26
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν Ἰησοῦς* τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, «Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται, καὶ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι
The Sanhedrin conspires—04/03/30
Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, τοῦ λεγομένου Καϊάφα, καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν. Ἔλεγον δέ, «Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ
Someone anoints Jesus’ head
Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα§ βαρυτίμου καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν* αὐτοῦ ἀνακειμένου. Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες· «Εἰς τί ἀπώλεια αὕτη; Ἠδύνατο γὰρ τοῦτο τὸ μύρον§ πραθῆναι πολλοῦ καὶ δοθῆναι τοῖς* πτωχοῖς 10 Γνοὺς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· «Τί κόπους παρέχετε τῇ γυναικί; Ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ. 11 Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾿ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 12 Βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. 13 Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς
Judas offers to betray Jesus
14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἶπεν, 15 «Τί θέλετέ μοι δοῦναι καὶ ἐγὼ§ ὑμῖν παραδώσω αὐτόνΟἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. 16 Καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
The last night—begins Thursday evening, 04/04/30, and ends the next morning
17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντες αὐτῷ,* «Ποῦ θέλεις ἑτοιμάσομέν σοι φαγεῖν τὸ Πάσχα 18  δὲ εἶπεν, «Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ, ‹ διδάσκαλος λέγει, « καιρός μου ἐγγύς ἐστιν· πρός σὲ ποιῶ τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου.» › » 19 Καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ Πάσχα.
The traitor identified
20 Ὀψίας δὲ γενομένης, ἀνέκειτο μετὰ τῶν δώδεκα. 21 Καὶ ἐσθιόντων αὐτῶν εἶπεν, «Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με 22 Καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν, «Μήτι ἐγώ εἰμι, Κύριε 23  δὲ ἀποκριθεὶς εἶπεν· « ἐμβάψας μετ᾿ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα,§ οὗτός με παραδώσει. 24  μὲν Υἱὸς τοῦ Ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ἄνθρωπος ἐκεῖνος 25 Ἀποκριθεὶς δὲ Ἰούδας, παραδιδοὺς αὐτόν, εἶπεν, «Μήτι ἐγώ εἰμι, ῬαββίΛέγει αὐτῷ, «Σὺ εἶπας
Jesus institutes the Lord’s Supper
26 Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν Ἰησοῦς τὸν* ἄρτον καὶ εὐλογήσας, ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ§ εἶπεν, «Λάβετε, φάγετε· τοῦτό ἐστιν τὸ σῶμά μου 27 Καὶ λαβὼν τὸ* ποτήριον καὶ εὐχαριστήσας, ἔδωκεν αὐτοῖς λέγων· «Πίετε ἐξ αὐτοῦ πάντες· 28 τοῦτο γάρ ἐστιν τὸ αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. 29 Λέγω δὲ ὑμῖν ὅτι§ οὐ μὴ πίω ἀπ᾿ ἄρτι ἐκ τούτου τοῦ γενήματος* τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾿ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου 30 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.
Jesus predicts Peter’s denials
31 Τότε λέγει αὐτοῖς Ἰησοῦς· «Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ· ‹Πατάξω τὸν Ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης.› 32 Μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν 33 Ἀποκριθεὶς δὲ Πέτρος εἶπεν αὐτῷ, «Εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ§ οὐδέποτε σκανδαλισθήσομαι 34 Ἔφη αὐτῷ Ἰησοῦς, «Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτί, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με 35 Λέγει αὐτῷ Πέτρος, «Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσωμαι* Ὁμοίως δὲ καὶ πάντες οἱ μαθηταὶ εἶπον.
Gethsemane—Jesus almost dies!
36 Τότε ἔρχεται μετ᾿ αὐτῶν Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς, «Καθίσατε αὐτοῦ ἕως οὗ§ ἀπελθὼν προσεύξωμαι ἐκεῖ* 37 Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. 38 Τότε λέγει αὐτοῖς Ἰησοῦς· «Περίλυπός ἐστιν ψυχή μου, ἕως θανάτου. Μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾿ ἐμοῦ 39 Καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, «Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθέτω§ ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ* ὡς ἐγὼ θέλω, ἀλλ᾿ ὡς σύ 40 Καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· «Οὕτως, οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾿ ἐμοῦ; 41 Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, δὲ σὰρξ ἀσθενής 42 Πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων, «Πάτερ μου, εἰ οὐ δύναται τοῦτο τὸ ποτήριον παρελθεῖν ἀπ᾿ ἐμοῦ ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου 43 Καὶ ἐλθὼν εὗρεν αὐτοὺς πάλιν§ καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. 44 Καὶ ἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατο* ἐκ τρίτου, τὸν αὐτὸν λόγον εἰπών. 45 Τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ καὶ λέγει αὐτοῖς· «Καθεύδετε τὸ§ λοιπὸν καὶ ἀναπαύεσθε. Ἰδού, ἤγγικεν ὥρα καὶ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. 46 Ἐγείρεσθε, ἄγωμεν· ἰδού,* παραδιδούς με
Jesus is betrayed
47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδού, Ἰούδας, εἷς τῶν δώδεκα, ἦλθεν, καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. 48 ( δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων, «Ὃν ἐὰν φιλήσω, αὐτός ἐστιν· κρατήσατε αὐτόν.») 49 Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν, «Χαῖρε, Ῥαββίκαὶ κατεφίλησεν αὐτόν. 50  δὲ Ἰησοῦς εἶπεν αὐτῷ, «Ἑταῖρε, ἐφ᾿ § πάρειΤότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. 51 Καὶ ἰδού, εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα, ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 52 Τότε λέγει αὐτῷ Ἰησοῦς· «Ἀπόστρεψόν σου τὴν μάχαιραν* εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀποθανοῦνται. 53  δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν Πατέρα μου, καὶ παραστήσει μοι§ πλείους* δώδεκα λεγεῶνας ἀγγέλων; 54 Πῶς οὖν πληρωθῶσιν αἱ Γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι 55 Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν Ἰησοῦς τοῖς ὄχλοις· «Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε§ μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; Καθ᾿ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην ἐν τῷ ἱερῷ διδάσκων,* καὶ οὐκ ἐκρατήσατέ με. 56 Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ Γραφαὶ τῶν προφητῶνΤότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
57 Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. 58  δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν, ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως. Καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν, ἰδεῖν τὸ τέλος.
Jesus tried by the Council
59 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι, καὶ τὸ συνέδριον ὅλον, ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως θανατώσωσιν αὐτόν, 60 καὶ οὐχ εὗρον. Καὶ§ πολλῶν ψευδομαρτύρων προσελθόντων,* οὐχ εὗρον. Ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες 61 εἶπον,§ «Οὗτος ἔφη, ‹Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν.› »* 62 Καὶ ἀναστὰς ἀρχιερεὺς εἶπεν αὐτῷ· «Οὐδὲν ἀποκρίνῃ; Τί οὗτοί σου καταμαρτυροῦσιν 63  δὲ Ἰησοῦς ἐσιώπα. Καὶ ἀποκριθεὶς ἀρχιερεὺς εἶπεν αὐτῷ, «Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ Χριστὸς Υἱὸς τοῦ Θεοῦ 64 Λέγει αὐτῷ Ἰησοῦς· «Σὺ εἶπας. Πλὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν Υἱὸν τοῦ Ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς Δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ 65 Τότε ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ, λέγων ὅτι§ «Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; Ἴδε, νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ.* 66 Τί ὑμῖν δοκεῖΟἱ δὲ ἀποκριθέντες εἶπον, «Ἔνοχος θανάτου ἐστίν 67 Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν· οἱ δὲ ἐρράπισαν 68 λέγοντες· «Προφήτευσον ἡμῖν, Χριστέ. Τίς ἐστιν παίσας σε
Peter denies Jesus
69  δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ. Καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα, «Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου 70  δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶν§ πάντων* λέγων, «Οὐκ οἶδα τί λέγεις 71 Ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη καὶ λέγει αὐτοῖς ἐκεῖ, «Καὶ§ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου 72 Καὶ πάλιν ἠρνήσατο, μεθ᾿* ὅρκου, ὅτι «Οὐκ οἶδα τὸν ἄνθρωπον 73 Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, «Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ λαλιά σου δῆλόν σε ποιεῖ 74 Τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι «Οὐκ οἶδα τὸν ἄνθρωπονΚαὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν. 75 Καὶ ἐμνήσθη Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος αὐτῷ§ ὅτι «Πρὶν ἀλέκτορα* φωνῆσαι, τρὶς ἀπαρνήσῃ μεΚαὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.
* 26:1 ιησους f35 [25%] ¦ 1 παντας ℵA,B,D,W [75%] RP,HF,OC,CP,TR,NU 26:3 και οι γραμματεις f35 (W) [95%] RP,HF,OC,CP,TR ¦ — ℵA,B,D [5%] NU 26:4 δολω κρατησωσιν rell ¦ ~ 21 [5%] TR § 26:7 αλαβαστρον μυρου εχουσα f35 A,W [98%] RP,HF,OC,CP,TR ¦ ~ 312 ℵB,D [2%] NU * 26:7 την κεφαλην f35 A,W [95%] RP,HF,OC,CP,TR ¦ της κεφαλης ℵB,D [5%] NU 26:8 αυτου f35 A,W [98.5%] RP,HF,OC,CP,TR ¦ — 𝕻45vℵB,D [1.5%] NU 26:9 ηδυνατο f35 A,D [96%] RP,HF,OC,CP,TR ¦ εδυνατο 𝕻45vℵB,W [4%] NU § 26:9 το μυρον f35 [93%] RP,HF,OC,CP,TR ¦ — ℵA,B,D,W [7%] NU * 26:9 τοις f35 A,D,W [40%] OC,CP ¦ — ℵB [60%] RP,HF,TR,NU (OC is in small print) 26:10 ειργασατο f35 A [98.5%] RP,HF,OC,CP,TR ¦ ηργασατο ℵB,D,W [1.5%] NU 26:11 παντοτε γαρ τους πτωχους f35 ℵA,B,D,W [40%] RP,CP,TR,NU ¦ ~ 3421 [60%] HF,OC § 26:15 και εγω f35 ℵD,W [40%] OC,CP ¦ καγω A,B [60%] RP,HF,TR,NU * 26:17 αυτω f35 A [90%] RP,HF,OC,CP,TR ¦ — ℵB,D(W) [10%] NU 26:17 ετοιμασομεν f35 D [85%] RP,HF ¦ ετοιμασωμεν ℵA,B,W [15%] OC,CP,TR,NU 26:22 εκαστος αυτων f35 𝕻37vA,W [97%] RP,HF,OC,CP,TR ¦ εις 12 𝕻45vD [2%] ¦ εις 1 ℵB,C [1%] NU ¦ one other variant § 26:23 μετ εμου εν τω τρυβλιω την χειρα f35 C,W [98%] RP,HF,OC,CP,TR ¦ ~ 6712345 𝕻37,45v(D) [0.5%] ¦ ~ 1267345 ℵA,B [1.5%] NU * 26:26 τον f35 A,W [97%] RP,HF,OC,CP,TR ¦ — ℵB,C,D [3%] NU 26:26 ευλογησας f35 𝕻45ℵB,C,D [30%] CP,TR,NU ¦ ευχαριστησας A,W [70%] RP,HF,OC 26:26 εδιδου f35 ℵA,C,W [97%] RP,HF,OC,CP,TR ¦ δους 𝕻37B,D [3%] NU § 26:26 και f35 A,C,W [97%] RP,HF,OC,CP,TR ¦ — 𝕻37ℵB,D [3%] NU * 26:27 το f35 A,C,D [96%] RP,HF,OC,CP,TR ¦ — ℵB,W [4%] NU 26:28 το της καινης f35 A,C,W [99%] RP,HF,OC,CP,TR ¦ 2 𝕻37ℵB [1%] NU ¦ 23 D 26:28 εκχυνομενον f35 𝕻37W [90%] RP,HF,OC,CP,TR ¦ εκχυννομενον ℵA,B,C,D [10%] NU § 26:29 οτι f35 A,C,W [97%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [3%] NU * 26:29 γενηματος f35 ℵA,B,C,D [30%] OC,NU ¦ γεννηματος f35pt 𝕻37W [70%] RP,HF,CP,TR 26:31 διασκορπισθησεται f35 𝕻37D,W [90%] RP,HF,CP,TR ¦ διασκορπισθησονται 𝕻53ℵA,B,C [10%] OC,NU ¦ one other variant 26:33 ει και f35 W [30%] CP,TR ¦ 1 𝕻37,53A,B,C,D [70%] RP,HF,OC,NU ¦ — ℵ § 26:33 εγω f35 𝕻37,53ℵA,B,C,D,W [40%] CP,TR,NU ¦ 1 δε [60%] RP,HF,OC * 26:35 απαρνησωμαι f35 A [85%] RP,HF,CP ¦ απαρνησομαι 𝕻37ℵB,C,D,W [15%] OC,TR,NU 26:35 δε f35 A,W [95%] RP,HF,OC,CP ¦ — ℵB,C,D [5%] TR,NU 26:36 γεθσημανη f35 [85%] RP,HF,OC,CP,TR ¦ γεθσημανει 𝕻37A,B,C [5%] ¦ γεθσημανι ℵ [5%] NU ¦ γεθσαμανει D ¦ γεδσημανι W ¦ at least eight further spellings [5%] § 26:36 ου f35 B [94%] RP,HF,OC,CP,TR[NU] ¦ αν D,W [5%] ¦ 1 αν 𝕻53A ¦ — ℵC [1%] * 26:36 προσευξωμαι εκει f35 A,C,W [86%] RP,HF,OC,CP,TR ¦ προσευξομαι 2 [10%] ¦ ~ 21 𝕻37,53vℵB(D) [4%] NU 26:38 ο ιησους f35 [90%] RP,HF,OC ¦ — 𝕻37,53ℵA,B,C,D,W [10%] CP,TR,NU 26:39 προελθων f35 𝕻37B [35%] OC,CP,TR,NU ¦ προσελθων 𝕻53ℵA,C,D,W [65%] RP,HF § 26:39 παρελθετω f35 𝕻53B,W [98%] RP,HF,OC,CP,TR ¦ παρελθατω ℵA,C,D [2%] NU * 26:39 ουχ rell ¦ ουκ CP 26:42 το ποτηριον f35 (D) [97%] RP,HF,OC,CP,TR ¦ — 𝕻37ℵA,B,C,W [3%] NU 26:42 απ εμου f35 A,C,W [98%] RP,HF,OC,CP,TR ¦ — 𝕻37vℵB,D [2%] NU § 26:43 ευρεν αυτους παλιν f35 A,W [30%] ¦ ευρισκει 23 [66%] RP,HF,OC,CP,TR ¦ ~ 312 𝕻37ℵB,C,D [4%] NU * 26:44 απελθων παλιν προσηυξατο f35 [94%] RP,HF,OC,CP,TR ¦ ~ 213 ℵB,C,D [2%] NU ¦ ~ 132 A,W [3%] ¦ 13 𝕻37v [1%] 26:44 ειπων f35 A,C,D,W [99.5%] RP,HF,OC,CP,TR ¦ 1 παλιν 𝕻37ℵB [0.5%] NU 26:45 αυτου f35 D,W [90%] RP,HF,OC,CP,TR ¦ — 𝕻37vℵA,B,C [10%] NU § 26:45 το f35 𝕻37ℵA,D [98.5%] RP,HF,OC,CP,TR[NU] ¦ — B,C,W [1.5%] * 26:46 ιδου f35 [20%] ¦ 1 ηγγικεν ℵA,B,C,D,W [80%] RP,HF,OC,CP,TR,NU 26:48 παραδιδους rell ¦ παραδους CP 26:48 εαν f35 𝕻37ℵA,W [40%] ¦ αν B,C,D [60%] RP,HF,OC,CP,TR,NU § 26:50 ω f35 [90%] RP,HF,OC,CP,TR ¦ ο 𝕻37ℵA,B,C,D,W [10%] NU * 26:52 σου την μαχαιραν f35 A,C,W [95%] RP,HF,OC,CP,TR ¦ ~ 231 ℵB,D [2%] NU ¦ 23 [3%] 26:52 μαχαιρα f35 D,W [98.5%] RP,HF,OC,CP,TR ¦ μαχαιρη 𝕻37ℵA,B,C [1.5%] NU 26:52 αποθανουνται f35 W [90%] RP,HF,OC,CP ¦ απολουνται 𝕻37ℵA,B,C,D [10%] TR,NU § 26:53 αρτι παρακαλεσαι τον πατερα μου και παραστησει μοι f35 A,C,D,W [97%] RP,HF,OC,CP,TR ¦ 12345678 ωδε [1%] ¦ ~ 23456781 B [0.5%] NU ¦ ~ 2345678 ωδε 1 ℵ ¦ 2345678 [1%] ¦ two other variants * 26:53 πλειους f35 A,C,W [99.5%] RP,HF,OC,CP,TR ¦ πλειω ℵB,D [0.5%] NU 26:53 η f35 A,C,W [99.5%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [0.5%] NU 26:53 λεγεωνας f35 W [96%] RP,HF,OC,CP,TR ¦ λεγιωνας B,NU ¦ λεγιωνων ℵ ¦ λεγεωνων C [3%] ¦ λεγεονων A ¦ λεγειονης D § 26:55 εξηλθετε f35 [96%] RP,HF,OC,CP,TR ¦ εξηλθατε ℵA,B,C,W [4%] NU ¦ ηλθατε D * 26:55 προς υμας εκαθεζομην εν τω ιερω διδασκων f35 C(D) [30%] ¦ ~ 1237456 W [69%] RP,HF,OC,CP,TR ¦ ~ 3127456 A ¦ ~ 45637 ℵB [0.5%] NU ¦ one other variant 26:59 και οι πρεσβυτεροι f35 A,C,N,W [99%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [1%] NU 26:59 θανατωσωσιν αυτον f35 [90%] RP,HF,OC,CP ¦ θανατωσουσιν 2 A,W [5%] ¦ ~ 21 ℵB [3%] TR,NU ¦ ~ 2 θανατωσουσιν C,D,N [2%] § 26:60 και f35 A(D)W [99%] RP,HF,OC,CP,TR ¦ — ℵB,C,N [1%] NU * 26:60 ψευδομαρτυρων προσελθοντων f35 C,N,W [99%] RP,HF,OC,CP,TR ¦ ~ 21 ℵA,B [1%] NU ¦ προσηλθον ψευδομαρτυρες D 26:60 ουχ ευρον f35 A(D)W [99%] RP,HF,OC,CP,TR ¦ — ℵB,C,N [1%] NU 26:60 ψευδομαρτυρες f35 (A)C,D [98%] RP,HF,OC,CP,TR ¦ — ℵB [1%] NU ¦ τινες 1 N,W [1%] § 26:61 ειπον rell ¦ ειπαν ℵ [0.3%] NU (also in verse 66) * 26:61 οικοδομησαι αυτον f35 A,D,N,W [98.5%] RP,HF,OC,CP,TR ¦ ~ 21 ℵC [0.5%] ¦ 1 B [1%] NU 26:63 αποκριθεις f35 A,C,N,W [97%] RP,HF,OC,CP,TR ¦ — B [3%] NU ¦ 1 ουν D ¦ one other variant ¦ ℵ has a long omission 26:63 του rell ¦ — CP § 26:65 λεγων οτι f35 A,C,W [99%] RP,HF,OC,CP,TR ¦ 1 B,D [1%] NU ¦ και λεγει ιδε ℵ * 26:65 αυτου f35 A,C,W [99.5%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [0.5%] NU 26:67 ερραπισαν f35 [95%] RP,HF,OC,CP,TR ¦ εραπισαν ℵA,B,C(D)(W) [5%] NU 26:69 εξω εκαθητο f35 A,C,W [97%] RP,HF,OC,CP,TR ¦ ~ 21 ℵB,D [2.5%] NU ¦ ~ 2 εξωθεν [0.5%] § 26:70 αυτων f35 A,C,W [90%] RP,HF,OC,CP ¦ — ℵB,D [10%] TR,NU * 26:70 παντων rell ¦ απαντων CP ¦ — [2%] 26:71 αυτον f35 A,C,W [98.5%] RP,HF,OC,CP,TR ¦ — ℵB [1.5%] NU ¦ αυτου D 26:71 αυτοις f35 A,C [90%] RP,HF,OC,CP ¦ τοις ℵB,D,W [10%] TR,NU § 26:71 και f35 A,C,W [99.5%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [0.5%] NU * 26:72 μεθ f35 D [97%] RP,HF,OC,CP,TR ¦ μετα ℵA,B,C,W [3%] NU 26:74 καταθεματιζειν rell ¦ καταναθεματιζειν [5%] TR 26:75 ρηματος f35 ℵA,B,C,D [35%] OC,CP,NU ¦ 1 του W [65%] RP,HF,TR § 26:75 αυτω f35 A,C,W [99%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [1%] NU * 26:75 αλεκτορα rell ¦ αλεκτωρα [2%] CP ¦ αλεκτωρ [0.5%] ¦ αλεκτοροφονιας [0.5%]