Jesus antagonizes the Pharisees—29 AD
15
Τότε προσέρχονται τῷ Ἰησοῦ οἱ* ἀπὸ Ἱεροσολύμων γραμματεῖς καὶ Φαρισαῖοι λέγοντες· «Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; Οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· «Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; γὰρ Θεὸς ἐνετείλατο, λέγων,§Τίμα τὸν πατέρα* καὶ τὴν μητέρα,› καὶ κακολογῶν πατέρα μητέρα, θανάτῳ τελευτάτω.› Ὑμεῖς δὲ λέγετε· ‹Ὃς ἂν εἴπῃ τῷ πατρὶ τῇ μητρί, «Δῶρον, ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς»— καὶ οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ τὴν μητέρα.›§ Καὶ ἠκυρώσατε τὴν ἐντολὴν* τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. Ὑποκριταί, καλῶς προεφήτευσεν περὶ ὑμῶν Ἡσαΐας, λέγων· Ἐγγίζει μοι λαὸς οὗτος τῷ στόματι αὐτῶν, καὶ§ τοῖς χείλεσίν με τιμᾷ, δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ. Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.› »
That which defiles
10 Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς· «Ἀκούετε καὶ συνίετε. 11 Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματοςτοῦτο κοινοῖ τὸν ἄνθρωπον 12 Τότε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ* εἶπον αὐτῷ, «Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν§ 13  δὲ ἀποκριθεὶς εἶπεν· «Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν Πατήρ μου οὐράνιος ἐκριζωθήσεται. 14 Ἄφετε αὐτούς. Ὁδηγοί εἰσιν τυφλοὶ* τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται.»
15 Ἀποκριθεὶς δὲ Πέτρος εἶπεν αὐτῷ, «Φράσον ἡμῖν τὴν παραβολὴν ταύτην§ 16  δὲ Ἰησοῦς* εἶπεν· «Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; 17 Οὔπω νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται; 18 Τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται· κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. 19 Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι. 20 Ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον, τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον
A crumb for a little dog
21 Καὶ ἐξελθὼν ἐκεῖθεν Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. 22 Καὶ ἰδού, γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγασεν§ αὐτῷ,* λέγουσα· «Ἐλέησόν με, Κύριε, Υἱὲ Δαυίδ· θυγάτηρ μου κακῶς δαιμονίζεται 23  δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων§ αὐτόν, λέγοντες, «Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν 24  δὲ ἀποκριθεὶς εἶπεν, «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ 25  δὲ ἐλθοῦσα προσεκύνησεν* αὐτῷ λέγουσα, «Κύριε, βοήθει μοι 26  δὲ ἀποκριθεὶς εἶπεν, «Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις 27  δὲ εἶπεν, «Ναί, Κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν 28 Τότε ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτῇ· « γύναι, μεγάλη σου πίστις. Γενηθήτω σοι ὡς θέλειςΚαὶ ἰάθη θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
Food for 4,000 men
29 Καὶ μεταβὰς ἐκεῖθεν Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ. 30 Καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοί, ἔχοντες μεθ᾿ ἑαυτῶν χωλούς, τυφλούς, κωφούς, κυλλούς, καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐθεράπευσεν αὐτούς· 31 ὥστε τοὺς ὄχλους§ θαυμάσαιβλέποντας κωφοὺς* λαλοῦντας, κυλλοὺς ὑγιεῖς, χωλοὺς περιπατοῦντας, καὶ τυφλοὺς βλέπονταςκαὶ ἐδόξαζον τὸν Θεὸν§ Ἰσραήλ.
32  δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν· «Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέρας* τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ 33 Καὶ λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, «Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι, ὥστε χορτάσαι ὄχλον τοσοῦτον 34 Καὶ λέγει αὐτοῖς Ἰησοῦς, «Πόσους ἄρτους ἔχετεΟἱ δὲ εἶπον,§ «Ἑπτά, καὶ ὀλίγα ἰχθύδια 35 Καὶ ἐκέλευσεν* τοῖς ὄχλοις ἀναπεσεῖν ἐπὶ τὴν γῆν. 36 Καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας,§ εὐχαριστήσας ἔκλασεν, καὶ ἔδωκεν* τοῖς μαθηταῖς αὐτοῦ, οἱ δὲ μαθηταὶ τῷ ὄχλῳ. 37 Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν. Καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων,§ ἑπτὰ σπυρίδας πλήρεις. 38 Οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες, χωρὶς γυναικῶν καὶ παιδίων. 39 Καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη* εἰς τὸ πλοῖον καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγδαλά.
* 15:1 οι f35 C,N,W [97%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [3%] NU 15:1 γραμματεις και φαρισαιοι f35 C,N,W [97%] RP,HF,OC,CP,TR ¦ ~ 321 ℵB,D [3%] NU 15:2 αυτων f35 C,D,N,W [98%] RP,HF,OC,CP,TR[NU] ¦ — ℵB [2%] § 15:4 ενετειλατο λεγων f35 ℵ,C,N,W [98.5%] RP,HF,OC,CP,TR ¦ ειπεν B,D [1.5%] NU * 15:4 πατερα rell ¦ 1 σου N,W [10%] TR 15:6 και f35 N,W [97%] RP,HF,OC,CP,TR ¦ — ℵB,C,D [3%] NU 15:6 τιμηση f35 ℵ [95%] RP,HF,OC,CP,TR ¦ τιμησει B,C,D,N,W [5%] NU § 15:6 η την μητερα f35 [25%] ¦ 123 αυτου C,N,W [75%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [0.5%] NU * 15:6 την εντολην f35 N,W (98.5%) RP,HF,OC,CP,TR ¦ τον νομον ℵC (1.1%) ¦ τον λογον B,D (0.4%) NU 15:7 προεφητευσεν f35 N,W [99%] RP,HF,OC,CP,TR ¦ επροφητευσεν ℵB,C,D [1%] NU 15:8 εγγιζει μοι f35 C,N,W [98%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [2%] NU § 15:8 τω στοματι αυτων και f35 C,N,W [98%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [2%] NU * 15:12 αυτου f35 C,N,W [98%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [2%] NU 15:12 ειπον f35 (ℵ)C,N,W [98%] RP,HF,OC,CP,TR ¦ λεγουσιν B,D [2%] NU 15:12 φαρισαιοι rell ¦ 1 οι CP § 15:12 ακουσαντες τον λογον εσκανδαλισθησαν rell ¦ ~ 4123 OC * 15:14 οδηγοι εισιν τυφλοι f35 ℵ,C,N,W [98%] RP,HF,OC,CP,TR ¦ ~ 321 B(D) [2%] NU 15:14 τυφλων f35 C,N,W [99.5%] RP,HF,OC,CP,TR[NU] ¦ — ℵB,D [0.5%] 15:14 εμπεσουνται f35 (D)W [30%] CP ¦ πεσουνται ℵB,C [70%] RP,HF,OC,TR,NU § 15:15 ταυτην f35 C,D,W [99%] RP,HF,OC,CP,TR[NU] ¦ — ℵB [1%] * 15:16 ιησους f35 C,W [98.5%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [1.5%] NU 15:17 ουπω f35 ℵ,C,W [99%] RP,HF,OC,CP,TR ¦ ου B,D [1%] NU 15:22 γυνη rell ¦ 1 τις CP § 15:22 εκραυγασεν f35 C,W [97%] RP,HF,OC,CP,TR ¦ εκραζεν B,D [1%] NU ¦ εκραξεν ℵ [1%] ¦ εκραυγαζεν [1%] * 15:22 αυτω f35 W [95%] RP,HF,OC,CP,TR ¦ — ℵB,C [5%] NU ¦ οπισω αυτου D 15:22 υιε f35 ℵ,C [99%] RP,HF,OC,CP,TR ¦ υιος B,D,W [1%] NU 15:23 προσελθοντες rell ¦ 1 αυτω CP § 15:23 ηρωτων f35 W [98.5%] RP,HF,OC,CP,TR ¦ ηρωτουν ℵB,C,D [0.5%] NU ¦ ηρωτησαν [1%] * 15:25 προσεκυνησεν f35 C,W [90%] RP,HF,OC,CP ¦ προσεκυνει ℵB,D [10%] TR,NU 15:30 τυφλους κωφους κυλλους f35 [94%] RP,HF,OC,CP,TR ¦ ~ 213 C(W) [5%] ¦ ~ 132 ℵ [0.5%] NU ¦ ~ 312 B ¦ 13 D 15:30 του ιησου f35 C,W [97%] RP,HF,OC,CP,TR ¦ αυτου ℵB,D [3%] NU § 15:31 τους οχλους f35 B,W [95%] RP,HF,OC,CP,TR ¦ τον οχλον ℵC,D [5%] NU * 15:31 κωφους rell ¦ 1 ακουοντας αλαλους OC (small print) 15:31 υγιεις f35 [92%] RP,HF,OC,CP,TR ¦ 1 και ℵB,C,D,W [8%] NU 15:31 εδοξαζον f35 ℵ [30%] CP ¦ εδοξασαν B,C,D,N,W [70%] RP,HF,OC,TR,NU § 15:31 θεον rell ¦ 1 του [2%] CP * 15:32 ημερας f35 ℵN [30%] CP,TR ¦ ημεραι B,C,D,W [70%] RP,HF,OC,NU 15:32 νηστις f35 ℵN [25%] ¦ νηστεις B,C,D,W [75%] RP,HF,OC,CP,TR,NU 15:33 αυτου f35 C,D,N,W [98%] RP,HF,OC,CP,TR ¦ — ℵB [2%] NU § 15:34 ειπον rell ¦ ειπαν ℵ [2%] NU ¦ 1 αυτω D [1%] CP * 15:35 εκελευσεν f35 C,N,W (97%) RP,HF,OC,CP,TR ¦ κελευσας (1.7%) ¦ παραγγειλας ℵB,D (1.3%) NU ¦ one other variant 15:35 τοις οχλοις f35 N,W (78.8%) RP,HF,OC,CP,TR ¦ τους οχλους C (19.2%) ¦ τω οχλω ℵB,D (1.4%) NU ¦ τον οχλον (0.3%) ¦ three other variants (0.2%) 15:36 και λαβων f35 C,N,W (97.2%) RP,HF,OC,CP,TR ¦ ελαβεν ℵB,D (2.8%) NU § 15:36 ιχθυας f35 C,N,W [97%] RP,HF,OC,CP,TR ¦ 1 και ℵB,D [3%] NU * 15:36 εδωκεν f35 C,N,W [97%] RP,HF,OC,CP,TR ¦ εδιδου ℵB,D [3%] NU 15:36 αυτου f35 C,N,W [97%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [3%] NU 15:36 τω οχλω f35 C,D,N,W [96%] RP,HF,CP,TR ¦ τοις οχλοις ℵB [4%] OC,NU § 15:37 ηραν το περισσευον των κλασματων f35 ℵ,C,N,W [98.5%] RP,HF,OC,CP,TR ¦ ~ 23451 B,D [1.5%] NU * 15:39 ενεβη f35 ℵB [30%] RP,OC,TR,NU ¦ ανεβη C,N,W [70%] HF,CP ¦ ενβαινει D 15:39 μαγδαλα f35 [98%] RP,HF,OC,CP,TR ¦ μαγδαλαν C,N,W [2%] ¦ μαγαδαν ℵB(D)NU