Crucifixion Day—Friday, 04/05/30 AD
15
Καὶ εὐθέως* ἐπὶ τὸ πρωΐ, συμβούλιον ποιήσαντες, οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ.
Jesus before Pilate
Καὶ ἐπηρώτησεν αὐτὸν Πιλᾶτος, «Σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ,§ «Σὺ λέγεις Καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά.* δὲ Πιλᾶτος πάλιν ἐπηρώτησεν αὐτόν, λέγων· «Οὐκ ἀποκρίνῃ οὐδέν; Ἴδε πόσα σου καταμαρτυροῦσιν δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον.
Barabbas
Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, ὅνπερ ᾐτοῦντο.§ Ἦν δὲ λεγόμενος Βαραββᾶς, μετὰ τῶν συστασιαστῶν* δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. Καὶ ἀναβοήσας ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἀεὶ ἐποίει αὐτοῖς. δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς, λέγων, «Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων 10 (Ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.) 11 Οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον, ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. 12  δὲ Πιλᾶτος ἀποκριθεὶς πάλιν εἶπεν§ αὐτοῖς, «Τί οὖν θέλετε* ποιήσω ὃν λέγετε βασιλέα τῶν Ἰουδαίων 13 Οἱ δὲ πάλιν ἔκραξαν, «Σταύρωσον αὐτόν 14  δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς, «Τί γὰρ κακὸν ἐποίησεν§ Οἱ δὲ περισσοτέρως* ἔκραξαν, «Σταύρωσον αὐτόν 15  δὲ Πιλᾶτος, βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν, φραγελλώσας, ἵνα σταυρωθῇ.
Soldiers have a little ‘fun’
16 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ἐστιν Πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. 17 Καὶ ἐνδύουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον, 18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτὸν καὶ λέγειν, «Χαῖρε, βασιλεὺς§ τῶν Ἰουδαίων 19 Καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. 20 Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια.* Καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν.
The Crucifixion
21 Καὶ ἀγγαρεύουσιν παράγοντά τινα, Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ᾿ ἀγροῦ (τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου), ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 22 Καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶ τόπον, ἐστιν μεθερμηνευόμενον, ‹Κρανίου Τόπος.› 23 Καὶ ἐδίδουν αὐτῷ πιεῖν§ ἐσμυρνισμένον οἶνον, * δὲ οὐκ ἔλαβεν. 24 Καὶ σταυρώσαντες αὐτόν, διαμερίζονται§ τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ᾿ αὐτά, τίς τί ἄρῃ. 25 Ἦν δὲ ὥρα τρίτῃ καὶ ἐσταύρωσαν αὐτόν. 26 Καὶ ἦν ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη·
ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ
27 Καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ. 28 Καὶ ἐπληρώθη Γραφὴ λέγουσα, «Καὶ μετὰ ἀνόμων ἐλογίσθη*
29 Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες, «Οὐά, καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, 30 σῶσον σεαυτὸν καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ 31 Ὁμοίως§ καὶ οἱ ἀρχιερεῖς, ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων, ἔλεγον· «Ἄλλους ἔσωσεν· ἑαυτὸν οὐ δύναται σῶσαι. 32  Χριστός, βασιλεὺς τοῦ* Ἰσραήλ, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν αὐτῷ Καὶ οἱ συνεσταυρωμένοι αὐτῷ ὠνείδιζον αὐτόν.
33 Γενομένης δὲ§ ὥρας ἕκτης, σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης.* 34 Καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων, «Ἐλωΐ, Ἐλωΐ, λιμᾶ§ σαβαχθανί ἐστιν μεθερμηνευόμενον, « Θεός,* Θεός μου, εἰς τί με ἐγκατέλιπες 35 Καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον, «Ἰδού, Ἠλίαν φωνεῖ 36 Δραμὼν δὲ εἷς§ καὶ* γεμίσας σπόγγον ὄξους, περιθείς τε καλάμῳ, ἐπότιζεν αὐτόν, λέγων, «Ἄφετε, ‹ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν.› »
37  δὲ Ἰησοῦς, ἀφεὶς φωνὴν μεγάλην, ἐξέπνευσεν· 38 καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω. 39 Ἰδὼν δὲ κεντυρίων, παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ, ὅτι οὕτως κράξας§ ἐξέπνευσεν, εἶπεν, «Ἀληθῶς ἄνθρωπος οὗτος Υἱὸς ἦν Θεοῦ*
40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ἦν Μαρία Μαγδαληνὴ καὶ Μαρία τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ§ μήτηρ καὶ Σαλώμη 41 αἳ καὶ* ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷκαὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
The burial
42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ Παρασκευὴ ἦν, ἐστιν προσάββατον, 43 ἐλθὼν§ Ἰωσὴφ * ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 44  δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν· καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανεν. 45 Καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος, ἐδωρήσατο τὸ σῶμα§ τῷ Ἰωσήφ. 46 Καὶ ἀγοράσας* σινδόνα καὶ καθελὼν αὐτόν, ἐνείλησεν τῇ σινδόνι καὶ κατέθηκεν§ αὐτὸν ἐν μνημείῳ, ἦν λελατομημένον ἐκ πέτρας· καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 47  δὲ Μαρία Μαγδαληνὴ καὶ Μαρία* Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται.
* 15:1 ευθεως f35 A,D,N,W [99%] HF,RP,CP,TR,OC ¦ ευθυς ℵB,C [1%] NU 15:1 επι το f35 A,N,W (80%) HF,RP,CP,TR,OC ¦ 1 τω (17.3%) ¦ 2 (0.7%) ¦ 1 (0.3%) ¦ τω (0.3%) ¦ — ℵB,C,D (1.1%) NU ¦ three other variants (0.2%) 15:1 τω f35 A,N,W [97%] HF,RP,CP,TR,OC ¦ — ℵB,C,D [3%] NU § 15:2 ειπεν αυτω f35 A,N [97.5%] HF,RP,CP,TR,OC ¦ λεγει 2 [1%] ¦ ~ 2 λεγει ℵB,C,D [1%] NU ¦ 1 W * 15:3 πολλα f35 ℵA,B,C,D [90%] HF,RP,TR,NU ¦ 1 αυτος δε ουδεν απεκρινατο N,W [10%] CP,OC 15:4 παλιν επηρωτησεν αυτον f35 ℵA [98%] HF,RP,CP,TR ¦ ~ 231 C,D ¦ 1 επηρωτα 3 B,W [1%] OC,NU ¦ επηρωτα 3 [1%] 15:4 καταμαρτυρουσιν f35 A,N [98%] HF,RP,CP,TR,OC ¦ κατηγορουσιν ℵB,C,D,W [2%] NU § 15:6 ονπερ ητουντο f35 C,N [97.5%] HF,RP,CP,TR,OC ¦ ον 2 W [1%] ¦ ον παρητουντο ℵA,B [0.5%] NU ¦ ον αν 2 D [1%] * 15:7 συστασιαστων f35 (A) [96%] HF,RP,CP,TR,OC ¦ στασιαστων ℵB,C,D,N,W [4%] NU 15:8 αναβοησας f35 A,C,N,W [99.5%] HF,RP,CP,TR,OC ¦ αναβας ℵB [0.5%] NU ¦ αναβας ολος D 15:8 αει f35 A,C,D,N [98.5%] HF,RP,CP,TR,OC ¦ — ℵB,W [1%] NU ¦ one other variant [0.5%] § 15:12 αποκριθεις παλιν ειπεν f35 A,N [97%] HF,RP,CP,TR,OC ¦ ~ 213 [0.5%] ¦ ~ 21 ελεγεν ℵB,C [1%] NU ¦ 13 D,W [1.5%] ¦ one other variant * 15:12 θελετε f35 A,D,N [98.5%] HF,RP,CP,TR,OC[NU] ¦ — ℵB,C,W [1.5%] 15:12 ον (−ον B) λεγετε f35 ℵ(B)C,N (98.3%) HF,RP,CP,TR,OC[NU] ¦ — A,D,W (1.5%) ¦ long omissions (0.2%) 15:12 βασιλεα f35 (D)N [95%] HF,RP,CP,TR ¦ τον 1 ℵA,B,C,W [5%] OC,NU § 15:14 κακον εποιησεν f35 ℵA,D,N [98.5%] HF,RP,CP,TR ¦ ~ 21 B,C [1.5%] OC,NU (W vacant) * 15:14 περισσοτερως f35 N [90%] HF,RP,CP,TR,OC ¦ περισσως ℵA,B,C,D [10%] NU 15:17 ενδυουσιν f35 A,N [96%] HF,RP,CP,TR,OC ¦ ενδιδυσκουσιν ℵB,C(D) [4%] NU 15:18 και λεγειν f35 ℵN [30%] CP ¦ λεγοντες [2%] ¦ — A,B,C,D [68%] HF,RP,TR,OC,NU § 15:18 ο βασιλευς f35 A,N [80%] HF,RP,CP,OC ¦ βασιλευ ℵB,D [20%] TR,NU * 15:20 ιματια τα ιδια f35 A,N (96.3%) HF,RP,CP,TR,OC ¦ 1 αυτου 23 (1.9%) ¦ ~ 31 αυτου ℵ (0.3%) ¦ 1 αυτου B,C (0.8%) NU ¦ ~ 31 (0.4%) ¦ 1 D (0.2%) ¦ two other variants (0.1%) 15:22 επι f35 A,C(D) [95%] HF,RP,CP,TR,OC ¦ 1 τον ℵB,N [5%] NU 15:22 γολγοθα f35 A,C,D [90%] HF,RP,TR,OC ¦ γολγοθαν ℵB,N [10%] CP,NU § 15:23 πιειν f35 A(D) [99%] HF,RP,CP,TR,OC ¦ — ℵB,C [1%] NU * 15:23 ο f35 A,C [98%] HF,RP,CP,TR,OC ¦ ος ℵB [1%] NU ¦ και D [1%] 15:24 σταυρωσαντες f35 ℵA,C,D [99.5%] HF,RP,CP,TR,OC ¦ σταυρουσιν B [0.5%] NU 15:24 αυτον f35 ℵA,C,D [99.5%] HF,RP,CP,TR,OC ¦ 1 και B [0.5%] NU § 15:24 διαμεριζονται f35 ℵA,B,C,D [95%] HF,RP,CP,OC,NU ¦ διεμεριζοντο [3%] ¦ διεμεριζον [2%] TR ¦ three other variants * 15:28 verse 28 entire f35 (88.7%) HF,RP,CP,TR,OC ¦ — ℵA,B,C,D (11.1%) NU ¦ two other variants (0.1%) (OC is in small print) 15:29 εν τρισιν ημεραις οικοδομουν f35 ℵC [97%] HF,RP,CP,TR,OC ¦ ~ 4123 B(D) [1%] NU ¦ 234 A [2%] 15:30 και καταβα f35 A,C [96.5%] HF,RP,CP,TR,OC ¦ καταβας ℵB [1.5%] NU ¦ 1 καταβηθι [2%] § 15:31 ομοιως f35 ℵA,B,C [90%] HF,RP,CP,NU ¦ 1 δε [10%] TR,OC ¦ — D * 15:32 του f35 A,C [95%] HF,RP,CP,TR,OC ¦ — ℵB,D [5%] NU 15:32 αυτω f35 D [80%] HF,RP,CP,OC ¦ — ℵA,B,C [20%] TR,NU 15:32 αυτω f35 A,C (96.7%) HF,RP,CP,TR,OC ¦ συν 1 ℵB (1.2%) NU ¦ — D (1.9%) ¦ long omissions (0.2%) § 15:33 γενομενης δε f35 A,C [96%] HF,RP,CP,TR,OC ¦ ~ και 1 ℵB,D [4%] NU * 15:33 ενατης f35 ℵA,B,C,D,N [80%] HF,RP,CP,OC,NU ¦ εννατης [20%] TR (Also in the next verse.) 15:34 ωρα τη ενατη f35 A,C,N [96%] HF,RP,CP,TR,OC ¦ ~ 31 ℵB,D [4%] NU 15:34 λεγων f35 A,C,N [98.5%] HF,RP,CP,TR,OC ¦ — ℵB,D [1.5%] NU § 15:34 λιμα f35 A [85%] HF,RP,CP,OC ¦ λειμα [10%] ¦ λεμα ℵC [1%] NU ¦ λαμμα [2%] TR ¦ λαμα B,D,N [1.5%] * 15:34 ο θεος f35 A [45%] ¦ 12 μου ℵC,D,N [55%] HF,RP,CP,TR,OC,NU ¦ — B 15:34 με εγκατελιπες f35 (A)C [98.5%] HF,RP,CP,TR,OC ¦ ~ 21 (ℵ)B [1.5%] NU ¦ ~ ωνιδισας 1 D 15:35 ιδου f35 A,N [90%] HF,RP,CP,TR ¦ ιδε ℵB [4%] OC,NU ¦ οτι C [0.5%] ¦ οτι 1 [5%] ¦ — D [0.5%] § 15:36 εις f35 A,C,D,N [98%] HF,RP,CP,TR,OC ¦ τις ℵB [1%] NU ¦ — [1%] * 15:36 και f35 ℵA,C,D,N [98.5%] HF,RP,CP,TR,OC[NU] ¦ — B [1.5%] 15:36 τε f35 A,C [97%] HF,RP,CP,TR,OC ¦ — ℵB(D)N [1.5%] NU ¦ ~ και [1.5%] 15:38 απο f35 ℵA,C,N [98%] HF,RP,CP,TR,OC ¦ απ B,D,W [2%] NU § 15:39 κραξας f35 A,C,N,W (98.6%) HF,RP,CP,TR,OC ¦ κραξαντα D ¦ — ℵB (0.4%) NU ¦ longer omissions (0.9%) * 15:39 ο ανθρωπος ουτος υιος ην θεου f35 A,C,N,W [97.5%] HF,RP,CP,TR,OC ¦ ~ 312465 ℵB [2%] NU ¦ ~ 312645 D ¦ two other variants 15:40 ην f35 D,W [55%] CP ¦ 1 και A,C,N [45%] HF,RP,TR,OC ¦ και ℵB [0.5%] NU 15:40 του f35 A [90%] HF,RP,CP,TR,OC ¦ — ℵB,C(D)N,W [10%] NU § 15:40 ιωση f35 ℵA,C,N(W) [98%] HF,RP,CP,TR,OC ¦ ιωσητος (B)D [2%] NU * 15:41 αι και f35 D (88.8%) HF,RP,CP,TR,OC ¦ 2 A,C,N,W (7.4%) ¦ 1 ℵB (3.7%) NU ¦ 1 δε (0.1%) 15:42 παρασκευη ην f35 [25%] ¦ ~ 21 ℵA,B,C,D,W [75%] HF,RP,CP,TR,OC,NU 15:42 προσαββατον f35 ℵB,C,W [70%] HF,RP,CP,TR,OC,NU ¦ προσσαββατον A [30%] ¦ πρινσαββατον D § 15:43 ελθων f35 ℵA,B,C,W [35%] OC,NU ¦ ηλθεν D [65%] HF,RP,CP,TR * 15:43 ο f35 ℵA,C,W [98.5%] HF,RP,CP,TR,OC[NU] ¦ — B,D [1.5%] 15:43 θεου rell ¦ 1 και [2%] CP 15:43 προς f35 A,C,D [99%] HF,RP,CP,TR,OC ¦ 1 τον ℵB,W [1%] NU § 15:45 σωμα f35 A,C,W [99%] HF,RP,CP,TR,OC ¦ πτωμα ℵB,D [1%] NU * 15:46 αγορασας rell ¦ αγωρασας CP 15:46 και f35 A,C(W) [99%] HF,RP,CP,TR,OC ¦ — ℵB(D) [1%] NU 15:46 ενειλησεν rell ¦ ενειλισε [5%] CP § 15:46 κατεθηκεν f35 C (94.1%) HF,RP,CP,TR,OC ¦ εθηκεν ℵB,D,W (4.6%) NU ¦ τεθηκεν (0.7%) ¦ καθηκεν A (0.3%) ¦ long omission (0.2%) ¦ one other variant * 15:47 μαρια f35 D [97%] HF,RP,CP,TR,OC ¦ 1 η A,B,C,W [3%] NU ¦ ℵ has a long omission [homoioteleuton] 15:47 ιωση f35 C(W) [96%] HF,RP,CP,TR,OC ¦ ιωσηφ A [0.5%] ¦ ιωσητος B [3%] NU ¦ ιακωβου D [0.5%] ¦ — ℵ 15:47 τιθεται f35 W [97%] HF,RP,CP,TR,OC ¦ τεθειται A,B,C,D [3%] NU ¦ — ℵ