12
Parable of wicked tenants
Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λέγειν·* «Ἀμπελῶνα ἐφύτευσεν ἄνθρωποςκαὶ περιέθηκεν φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργονκαὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν. Καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τοῦ καρποῦ§ τοῦ ἀμπελῶνος. Οἱ δὲ* λαβόντες αὐτόν, ἔδηραν καὶ ἀπέστειλαν κενόν. Καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον, κἀκεῖνον λιθοβολήσαντες ἐκεφαλαίωσαν,§ καὶ ἀπέστειλαν ἠτιμωμένον.* Καὶ πάλιν ἄλλον ἀπέστειλεν, κἀκεῖνον ἀπέκτειναν· καὶ πολλοὺς ἄλλους, τοὺς μὲν δαίροντες,§ τοὺς* δὲ ἀποκτένοντες. Ἔτι οὖν ἕνα υἱὸν ἔχων,§ ἀγαπητὸν αὐτοῦ,* ἀπέστειλεν καὶ αὐτὸν πρὸς αὐτοὺς ἔσχατον, λέγων ὅτιἘντραπήσονται τὸν υἱόν μου.› Ἐκεῖνοι δὲ οἱ γεωργοὶ§ εἶπον πρὸς ἑαυτοὺς* ὅτιΟὗτός ἐστιν κληρονόμος. Δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται κληρονομία.› Καὶ λαβόντες αὐτὸν ἀπέκτειναν, καὶ ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος.
»Τί οὖν§ ποιήσει κύριος τοῦ ἀμπελῶνος; Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς,* καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. 10 Οὐδὲ τὴν Γραφὴν ταύτην ἀνέγνωτε· ‹Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· 11 παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν›;» 12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν. Καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
Render to Caesar
13 Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν, ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ. 14 Οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ· «Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶκαὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις§ἔξεστιν κῆνσον Καίσαρι δοῦναι,* οὔ; 15 Δῶμεν, μὴ δῶμεν δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν, εἶπεν αὐτοῖς· «Τί με πειράζετε; Φέρετέ μοι δηνάριον ἵνα ἴδω 16 Οἱ δὲ ἤνεγκαν, καὶ λέγει αὐτοῖς, «Τίνος εἰκὼν αὕτη καὶ ἐπιγραφήΟἱ δὲ εἶπον αὐτῷ, «Καίσαρος 17 Καὶ ἀποκριθεὶς § Ἰησοῦς εἶπεν αὐτοῖς, «Ἀπόδοτε τὰ Καίσαρος* Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ ΘεῷΚαὶ ἐθαύμασαν ἐπ᾿ αὐτῷ.
A hypothetical situation
18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόνοἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναικαὶ ἐπηρώτησαν αὐτόν, λέγοντες· 19 «Διδάσκαλε, Μωσῆς§ ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ τέκνα μὴ ἀφῇ,* ἵνα λάβῃ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 20 Ἑπτὰ ἀδελφοὶ ἦσαν. Καὶ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα. 21 Καὶ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν· καὶ οὐδὲ αὐτὸς ἀφῆκεν§ σπέρμα. Καὶ τρίτος ὡσαύτως. 22 Καὶ ἔλαβον αὐτὴν οἱ ἑπτά, καὶ* οὐκ ἀφῆκαν σπέρμα. Ἐσχάτη πάντων ἀπέθανεν καὶ γυνή. 23 Ἐν τῇ§ ἀναστάσει, ὅταν ἀναστῶσιν,* τίνος αὐτῶν ἔσται γυνή;—οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα
24 Καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτοῖς· «Οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ; 25 Ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ᾿ εἰσὶν ὡς ἄγγελοι§ ἐν τοῖς οὐρανοῖς. 26 Περὶ δὲ τῶν νεκρῶν, ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέος,* ἐπὶ τοῦ βάτου, ὡς εἶπεν αὐτῷ Θεός, λέγων, ‹Ἐγὼ Θεὸς Ἁβραάμ, καὶ § Θεὸς Ἰσαάκ, καὶ * Θεὸς Ἰακώβ›; 27 Οὐκ ἔστιν Θεὸς νεκρῶν, ἀλλὰ Θεὸς ζώντων. Ὑμεῖς οὖν§ πολὺ* πλανᾶσθε
The greatest commandment
28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, εἰδὼς ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν, «Ποία ἐστὶν πρώτη πασῶν ἐντολή§ 29  δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ* ὅτι «Πρώτη πασῶν τῶν ἐντολῶν·Ἄκουε, Ἰσραήλ, Κύριος Θεὸς ὑμῶν, Κύριος εἷς ἐστιν· 30 καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου.› Αὕτη πρώτη ἐντολή.§ 31 Καὶ* δευτέρα ὁμοία αὕτη·Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.›§ Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν
32 Καὶ εἶπεν αὐτῷ γραμματεύς· «Καλῶς, διδάσκαλε· ἐπ᾿ ἀληθείας εἶπας ὅτι εἷς ἐστιν,* καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ. 33 Καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτόν, πλεῖόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ§ θυσιῶν 34 Καὶ Ἰησοῦς, ἰδὼν αὐτὸν* ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ, «Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ ΘεοῦΚαὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
Is the Christ David’s son?
35 Καὶ ἀποκριθεὶς Ἰησοῦς ἔλεγεν, διδάσκων ἐν τῷ ἱερῷ· «Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι Χριστὸς υἱός ἐστιν Δαυίδ; 36 Αὐτὸς γὰρ Δαυὶδ εἶπεν ἐν§ Πνεύματι* Ἁγίῳ· ‹Λέγει Κύριος τῷ Κυρίῳ μου, «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον§ τῶν ποδῶν σου.» › 37 Αὐτὸς οὖν* Δαυὶδ λέγει αὐτὸνΚύριον›· καὶ πόθεν υἱὸς αὐτοῦ ἐστιν Καὶ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.
Down with hypocrisy!
38 Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ·§ «Βλέπετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, 39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας* ἐν τοῖς δείπνοις· 40 οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι. Οὗτοι λήψονται περισσότερον κρῖμα
A widow’s offering
41 Καὶ καθίσας Ἰησοῦς κατέναντι§ τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον. Καὶ πολλοὶ πλούσιοι ἔβαλον* πολλά. 42 Καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ἐστιν κοδράντης. 43 Καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς· «Ἀμὴν λέγω ὑμῖν ὅτι χήρα αὕτη πτωχὴ πλεῖον πάντων βέβληκεν§ τῶν βαλλόντων* εἰς τὸ γαζοφυλάκιον· 44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δέ, ἐκ τῆς ὑστερήσεως αὐτῆς, πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς
* 12:1 λεγειν f35 A,C,D(N) [96%] HF,RP,CP,TR,OC ¦ λαλειν ℵB,W [4%] NU ¦ one other variant 12:1 εφυτευσεν ανθρωπος f35 A,D [96%] HF,RP,CP,TR,OC ¦ ~ 21 ℵB,C(N)(W) [4%] NU 12:1 εξεδοτο f35 D,N,W [99%] HF,RP,CP,TR,OC ¦ εξεδετο ℵA,B,C [1%] NU § 12:2 του καρπου f35 A,D,W [97.5%] HF,RP,CP,TR,OC ¦ των καρπων ℵB,C,N [2%] NU ¦ two other variants [0.5%] * 12:3 οι δε f35 A,C,N,W [98%] HF,RP,CP,TR ¦ και ℵB,D [2%] OC,NU 12:3 εδηραν f35 [30%] ¦ εδειραν ℵA,B,C,D(W) [70%] HF,RP,CP,TR,OC,NU ¦ εδιραν N 12:4 λιθοβολησαντες f35 A,C,N [96%] HF,RP,CP,TR,OC ¦ λιθοβολισαντες [1%] ¦ — ℵB,D,W [3%] NU § 12:4 εκεφαλαιωσαν f35 A,C,D,N [98.5%] HF,RP,CP,TR,OC ¦ εκεφαλιωσαν ℵB [0.5%] NU ¦ κεφαλαιωσαντες (W) [1%] * 12:4 απεστειλαν ητιμωμενον f35 A,C,N [98%] HF,RP,CP,TR,OC ¦ ητιμασαν ℵB,D [1%] NU ¦ 1 ητιμασμενον W [1%] 12:5 παλιν f35 A,N,W [98.5%] HF,RP,CP,TR,OC ¦ — ℵB,C,D [1.5%] NU 12:5 τους f35 A,C,N,W [97%] HF,RP,CP,TR ¦ ους ℵB,D [3%] OC,NU § 12:5 δαιροντες f35 [30%] CP ¦ δεροντες ℵA,B,C,D,N,W [70%] HF,RP,TR,OC,NU * 12:5 τους f35 A,C,N,W [97%] HF,RP,CP,TR ¦ ους ℵB [3%] OC,NU ¦ αλλους D 12:5 αποκτενοντες f35 N [80%] HF,RP,CP ¦ αποκτεννοντες ℵA,C,D [15%] OC,NU ¦ αποκτεινοντες [4%] TR ¦ αποκτεννυντες B ¦ αποκτινοντες W ¦ four other spellings 12:6 ετι ουν f35 A,C,D,N [97%] HF,RP,CP,TR,OC ¦ 1 ℵB [1.5%] NU ¦ υστερον δε W [1.5%] § 12:6 υιον εχων f35 N [97%] HF,RP,CP,TR,OC ¦ ~ 21 A,C,D [1%] ¦ ~ ειχεν 1 ℵB [1%] NU ¦ 12 τον [1%] ¦ αυτον 2 τον W * 12:6 αυτου f35 𝕻45vA,N,W [98.5%] HF,RP,CP,TR,OC ¦ — ℵB,C,D [1.5%] NU 12:6 και f35 A,C,N [98%] HF,RP,CP,TR,OC ¦ — ℵB(D)W [2%] NU 12:6 προς αυτους εσχατον f35 A,N,W (89.3%) HF,RP,CP,TR ¦ 12 (1.6%) ¦ ~ 312 ℵB,C (8.5%) OC,NU ¦ 1 αυτον 3 (0.4%) ¦ 3 D (0.2%) ¦ one other variant § 12:7 γεωργοι rell ¦ 1 θεασαμενοι αυτον ερχομενον [2%] OC * 12:7 ειπον προς εαυτους f35 A,N [96%] HF,RP(CP)TR ¦ ~ 231 [1%] OC ¦ ~ 23 ειπαν ℵB,C,W [1%] NU ¦ 1 [1%] ¦ ειπαν 23 D 12:8 αυτον απεκτειναν f35 A,D,N,W [98%] HF,RP,CP,TR ¦ ~ 21 ℵB,C [1%] OC,NU ¦ a different transposition [1%] 12:8 εξεβαλον f35 ℵW [95%] HF,RP,CP,TR ¦ 1 αυτον A,B,C,D,N [5%] OC,NU § 12:9 ουν f35 ℵA,C,D,N,W [99.5%] HF,RP,CP,TR,OC[NU] ¦ — B [0.5%] * 12:9 γεωργους rell ¦ 1 τουτους [1%] OC 12:13 των rell ¦ — CP 12:14 οι δε f35 A,N,W (98.8%) HF,RP,CP,TR,OC ¦ και ℵB,C(D) (1.1%) NU ¦ — (0.1%) § 12:14 διδασκεις rell ¦ 1 ειπον ουν ημιν (C,D)N,W [3%] OC * 12:14 κηνσον καισαρι δουναι f35 A,N (91.3%) HF,RP,CP,TR ¦ ~ 312 ℵB,C (4.8%) OC,NU ¦ ~ 132 (1.6%) ¦ ~ 213 (1.3%) ¦ ~ 231 (0.2%) ¦ ~ 3 επικεφαλαιον 2 D (0.3%) ¦ omit one of the three W (0.4%) 12:16 ειπον 𝕻45 rell ¦ ειπαν ℵB,C(D)W [1%] NU ¦ λεγουσιν A [0.5%] 12:16 αυτω rell ¦ — 𝕻45vW [2%] OC § 12:17 και αποκριθεις ο f35 A,N [98.5%] HF,RP,CP,TR,OC ¦ 3 δε ℵB,C [1%] NU ¦ 2 δε 3 D [0.5%] ¦ 12 W * 12:17 αποδοτε τα καισαρος f35 A(D)N [98.5%] HF,RP,CP,TR,OC ¦ ~ 231 ℵB,C,W [1.5%] NU 12:17 εθαυμασαν f35 A,C,N,W [99%] HF,RP,CP,TR,OC ¦ εξεθαυμαζον ℵB [0.5%] NU ¦ εθαυμαζον [0.5%] ¦ εθαυμαζοντο D 12:18 επηρωτησαν f35 A,N,W [98%] HF,RP,CP,TR ¦ επηρωτων ℵB,D [2%] OC,NU ¦ επηρωτουν C § 12:19 μωσης f35 A,C [90%] HF,RP,CP,TR ¦ μωυσης ℵB,D,N,W [10%] OC,NU * 12:19 τεκνα μη αφη f35 A,D [98%] HF,RP,CP,TR,OC ¦ ~ 231 ℵC [0.5%] ¦ τεκνον 23 W [1%] ¦ ~ 23 τεκνον B [0.5%] NU (N vacant) 12:19 αυτου f35 A,D [97%] HF,RP,CP,TR,OC ¦ — ℵB,C,W [3%] NU 12:20 επτα rell ¦ 1 ουν (D) [5%] OC, some TRs § 12:21 και ουδε αυτος αφηκεν f35 A,W (94.1%) HF,RP,CP,TR ¦ 123 ουκ 4 D,OC ¦ 12 ουτος 4 (2.6%) ¦ μη καταλιπων ℵB,C (0.8%) NU ¦ 1 ουκ 4 (0.6%) ¦ long omissions (1.9%) (OC has small print) * 12:22 και (−κ. D) ελαβον αυτην (+ωσαυτως και A 1%) οι επτα και f35 (A)(D) [98%] HF,RP,CP,TR,OC ¦ 145 ℵB,C [1%] NU ¦ 456 W ¦ 1456 [1%] 12:22 εσχατη f35 A [90%] HF,RP,CP,TR,OC ¦ εσχατον ℵB,C,W [10%] NU ¦ — D 12:22 απεθανεν και η γυνη f35 A [95%] HF,RP,CP,TR,OC ¦ ~ 2341 ℵB,C,D(W) [5%] NU § 12:23 τη f35 ℵB,C (62.4%) HF,RP,CP,NU ¦ 1 ουν A (33.6%) TR,OC ¦ ~ ουν D,W (2.9%) ¦ γουν (0.3%) ¦ long omission (0.7%) * 12:23 οταν αναστωσιν f35 A (97.2%) HF,RP,CP,TR,OC[NU] ¦ — ℵB,C,D,W (2.1%) ¦ long omission (0.7%) 12:24 και αποκριθεις ο ιησους ειπεν αυτοις f35 A [96%] HF,RP,CP,TR,OC ¦ ~ 2 δε 3456 D,W [3%] ¦ ~ εφη 634 ℵB,C [1%] NU 12:25 γαμισκονται f35 W [94%] HF,RP,TR ¦ εκγαμισκονται A [2%] CP ¦ γαμιζονται ℵB,C [3%] OC,NU ¦ γαμιζουσιν D ¦ two other variants § 12:25 αγγελοι f35 ℵC,D [60%] NU ¦ 1 οι ℵcA [35%] HF,RP,CP,TR,OC ¦ οι 1 W (0.2%) ¦ οι 1 οι B (1%) ¦ 1 θεου (3.1%) ¦ 1 θεου οι (0.6%) ¦ two other variants (0.2%) (OC is in small print) * 12:26 μωυσεος f35 [20%] ¦ μωυσεως ℵB,D,W [30%] OC,NU ¦ μωσεως A,C [50%] HF,RP,CP,TR 12:26 του f35 ℵA,B,C [70%] HF,RP,CP,OC,NU ¦ της D,W [30%] TR 12:26 ως f35 A,D,W [97%] HF,RP,CP,TR ¦ πως ℵB,C [2%] OC,NU ¦ — [1%] § 12:26 ο f35 ℵA,C [99.5%] HF,RP,CP,TR,OC[NU] ¦ — B,D,W [0.5%] * 12:26 ο f35 𝕻45ℵA,C [99.5%] HF,RP,CP,TR,OC[NU] ¦ — B,D,W [0.5%] 12:27 ο f35 ℵA,C [97%] HF,RP,CP,TR,OC ¦ — B,D,W [3%] NU 12:27 νεκρων αλλα θεος f35 [75%] HF,RP,TR ¦ 12 ℵA,B,C,D,W [25%] OC,NU ¦ ~ 312 CP § 12:27 υμεις ουν f35 A,D (98%) HF,RP,CP,TR,OC ¦ 1 δε (1%) ¦ 1 (0.2%) ¦ — ℵB,C,W (0.8%) NU * 12:27 πολυ f35 ℵA,B,C,D,W (89.6%) HF,RP,CP,TR,OC,NU ¦ πολλοι (6.7%) ¦ πολλα (0.8%) ¦ — (2.9%) 12:28 ειδως f35 A,B [96%] HF,RP,CP,TR ¦ ιδων ℵC,W [4%] OC,NU ¦ και ειδων D 12:28 αυτοις απεκριθη f35 A,D [95%] HF,RP,TR,OC ¦ ~ 21 ℵB,C,W [4%] NU ¦ 2 [1%] CP § 12:28 πρωτη πασων εντολη f35 [25%] CP,TR ¦ 1 παντων 3 A [70%] HF,RP,OC ¦ ~ 31 παντων ℵB,C [2%] NU ¦ 13 W [2%] ¦ ~ 31 D [0.5%] * 12:29 ο δε ιησους απεκριθη αυτω f35 A,C [97%] HF,RP,CP,TR,OC ¦ 123 ειπεν 5 [1%] ¦ 12 ειπεν 5 W [1%] ¦ ~ 413 ℵB [1%] NU ¦ αποκριθεις 213 ειπεν 5 D 12:29 πασων των εντολων f35 [25%] CP,TR ¦ παντων 23 [50%] HF,RP ¦ παντων 3 [2%] ¦ παντων εντολη A [20%] OC ¦ παντων (D,W) [1.5%] ¦ εστιν ℵB [1%] NU ¦ παντων εντολη εστιν αυτη C 12:29 υμων f35 [25%] ¦ ημων ℵA,B,C,D,W [74%] HF,RP,CP,TR,OC,NU ¦ σου [1%] § 12:30 αυτη πρωτη εντολη f35 A,D (85.3%) HF,RP,CP,TR,OC ¦ 1 εστιν 23 (0.4%) ¦ 12 παντων 3 (12.3%) ¦ 12 πασων 3 (0.4%) ¦ 12 W (0.2%) ¦ — ℵB (1.1%) NU ¦ long omissions (0.3%) * 12:31 και rell ¦ δε D [1%] ¦ — ℵB [1%] NU 12:31 ομοια f35 A,D(W) [99.5%] HF,RP,CP,TR,OC ¦ — (ℵ)B [0.5%] NU 12:31 αὑτη f35 RP,CP,TR,OC,NU ¦ αὐτη HF § 12:31 σεαυτον rell ¦ εαυτον [25%] OC * 12:32 εστιν f35 ℵA,B [95%] HF,RP,CP,OC,NU ¦ 1 θεος (W) [2%] TR ¦ 1 ο θεος D [3%] 12:33 και εξ ολης της ψυχης f35 A(D) [98%] HF,RP,CP,TR,OC ¦ — ℵB,W [2%] NU 12:33 πλειον f35 A,D,W [99%] HF,RP,CP,TR,OC ¦ περισσοτερον ℵB [1%] NU § 12:33 και f35 A,B,D,W [90%] HF,RP,CP,OC,NU ¦ 1 των ℵ [10%] TR * 12:34 αυτον f35 A,B [97%] HF,RP,CP,TR[NU] ¦ — ℵD,W [3%] OC 12:35 εστιν δαυιδ f35 A,W [95%] HF,RP,CP,TR ¦ ~ 21 ℵB,D [5%] OC,NU 12:36 γαρ f35 A [99%] HF,RP,CP,TR,OC ¦ — ℵB,W [1%] NU ¦ ~ και (D) § 12:36 εν f35 A,W [90%] HF,RP,CP,OC ¦ 1 τω ℵD [10%] TR,NU ¦ τω B * 12:36 πνευματι f35 A,W [90%] HF,RP,CP,OC ¦ 1 τω ℵB,D [10%] TR,NU 12:36 λεγει f35 A,D [80%] HF,RP,CP,OC ¦ ειπεν ℵB,W [20%] TR,NU 12:36 ο f35 ℵA,W [99.5%] HF,RP,CP,TR,OC ¦ — B,D [0.5%] NU § 12:36 υποποδιον f35 ℵA [99.5%] HF,RP,CP,TR,OC ¦ υποκατω B,D,W [0.5%] NU * 12:37 ουν f35 A [98%] HF,RP,CP,TR,OC ¦ — ℵB,D,W [2%] NU 12:37 υιος αυτου εστιν f35 ℵA,W [99%] HF,RP,CP,TR,OC ¦ ~ 231 B [0.5%] NU ¦ ~ 312 D ¦ two other variants 12:37 ο f35 A,B [99%] HF,RP,TR,OC[NU] ¦ — ℵD,W [1%] CP § 12:38 ελεγεν αυτοις εν τη διδαχη αυτου f35 A [97%] HF,RP,CP,TR,OC ¦ 13456 W [1%] ¦ ~ 345612 [0.5%] ¦ ~ 34561 ℵB [1%] NU ¦ διδασκων 12 (D) [0.5%] * 12:39 πρωτοκλισιας rell ¦ πρωτοκλησιας A [10%] CP 12:40 ληψονται rell ¦ λημψονται ℵA,D,W [1%] NU 12:41 ο ιησους f35 A(D)W [99%] HF,RP,CP,TR,OC ¦ — ℵB [1%] NU § 12:41 κατεναντι rell ¦ απεναντι B (10.9%) ¦ κατενωπιον (0.3%) * 12:41 εβαλον f35 [35%] CP ¦ εβαλλον A,B(D)W [65%] HF,RP,TR,OC,NU ¦ εξεβαλλον ℵ 12:43 λεγει f35 W [85%] HF,RP,TR ¦ ειπεν ℵA,B,D [15%] CP,OC,NU 12:43 αυτη η πτωχη rell ¦ ~ 231 D [1%] OC § 12:43 βεβληκεν f35 (89.7%) HF,RP,CP,TR ¦ εβαλεν A,B,D (10.3%) OC,NU ¦ εβαλλεν ℵ * 12:43 βαλλοντων f35 ℵA,B,D [60%] HF,RP,CP,OC,NU ¦ βαλοντων [39%] TR ¦ — W [1%]