8
Food for 4,000 men
Ἐν ἐκείναις ταῖς ἡμέραις, παμπόλλου* ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν, προσκαλεσάμενος Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς· «Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέρας τρεῖς§ προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν. Καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστις* εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ, τινὲς γὰρ αὐτῶν μακρόθεν ἥκουσιν§ Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ,* «Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾿ ἐρημίας Καὶ ἐπηρώτα αὐτούς, «Πόσους ἔχετε ἄρτουςΟἱ δὲ εἶπον, «Ἑπτά Καὶ παρήγγειλεν§ τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ* εὐχαριστήσας, ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παραθῶσιν, καὶ παρέθηκαν τῷ ὄχλῳ. Καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας εἶπεν παραθεῖναι καὶ αὐτά.§ Ἔφαγον δὲ* καὶ ἐχορτάσθησαν· καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. Ἦσαν δὲ οἱ φαγόντες ὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς. 10 Καὶ εὐθέως ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.
Bad leaven
11 Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ᾿ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. 12 Καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· «Τί γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ;§ Ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον 13 Καὶ ἀφεὶς αὐτούς, ἐμβὰς πάλιν* εἰς πλοῖον ἀπῆλθεν εἰς τὸ πέραν.
14 (Καὶ ἐπελάθοντο οἱ μαθηταὶ αὐτοῦ§ λαβεῖν ἄρτους· καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾿ ἑαυτῶν ἐν τῷ πλοίῳ.) 15 Καὶ διεστέλλετο αὐτοῖς, λέγων, «Ὁρᾶτε· βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου 16 Καὶ διελογίζοντο πρὸς ἀλλήλους, λέγοντες* ὅτι «Ἄρτους οὐκ ἔχομεν 17 Καὶ γνοὺς Ἰησοῦς λέγει αὐτοῖς· «Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; Οὔπω νοεῖτε οὐδὲ συνίετε; Ἔτι§ πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; 18 Ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε, καὶ οὐ μνημονεύετε; 19 Ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους,* πόσους κοφίνους πλήρεις κλασμάτων ἤρατεΛέγουσιν αὐτῷ, «Δώδεκα 20 «Ὅτε δὲ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατεΟἱ δὲ εἶπον,§ «Ἑπτά 21 Καὶ λέγει* αὐτοῖς, «Πῶς οὔπω συνίετε
A blind man
22 Καὶ ἔρχεται εἰς Βηθσαϊδάν·§ καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. 23 Καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήγαγεν* αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτὸν εἴ τι βλέπει. 24 Καὶ ἀναβλέψας ἔλεγεν, «Βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρῶ,§ περιπατοῦντας 25 Εἶτα πάλιν ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ἐποίησεν αὐτὸν ἀναβλέψαι·* καὶ ἀποκατεστάθη καὶ ἐνέβλεψεν τηλαυγῶς ἅπαντας.§ 26 Καὶ ἀπέστειλεν αὐτὸν εἰς τὸν* οἶκον αὐτοῦ, λέγων, «Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ
Jesus declares His death, and ministers on that basis
Peter is inspired
27 Καὶ ἐξῆλθεν Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων αὐτοῖς, «Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι 28 Οἱ δὲ ἀπεκρίθησαν, «Ἰωάννην τὸν Βαπτιστήν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ ἕνα§ τῶν προφητῶν 29 Καὶ αὐτὸς λέγει αὐτοῖς,* «Ὑμεῖς δὲ τίνα με λέγετε εἶναιἈποκριθεὶς δὲ Πέτρος λέγει αὐτῷ, «Σὺ εἶ Χριστός 30 Καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ.
31 Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν Υἱὸν τοῦ Ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ τῶν§ ἀρχιερέων καὶ τῶν* γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι. 32 Καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. Καὶ προσλαβόμενος αὐτὸν Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ. 33  δέ, ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ, ἐπετίμησεν τῷ Πέτρῳ, λέγων·§ «Ὕπαγε ὀπίσω μου, Σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων
The cost of discipleship
34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον, σὺν τοῖς μαθηταῖς αὐτοῦ, εἶπεν αὐτοῖς· «Ὅστις* θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. 35 Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ§ τὴν ψυχὴν αὐτοῦ* ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. 36 Τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον,§ καὶ ζημιωθῇ* τὴν ψυχὴν αὐτοῦ; 37  τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38 Ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ Υἱὸς τοῦ Ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων
* 8:1 παμπολλου f35 A [90.7%] HF,RP,CP,TR ¦ παμπολου [5%] ¦ παλιν πολλου ℵB,D,N,W (3.3%) OC,NU ¦ πολλου (0.5%) ¦ two other variants (0.3%) ¦ long omissions (0.2%) 8:1 ο ιησους f35 [90%] HF,RP,CP,TR,OC ¦ — ℵA,B,D,N,W [10%] NU 8:1 αυτου f35 A,B,W [98%] HF,RP,CP,TR,OC ¦ — ℵD,N [2%] NU § 8:2 ημερας τρεις f35 [50%] CP,TR ¦ ημεραι 2 ℵA(D)N,W [50%] HF,RP,OC,NU ¦ ημεραις τρισιν B * 8:3 νηστις f35 ℵW [30%] CP ¦ νηστεις A,B,D,N [70%] HF,RP,TR,OC,NU 8:3 τινες γαρ f35 A,N [97%] HF,RP,CP,TR,OC ¦ ~ και 1 ℵB(D)W [3%] NU 8:3 αυτων f35 A,N [95%] HF,RP,CP,TR ¦ 1 απο ℵB,D,W [5%] OC,NU § 8:3 ηκουσιν f35 [85%] HF,RP ¦ ηκασιν ℵA,D,N,W [15%] CP,TR,OC,NU ¦ εισιν B [0.5%] (Since the present tense of ἥκω has the force of the perfect, the majority reading is correct.) * 8:4 αυτου f35 A,D,N(W) [99%] HF,RP,CP,TR,OC ¦ 1 οτι B [0.5%] NU ¦ 1 και ειπαν ℵ 8:5 επηρωτα f35 A,D,N [98%] HF,RP,CP,TR,OC ¦ ηρωτα ℵB [1%] NU ¦ ηρωτησεν W ¦ two other variants 8:5 ειπον rell ¦ ειπαν ℵB,N,W [1%] NU § 8:6 παρηγγειλεν f35 A,C,N,W [99%] HF,RP,CP,TR,OC ¦ παραγγελλει ℵB,D [1%] NU ¦ two other variants * 8:6 και f35 C,D [40%] ¦ — ℵA,B,N,W [60%] HF,RP,CP,TR,OC,NU 8:6 παραθωσιν f35 A,D,N,W [96%] HF,RP,CP,TR ¦ παρατιθωσιν ℵB,C [4%] OC,NU 8:7 ευλογησας f35 (80%) HF,RP,CP,TR ¦ ταυτα 1 A (9.1%) ¦ αυτα 1 N,W (7.8%) OC ¦ 1 αυτα ℵB,C (2.2%) NU ¦ ευχαριστησας D (0.5%) ¦ long omissions (0.4%) § 8:7 παραθειναι και αυτα f35 [80%] HF,RP,CP,TR ¦ παραθηναι 23 [15%] ¦ παρατεθηναι 23 A ¦ παρατιθηναι 23 OC ¦ ~ 2 ταυτα παρατιθεναι B [0.5%] NU ¦ ~ 2 ταυτα παραθετε C ¦ παρεθηκεν ℵ ¦ παραθεναι W ¦ 1 [1%] ¦ 1 αυτοις N ¦ at least seven further variants D [1%] * 8:8 εφαγον δε f35 A,N [97%] HF,RP,CP,TR,OC ¦ ~ και 1 (ℵ)B,C,D,W [3%] NU 8:9 οι φαγοντες f35 A,C,D,N,W [99%] HF,RP,CP,TR ¦ — (ℵ)B [1%] OC,NU 8:10 ευθεως εμβας f35 [90%] HF,RP,CP,TR ¦ ~ 21 A,N [7%] ¦ ευθυς 2 ℵB,C [1%] NU ¦ ~ 2 ευθυς W [2%] OC ¦ 1 ενεβη [0.5%] ¦ αυτος ανεβη D § 8:12 σημειον επιζητει f35 A,N,W [98%] HF,RP,CP,TR,OC ¦ 1 αιτει 𝕻45 ¦ ~ ζητει 1 ℵB,C,D [2%] NU * 8:13 εμβας παλιν f35 A,N [97%] HF,RP,CP,TR ¦ ~ 21 𝕻45ℵB,C,D,W [3%] NU ¦ — OC 8:13 εις πλοιον f35 A (62.1%) HF,RP,CP ¦ 1 το 2 𝕻45D,N,W (37.5%) TR,OC ¦ — ℵB,C (0.4%) NU 8:13 εις το περαν rell ¦ παλιν OC § 8:14 οι μαθηται αυτου f35 𝕻45W [35%] ¦ 12 D [1%] ¦ — ℵA,B,C,N [64%] HF,RP,CP,TR,OC, NU * 8:16 λεγοντες f35 A,C,N [98%] HF,RP,CP,TR,OC ¦ — 𝕻45ℵB,D,W [2%] NU 8:16 εχομεν f35 ℵA,C,N [98%] HF,RP,CP,TR,OC ¦ εχουσιν 𝕻45B,W [2%] NU ¦ ειχαν D 8:17 ο ιησους f35 ℵA,C,D,N,W (99.6%) HF,RP,CP,TR,OC ¦ — B (0.3%) NU ¦ long omission (0.1%) § 8:17 ετι f35 A [95%] HF,RP,CP,TR,OC ¦ — 𝕻45ℵB,C,D,N,W [5%] NU * 8:19 πεντακισχιλιους rell ¦ 1 και ℵC,D [5%] OC 8:19 πληρεις κλασματων f35 𝕻45(A)N,W [90%] HF,RP,TR ¦ ~ 21 ℵB,C(D) [9%] CP,OC,NU ¦ 2 [1%] 8:20 οτε δε f35 A,D,W (95.9%) HF,RP,CP,TR,OC ¦ 1 B (1.3%) NU ¦ 12 και C,N (0.7%) ¦ 1 και ℵ (0.4%) ¦ και 1 (0.4%) ¦ long omissions (1.3%) § 8:20 οι δε ειπον f35 𝕻45A,D,N,W (98.2%) HF,RP,CP,TR,OC ¦ 123 αυτω (0.4%) ¦ και λεγουσιν αυτω B,C (1.1%) [NU] ¦ λεγουσιν ℵ (0.2%) ¦ — (0.1%) * 8:21 λεγει f35 𝕻45D,W [50%] ¦ ελεγεν ℵA,B,C(N) [49%] HF,RP,CP,TR,OC,NU ¦ ειπεν [1%] 8:21 πως ουπω f35 A,D,N,W [40%] ¦ 1 ου B [55%] HF,RP,CP,TR ¦ 2 ℵC [4%] OC,NU ¦ 1 ουν 2 [1%] 8:22 ερχεται f35 ℵA,N [97%] HF,RP,CP,TR,OC ¦ ερχονται 𝕻45vB,C,D,W [3%] NU § 8:22 βηθσαιδαν f35 𝕻45ℵA,B(W) (73.6%) HF,RP,TR,NU ¦ βηθσαιδα C,N (26.1%) CP,OC ¦ βηθανιαν D (0.3%) ¦ one other variant * 8:23 εξηγαγεν f35 A,D,N,W (98.8%) HF,RP,CP,TR,OC ¦ εξηνεγκεν ℵB,C (1%) NU ¦ three other variants (0.2%) 8:23 βλεπει f35 ℵA,N(W) (98.9%) HF,RP,CP,TR,OC ¦ βλεπεις B,C,D (0.7%) NU ¦ βλεπειν (0.2%) ¦ two other variants (0.2%) 8:24 οτι f35 ℵA,B,C,N [95%] HF,RP,TR,NU ¦ — D,W [5%] CP,OC § 8:24 ορω f35 ℵA,B,C,N [95%] HF,RP,TR,NU ¦ — D,W [5%] CP,OC * 8:25 εποιησεν αυτον αναβλεψαι f35 A,N [98%] HF,RP,CP,TR,OC ¦ διεβλεψεν ℵB,C,W [2%] NU ¦ ηρξατο 3 D 8:25 αποκατεσταθη f35 D [75%] HF,RP,CP,TR,OC ¦ απεκατεσταθη A,N,W [24%] ¦ απεκατεστη ℵC [1%] NU ¦ αποκατεστη B 8:25 ενεβλεψεν f35 A,C,N [53%] RP,TR,OC ¦ ανεβλεψεν [45%] HF,CP ¦ ενεβλεπεν B [1%] NU ¦ εβλεψεν ℵ [0.5%] ¦ ανεβλεπεν W [0.5%] ¦ αναβλεψαι D § 8:25 απαντας f35 A,N [95%] HF,RP,CP,TR,OC ¦ απαντα ℵB,C [5%] NU ¦ παντα D(W) * 8:26 τον f35 W [70%] HF,RP,CP,TR,OC ¦ — (ℵ)A,B,C,D,N [30%] NU 8:26 μηδε ειπης τινι εν τη κωμη f35 A,C,N (97.3%) HF,RP,CP,TR,OC ¦ μηδενι 21456 (1.8%) ¦ — ℵB,W (0.5%) NU ¦ μηδενι 2 εις 56 D ¦ four other variants (0.3%) 8:28 απεκριθησαν f35 A,N [97%] HF,RP,CP,TR,OC ¦ ειπαν αυτω λεγοντες οτι ℵB[NU] ¦ ειπαν αυτω λεγοντες οι μεν C [1.5%] ¦ 1 αυτω λεγοντες D [0.5%] ¦ 1 λεγοντες οι μεν W ¦ four other variants § 8:28 ενα f35 A,N,W [99%] HF,RP,CP,TR,OC ¦ οτι εις ℵB,C [0.5%] NU ¦ ως 1 D * 8:29 λεγει αυτοις f35 A,N,W [99%] HF,RP,CP,TR,OC ¦ επηρωτα αυτους ℵB,C,D [1%] NU 8:29 αποκριθεις δε f35 ℵC,D,W [98.5%] HF,RP,CP,TR,OC ¦ και 1 A,N [1%] ¦ 1 B [0.5%] NU 8:31 απο f35 A [90%] HF,RP,CP,TR,OC ¦ υπο ℵB,C,D,N,W [10%] NU § 8:31 των f35 ℵB,C,D,W [70%] HF,RP,CP,OC,NU ¦ — A,N [30%] TR * 8:31 των f35 ℵB,C,D,W [80%] HF,RP,CP,OC,NU ¦ — A,N [20%] TR 8:32 αυτον ο πετρος f35 ℵA,C,W [99%] HF,RP,CP,TR,OC ¦ ~ 231 B [0.5%] NU ¦ 23 D (N absent) 8:33 τω f35 A,C,W [99.5%] HF,RP,CP,TR,OC ¦ — ℵB,D [0.5%] NU § 8:33 λεγων f35 A,D,W [99%] HF,RP,CP,TR,OC ¦ και λεγει ℵB,C [1%] NU * 8:34 οστις f35 A [95%] HF,RP,CP,TR,OC ¦ ει τις ℵB,C(D,W) [5%] NU 8:34 ακολυθειν f35 𝕻45C,D,W [65%] HF,RP,CP,OC,NU ¦ ελθειν ℵA,B [35%] TR 8:35 αν f35 A,D,W [95%] HF,RP,CP,TR,OC ¦ εαν ℵB,C [5%] NU § 8:35 απολεση f35 A,W [95%] HF,RP,CP,TR,OC ¦ απολεσει ℵB,C [5%] NU ¦ — D * 8:35 ψυχην αυτου f35 𝕻45vℵA,B,C [45%] TR,NU ¦ ~ εαυτου 1 W [55%] HF,RP,CP,OC ¦ — D 8:35 ουτος f35 [90%] HF,RP,CP,TR,OC ¦ — 𝕻45ℵA,B,C,D,W [10%] NU 8:36 ωφελησει f35 A,C,D [99%] HF,RP,CP,TR,OC ¦ ωφελει W [0.5%] NU ¦ ωφελι ℵB ¦ one other variant § 8:36 εαν κερδηση τον κοσμον ολον f35 𝕻45vA,D,W [98%] HF,RP,CP,TR,OC ¦ ~ 13452 C [0.5%] ¦ κερδησαι 345 ℵB [0.5%] NU ¦ three other variants * 8:36 ζημιωθη f35 A,C,D,W [99.5%] HF,RP,CP,TR,OC ¦ ζημιωθηναι ℵB [0.5%] NU 8:37 η τι δωσει f35 A,C [98.5%] HF,RP,CP,TR,OC ¦ 2 γαρ 3 𝕻45W [1%] ¦ 2 γαρ δοι ℵB,NU ¦ 12 γαρ 3 D 8:38 εαν f35 𝕻45ℵB,C [58%] HF,RP,OC,NU ¦ αν (D)W [40%] TR ¦ — A [2%] CP