτι «Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι
Σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν Κύριον, «Ἰδού, τὰ ἡμίση τῶν ὑπαρχόντων μου,§ Κύριε, δίδωμι τοῖς πτωχοῖς,* καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν Εἶπεν δὲ πρὸς αὐτὸν Ἰησοῦς ὅτι «Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἁβραάμ ἐστιν· 10 ἦλθεν γὰρ Υἱὸς τοῦ Ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός
Parable of the despised king
11 Ἀκουόντων δὲ αὐτῶν ταῦτα, προσθεὶς εἶπεν παραβολήν, διὰ τὸ ἐγγὺς αὐτὸν εἶναι Ἱερουσαλὴμ καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει βασιλεία τοῦ Θεοῦ ἀναφαίνεσθαι. 12 Εἶπεν οὖν· «Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. 13 Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς, καὶ εἶπεν πρὸς αὐτούς, ‹Πραγματεύσασθε§ ἕως* ἔρχομαι.› 14 Οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες, ‹Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾿ ἡμᾶς.› 15 Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτόν, λαβόντα τὴν βασιλείαν, εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς ἔδωκεν§ τὸ ἀργύριον, ἵνα γνῷ* τίς τί διεπραγματεύσατο. 16 Παρεγένετο δὲ πρῶτος λέγων, ‹Κύριε, μνᾶ σου προσειργάσατο δέκα§ μνᾶς.› 17 Καὶ εἶπεν αὐτῷ· ‹Εὖ,* ἀγαθὲ δοῦλε· ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.› 18 Καὶ ἦλθεν δεύτερος λέγων, ‹Κύριε, μνᾶ σου ἐποίησεν πέντε μνᾶς.› 19 Εἶπεν δὲ καὶ τούτῳ, ‹Καὶ σὺ γίνου ἐπάνω§ πέντε πόλεων.› 20 Καὶ ἕτερος* ἦλθεν λέγων· ‹Κύριε, ἰδοὺ μνᾶ σου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ 21 ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις οὐκ ἔθηκας καὶ θερίζεις οὐκ ἔσπειρας.› 22 Λέγει δὲ§ αὐτῷ· ‹Ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾜδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων* οὐκ ἔθηκα καὶ θερίζων οὐκ ἔσπειρα. 23 Καὶ διὰ τί οὐκ ἔδωκας τὸ ἀργύριόν μου ἐπὶ τὴν τράπεζαν,§ καὶ ἐγὼ* ἐλθὼν σὺν τόκῳ ἂν ἔπραξα αὐτό;› 24 Καὶ τοῖς παρεστῶσιν εἶπεν, ‹Ἄρατε ἀπ᾿ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι.› 25 (Καὶ εἶπον§ αὐτῷ, ‹Κύριε, ἔχει δέκα μνᾶς.›) 26 Λέγω γὰρ* ὑμῖν, ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ. 27 Πλὴν τοὺς ἐχθρούς μου ἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾿ αὐτούς, ἀγάγετε ὧδε καὶ κατασφάξατε§ ἔμπροσθέν μου.› »
The last week
The ‘Triumphal Entry’
28 Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν, ἀναβαίνων εἰς Ἱεροσόλυμα. 29 Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθσφαγῆ* καὶ Βηθανίαν, πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν μαθητῶν αὐτοῦ 30 εἰπών·§ «Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾿ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν.* Λύσαντες αὐτὸν ἀγάγετε. 31 Καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, ‹Διὰ τί λύετε;› οὕτως ἐρεῖτε αὐτῷ ὅτι Κύριος αὐτοῦ χρείαν ἔχει.› »
A steed for the King
32 Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς. 33 Λυόντων δὲ αὐτῶν τὸν πῶλον, εἶπον§ οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς, «Τί λύετε τὸν πῶλον 34 Οἱ δὲ εἶπον,* « Κύριος αὐτοῦ χρείαν ἔχει 35 Καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν· καὶ ἐπιρρίψαντες ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον, ἐπεβίβασαν τὸν Ἰησοῦν. 36 Πορευομένου δὲ αὐτοῦ, ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν§ ἐν τῇ ὁδῷ.
Rejoicing and praising
37 Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν, ἤρξαντο* ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων, 38 λέγοντες· «Εὐλογημένος ἐρχόμενος Βασιλεὺς ἐν ὀνόματι Κυρίου· εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις
A sour note
39 Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον§ πρὸς αὐτόν, «Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου 40 Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς,* «Λέγω ὑμῖν ὅτι ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται§
Jesus weeps over Jerusalem
41 Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾿ αὐτῇ,* 42 λέγων ὅτι «Εἰ ἔγνως καὶ σύ, καί γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ, τὰ πρὸς εἰρήνην σου· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. 43 Ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ περιβαλοῦσιν§ οἱ ἐχθροί σου χάρακά σοι· καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν. 44 Καὶ ἐδαφιοῦσίν σε, καὶ τὰ τέκνα σου ἐν σοίκαὶ οὐκ ἀφήσουσιν ἐν σοὶ λίθον ἐπὶ λίθῳ*ἀνθ᾿ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου
Jesus cleanses the temple
45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν αὐτῷ καὶ ἀγοράζοντας, 46 λέγων αὐτοῖς, «Γέγραπται· οἶκός μου οἶκος προσευχῆς ἐστιν,›§ ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν
47 Καὶ ἦν διδάσκων τὸ καθ᾿ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι, καὶ οἱ πρῶτοι τοῦ λαοῦ, 48 καὶ οὐχ εὕρισκον τὸ τί ποιήσουσιν,* λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.
* 19:1 εισελθων rell ¦ 1 ο ιησους [13%] ¦ two other variants 19:2 ουτος ην f35 A(W)Q [92%] CP,HF,RP,TR,OC ¦ αυτος 2 [1%] ¦ αυτος B,T [6%] NU ¦ 2 ℵ [1%] ¦ — D 19:4 προδραμων f35 ℵA,B,Q [67%] HF,RP,TR,OC,NU ¦ προσδραμων T,W [20%] CP ¦ δραμων [13%] ¦ προλαβων D § 19:4 εμπροσθεν f35 A,D,Q,W [99%] CP,HF,RP,TR,OC ¦ εις το 1 ℵB,T [1%] NU * 19:4 συκομοραιαν f35 [58%] ¦ συκομωραιαν T,W [33%] HF,RP,TR ¦ συκομωρεαν D,Q [7%] CP ¦ συκομορεαν ℵB [2%] OC,NU ¦ συκωμοραιαν A 19:4 οτι f35 ℵA,B(D)Q,T,W [75%] CP,HF,RP,OC,NU ¦ 1 δι [25%] TR 19:4 ημελλεν f35 ℵA,B,D,Q,T,W [60%] TR,OC,NU ¦ εμελλεν [40%] CP,HF,RP § 19:5 ειδεν αυτον και f35 A(D)Q,W [99%] CP,HF,RP,TR,OC ¦ — ℵB,T [1%] NU * 19:7 παντες f35 ℵA,B,D,Q,T,W [90%] CP,HF,RP,OC,NU ¦ απαντες [10%] TR 19:8 κυριον rell ¦ ιησουν [21%] 19:8 ημιση f35 Q [96.5%] CP,HF,RP,TR,OC ¦ ημισια ℵB [2%] NU ¦ ημισεια [0.5%] ¦ ημισυ A(W) [1%] ¦ ημυσοι D § 19:8 των υπαρχοντων μου f35 A,Q,W [89%] CP,HF,RP,TR,OC ¦ ~ 312 ℵB [1%] NU ¦ 12 μοι D [10%] * 19:8 διδωμι τοις πτωχοις f35 A,W [97%] CP,HF,RP,TR,OC ¦ ~ 231 ℵ,D,Q [1%] NU ¦ 13 [2%] ¦ ~ 31 B 19:10 ζητησαι rell ¦ ζητεισαι CP 19:11 αυτον ειναι ιερουσαλημ f35 A(D)W [96%] CP,HF,RP,TR,OC ¦ ~ 213 Q [3%] ¦ ~ 231 ℵB [0.5%] NU ¦ three other variants § 19:13 πραγματευσασσθε rell ¦ πραγματευσασθαι ℵA [1%] ¦ πραγματευεσθε [11%] ¦ πραγματευεσθαι D,W [1.5%] * 19:13 εως f35 [91%] CP,HF,RP,TR ¦ εν ω ℵA,B,D,W [9%] OC,NU 19:14 θελομεν rell ¦ θελωμεν [18%] 19:15 βασιλειαν f35 [37%] CP ¦ 1 και ℵA,B,D,W [63%] HF,RP,TR,OC,NU § 19:15 εδωκεν f35 A,W [93%] CP,HF,RP,TR,OC ¦ δεδωκει ℵB,D [3%] NU ¦ εδωθη [1%] ¦ δεδωκε [1.5%] ¦ εδεδωκει [1.5%] * 19:15 γνω f35 A,W [98%] CP,HF,RP,TR ¦ γνοι ℵB,D [0.5%] NU ¦ επιγνω [1.5%] OC 19:15 τις τι διεπραγματευσατο f35 A (93.3%) CP,HF,RP,TR,OC ¦ 12 επραγματευσατο W (5.3%) ¦ 2 διεπραγματευσαντο ℵB,D (0.7%) NU ¦ 12 διεπραξατο (0.7%) (There are a number of small variations, but all told only 0.8% omit τις and 0.7% omit τι, while there are at least eight further variations of the verb.) 19:16 μνα f35 ℵA,B,D,W [55%] CP,HF,RP,TR,OC,NU ¦ μνας [45%] § 19:16 προσειργασατο δεκα f35 W [94%] CP,HF,RP,TR,OC ¦ προσηργασατο 2 A [2%] ¦ ειργασατο 2 [1.5%] ¦ εποιησε 2 [1.5%] ¦ ~ 2 προσηργασατο (ℵ)B(D) [1%] NU * 19:17 ευ f35 ℵA,W [99.8%] CP,HF,RP,TR,OC ¦ ευγε B,D [0.2%] NU 19:18 μνα f35 ℵA,B,D,W [55%] CP,HF,RP,TR,OC,NU ¦ μνας N [45%] 19:18 κυριε η μνα σου f35 A,D,N,W [99.5%] CP,HF,RP,TR,OC ¦ ~ 2341 ℵB [0.3%] NU ¦ ~ 2 μνας 41 [0.2%] § 19:19 γινου επανω f35 (A)(D)N(W) [99%] CP,HF,RP,TR,OC ¦ ~ 21 (ℵB) [1%] NU * 19:20 ετερος f35 A,N,W [98%] CP,HF,RP,TR,OC ¦ ο 1 B,D [2%] NU ¦ οτερος ℵ 19:20 μνα f35 ℵA,B,D,W [55%] CP,HF,RP,TR,OC,NU ¦ μνας N [45%] 19:21 εσπειρας rell ¦ 1 και συναγεις οθεν ου διεσκορπισας N [13%] OC § 19:22 δε f35 A,W [73%] CP,HF,RP,TR ¦ — ℵB,N [27%] OC,NU ¦ ο 1 ειπεν D * 19:22 εγω ανθρωπος αυστηρος ειμι rell ¦ ~ 2341 OC 19:22 εσπειρα rell ¦ 1 και συναγων οθεν ου διεσκορπισα N [5%] OC (with variations [3%]) 19:23 το αργυριον μου f35 D,N [98.5%] CP,HF,RP,TR,OC ¦ ~ 312 ℵA,B,W [1.5%] NU § 19:23 την τραπεζαν f35 [23%] TR,OC ¦ 2 ℵA,B,D,N,W [77%] HF,RP,NU ¦ της τραπεζιταις CP * 19:23 και εγω f35 A,N,W [99%] (CP)HF,RP,TR,OC ¦ καγω ℵB,D [1%] NU 19:23 εγω ελθων rell ¦ ~ 21 [3%] CP 19:23 επραξα αυτο f35 D,N,W [89.5%] CP,HF,RP,TR,OC ¦ ~ 21 ℵB [0.5%] NU ¦ ~ 2 ανεπραξα A ¦ 1 αυτω [10%] § 19:25 ειπον rell ¦ ειπαν ℵB [0.5%] NU ¦ — (D,W) * 19:26 γαρ f35 A D,N,W [96%] CP,HF,RP,TR,OC ¦ — (ℵ)B [4%] NU 19:26 απ αυτου f35 A,D,N,W [99.8%] CP,HF,RP,TR,OC ¦ — ℵB [0.2%] NU 19:27 εκεινους f35 A(D)N,W [91%] CP,HF,RP,TR,OC ¦ τουτους ℵB [8%] NU ¦ — [1%] § 19:27 κατασφαξατε f35 A,D,W [96%] CP,HF,RP,TR ¦ 1 αυτους (ℵ)B,N [4%] OC,NU * 19:29 βηθσφαγη f35 B [53%] CP,HF,RP,OC ¦ βηθφαγη ℵA,D,N,W [43%] TR,NU ¦ βηθσφαγην [3%] ¦ βηθφαγην [1%] [Three consonants in a row are decidedly more difficult to pronounce than two—it is hard to imagine why anyone would add the sigma.] 19:29 βηθανιαν f35 A,N,W [94%] CP,HF,RP,TR,OC[NU] ¦ βιθανιαν [5.5%] ¦ βηθανια ℵB,D [0.5%] 19:29 αυτου f35 A,D,N,W [99.7%] CP,HF,RP,TR,OC ¦ — ℵB [0.3%] NU § 19:30 ειπων f35 A,N,W [98.5%] CP,HF,RP,TR,OC ¦ λεγων ℵB,D [1.5%] NU * 19:30 εκαθισεν f35 ℵA,N,W [99%] CP,HF,RP,TR,OC ¦ 1 και B [1%] NU ¦ long omission D 19:31 αυτω f35 A,N,W [97.5%] CP,HF,RP,TR,OC ¦ αυτον [1%] ¦ — ℵB,D [1.5%] NU 19:32 αυτοις rell ¦ 1 εστωτα τον πωλον [4%] OC § 19:33 ειπον rell ¦ ειπαν ℵB [0.5%] NU ¦ one other variant (also in verse 34) * 19:34 ειπον f35 [72%] CP,HF,RP,TR ¦ 1 οτι ℵA,B,D,N,W [28%] OC,NU 19:35 επιρριψαντες f35 [90%] CP,HF,RP,TR,OC ¦ επιριψαντες ℵA,B,N,W [10%] NU ¦ επεριψαν D 19:35 εαυτων f35 A,N,W [92%] CP,HF,RP,TR,OC ¦ αυτων ℵB(D) [8%] NU § 19:36 αυτων rell ¦ εαυτων A,B,N,W [12%] * 19:37 ηρξαντο f35 ℵA,B,N [70%] CP,HF,RP,TR,NU ¦ ηρξατο D,W [30%] OC 19:38 ερχομενος f35 A,N(W) [99.5%] CP,HF,RP,TR,OC ¦ 1 ο (ℵ)B(D) [0.5%] NU 19:38 ειρηνη εν ουρανω f35 D,N,W [99%] CP,HF,RP,TR,OC ¦ ~ 231 B [0.5%] NU ¦ 12 ουρανοις A ¦ 232 ιρηνη ℵ § 19:39 ειπον rell ¦ ειπαν ℵA,B,D [0.5%] NU * 19:40 αυτοις f35 A(D)(N)W [99.5%] CP,HF,RP,TR,OC ¦ — ℵB [0.5%] NU 19:40 οτι f35 ℵA,D,N [95.5%] CP,HF,RP,TR,OC ¦ — B,W [4.5%] NU 19:40 σιωπησωσιν f35 [97.5%] CP,HF,RP,TR,OC ¦ σιωπησουσιν ℵA,B,N,W [2.5%] NU ¦ σειγησουσιν D § 19:40 κεκραξονται f35 A,N,W [99.5%] CP,HF,RP,TR,OC ¦ κραξουσιν ℵB [0.2%] NU ¦ κραζονται D ¦ one other variant * 19:41 αυτη f35 N [78%] CP,HF,RP,TR,OC ¦ αυτην ℵA,B,D,W [22%] NU 19:42 και συ (σοι 1.1%) και γε εν τη ημερα σου ταυτη f35 N,W (88.1%) CP,HF,RP,TR,OC ¦ 12345679 A (9.3%) ¦ ~ 567912 ℵB (1%) NU ¦ 125679 D (0.2%) ¦ 12345 ταις ημεραις ταυταις (1.1%) ¦ three other readings (0.2%) 19:42 σου f35 (A)N,W [93%] CP,HF,RP,TR,OC ¦ σοι D [7%] ¦ — ℵB [0.3%] NU § 19:43 περιβαλουσιν f35 A,B,W [95%] CP,HF,RP,TR,OC ¦ περιβαλλουσιν [4%] ¦ παρεμβαλουσιν ℵC [1%] NU ¦ παραβαλουσιν N ¦ βαλουσιν (D) ¦ one other variant * 19:44 εν σοι λιθον επι λιθω f35 A,C,N,W [90%] CP,HF,RP,TR,OC ¦ 12343 [8%] ¦ ~ 34312 ℵB [0.5%] NU ¦ ~ 3431 ολη 2 D [0.5%] ¦ eight other variants [1%] 19:45 εν αυτω και αγοραζοντας f35 A,D,W [97%] CP,HF,RP,TR,OC ¦ 34 N [2%] ¦ 3 τους 4 C ¦ — ℵB [1%] NU 19:46 γεγραπται f35 ℵ [82%] CP,HF,RP,TR ¦ 1 οτι A,C,D,N,W [15%] OC ¦ 1 και εσται B [2%] NU ¦ — [1%] § 19:46 εστιν f35 A,C,D,N,W [93%] CP,HF,RP,TR,OC ¦ κληθησεται [5%] ¦ — ℵB [2%] NU * 19:48 ποιησουσιν f35 W [44%] CP,OC ¦ ποιησωσιν ℵA,B,C,D,N,Q [56%] HF,RP,TR,NU