Ministry of John the Baptizer—26 AD
3
Ἐν δὲ* ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας καὶ λέγων, «Μετανοεῖτε, ἤγγικεν γὰρ βασιλεία τῶν οὐρανῶν Οὗτος γάρ ἐστιν ῥηθεὶς ὑπὸ Ἡσαΐου§ τοῦ προφήτου λέγοντος· «Φωνὴ βοῶντος, ‹Ἐν τῇ ἐρήμῳ ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.› » Αὐτὸς δὲ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ· δὲ τροφὴ αὐτοῦ ἦν* ἀκρίδες καὶ μέλι ἄγριον. Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα Ἰουδαία καὶ πᾶσα περίχωρος τοῦ Ἰορδάνου, καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ὑπ᾿ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
A bunch of snakes
Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ, εἶπεν αὐτοῖς· «Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρπὸν ἄξιον§ τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, ‹Πατέρα ἔχομεν τὸν Ἁβραάμ,› λέγω γὰρ ὑμῖν ὅτι δύναται Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἁβραάμ. 10 Ἤδη δὲ καὶ* ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
11 »Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν, δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι. Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ· 12 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην·§ τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ
Baptism of Jesus
13 Τότε παραγίνεται Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ* τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ᾿ αὐτοῦ. 14  δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων, «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με 15 Ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν πρὸς αὐτόν, «Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνηνΤότε ἀφίησιν αὐτόν. 16 Καὶ βαπτισθεὶς Ἰησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος, καὶ ἰδού, ἀνεῴχθησαν§ αὐτῷ* οἱ οὐρανοί, καὶ εἶδεν τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ§ ἐρχόμενον ἐπ᾿ αὐτόν. 17 Καὶ ἰδού, φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα, «Οὗτός ἐστιν Υἱός μου, ἀγαπητός, ἐν εὐδόκησα
* 3:1 δε rell ¦ — D,N [10%] 3:2 και f35 C,D,N,W [99.8%] RP,HF,OC,CP,TR[NU] ¦ — ℵB [0.2%] Nestle24 3:3 υπο f35 N [98%] RP,HF,OC,CP,TR ¦ δια ℵB,C,D,W [2%] NU § 3:3 ἡσαιου f35 OC,CP,TR ¦ ἠσαιου RP,HF,NU * 3:4 αυτου ην f35 N [99%] RP,HF,OC,CP,TR ¦ ~ 21 ℵB,C,D,W [1%] NU 3:5 η rell ¦ — [5%] CP 3:6 ιορδανη f35 D [85%] RP,HF,OC,CP,TR ¦ 1 ποταμω ℵB,C,W [15%] NU § 3:8 καρπον αξιον rell ¦ καρπους αξιους [5%] TR * 3:10 και f35 [98%] RP,HF,OC,CP,TR ¦ — ℵB,C,W [2%] NU 3:11 βαπτιζω υμας f35 C [98%] RP,HF,OC,CP,TR ¦ ~ 21 ℵB,W [2%] NU 3:11 αγιω f35 [80%] RP,HF,CP ¦ 1 και πυρι ℵB,C,W [20%] OC,TR,NU § 3:12 αυτου εις την αποθηκην f35 ℵC (76.1%) RP,HF,OC,CP,TR,NU ¦ ~ 2341 (13.9%) ¦ 234 (7.4%) ¦ 12341 B,W (2.6%) * 3:13 επι rell ¦ εις CP 3:16 και βαπτισθεις f35 W [99%] RP,HF,OC,CP,TR ¦ ~ 2 δε ℵB,C [1%] NU 3:16 ανεβη ευθυς f35 C [98.5%] RP,HF,OC,CP,TR ¦ ~ 21 ℵB,W [1.5%] NU § 3:16 ανεωχθησαν f35 ℵC,W [99%] RP,HF,OC,CP,TR ¦ ηνεωχθησαν B [1%] NU * 3:16 αυτω f35 C,W (99.5%) RP,HF,OC,CP,TR[NU] ¦ — ℵB (0.3%) ¦ long omission (0.2%) 3:16 το f35 C,W (99.9%) RP,HF,OC,CP,TR[NU] ¦ — ℵB (alone) 3:16 του f35 C,W (99.6%) RP,HF,OC,CP,TR[NU] ¦ — ℵB (alone) ¦ omit phrase (0.3%) § 3:16 και f35 C,D,W [99.9%] RP,HF,OC,CP,TR[NU] ¦ — ℵB