The Messiah demonstrates His power
8
Jesus heals a leper
Καταβάντι δὲ αὐτῷ* ἀπὸ τοῦ ὄρους, ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. Καὶ ἰδού, λεπρὸς ἐλθὼν προσεκύνει αὐτῷ, λέγων, «Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ Ἰησοῦς, λέγων, «Θέλω, καθαρίσθητιΚαὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ λέπρα. Καὶ λέγει αὐτῷ Ἰησοῦς· «Ὅρα μηδενὶ εἴπῃς· ἀλλ᾿§ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκαι* τὸ δῶρον προσέταξεν Μωσῆς, εἰς μαρτύριον αὐτοῖς
Jesus heals at a distance
Εἰσελθόντι δὲ αὐτῷ§ εἰς Καπερναούμ,* προσῆλθεν αὐτῷ ἑκατόνταρχος, παρακαλῶν αὐτὸν καὶ λέγων, «Κύριε, παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος Καὶ λέγει αὐτῷ Ἰησοῦς, «Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν Καὶ ἀποκριθεὶς ἑκατόνταρχος ἔφη· «Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας. Καὶ λέγω τούτῳ, ‹Πορεύθητι,› καὶ πορεύεται· καὶ ἄλλῳ, ‹Ἔρχου,› καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, ‹Ποίησον τοῦτο,› καὶ ποιεῖ 10 Ἀκούσας δὲ Ἰησοῦς ἐθαύμασεν, καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν· «Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν§ εὗρον. 11 Λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται* μετὰ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· 12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων 13 Καὶ εἶπεν Ἰησοῦς τῷ ἑκατοντάρχῳ, «Ὕπαγε, καὶ§ ὡς ἐπίστευσας γενηθήτω σοιΚαὶ ἰάθη παῖς αὐτοῦ* ἐν τῇ ὥρᾳ ἐκείνῃ.
Peter’s mother-in-law
14 Καὶ ἐλθὼν Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν. 15 Καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν πυρετός· καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ. 16 Ὀψίας δὲ γενομένης, προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς. Καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν, 17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου, λέγοντος, «Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν§ καὶ τὰς νόσους ἐβάστασεν
18 Ἰδὼν δὲ Ἰησοῦς πολλοὺς ὄχλους* περὶ αὐτόν, ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. 19 Καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ, «Διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ 20 Λέγει αὐτῷ Ἰησοῦς, «Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, δὲ Υἱὸς τοῦ Ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ 21 Ἕτερος δὲ τῶν μαθητῶν εἶπεν αὐτῷ, «Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου 22  δὲ Ἰησοῦς εἶπεν§ αὐτῷ, «Ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς
Jesus controls wind and wave
23 Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον, ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 24 Καὶ ἰδού, σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων. Αὐτὸς δὲ ἐκάθευδεν. 25 Καὶ προσελθόντες οἱ μαθηταὶ* ἤγειραν αὐτὸν λέγοντες, «Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα 26 Καὶ λέγει αὐτοῖς, «Τί δειλοί ἐστε, ὀλιγόπιστοιΤότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. 27 Οἱ δὲ ἄνθρωποι ἐθαύμασαν, λέγοντες, «Ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ θάλασσα ὑπακούουσιν αὐτῷ
Jesus controls any number of demons
28 Καὶ ἐλθόντι αὐτῷ§ εἰς τὸ πέραν, εἰς τὴν χώραν τῶν Γεργεσηνῶν,* ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι, ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. 29 Καὶ ἰδού, ἔκραξαν λέγοντες· «Τί ἡμῖν καὶ σοί, Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ; Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς 30 Ἦν δὲ μακρὰν ἀπ᾿ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. 31 Οἱ δὲ δαίμονες παρεκάλουν αὐτόν, λέγοντες, «Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν§ εἰς τὴν ἀγέλην τῶν χοίρων 32 Καὶ εἶπεν αὐτοῖς, «ὙπάγετεΟἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων.* Καὶ ἰδού, ὥρμησεν πᾶσα ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. 33 Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα, καὶ τὰ τῶν δαιμονιζομένων. 34 Καὶ ἰδού, πᾶσα πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ· καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.
* 8:1 καταβαντι δε αυτω f35 [97.5%] RP,HF,OC,CP,TR ¦ 12 αυτου ℵ ¦ καταβαντος 2 αυτου B,C,W [1%] NU ¦ καταβαινοντος 2 αυτου [1%] 8:2 ελθων f35 C,W [75%] RP,HF,OC,CP,TR ¦ προσελθων ℵB,N [24%] NU ¦ — [1%] 8:3 ο ιησους f35 N,W [96%] RP,HF,OC,CP,TR ¦ — ℵB,C [4%] NU § 8:4 αλλ f35 [50%] TR ¦ αλλα ℵB,C,N,W [50%] RP,HF,OC,CP,NU * 8:4 προσενεγκαι f35 [25%] ¦ προσενεγκε ℵN,W [75%] RP,HF,OC,CP,TR ¦ προσενεγκον B,C [0.5%] NU [The imperatival use of the infinitive is very normal Koine, being a continuation of classical usage.] 8:4 μωσης f35 C [90%] RP,HF,OC,CP ¦ μωυσης ℵB,N,W [10%] TR,NU 8:5 εισελθοντι f35 N,W [96%] RP,HF,OC,CP,TR ¦ εισελθοντος ℵB,C [4%] NU § 8:5 αυτω f35 N,W [91%] RP,HF,OC,CP ¦ αυτου ℵB,C [4%] NU ¦ τω ιησου [5%] TR * 8:5 καπερναουμ f35 C,N,W [99%] RP,HF,OC,CP,TR ¦ καφαρναουμ ℵB [1%] NU 8:7 ο ιησους f35 C,N,W [99.5%] RP,HF,OC,CP,TR ¦ — (ℵ)B [0.5%] NU 8:8 λογω rell ¦ λογον [5%] TR § 8:10 ουδε εν τω ισραηλ τοσαυτην πιστιν f35 ℵC,N (95.1%) RP,HF,OC,CP,TR ¦ οτι 1-6 (3.4%) ¦ 1 παρ ουδενι 2-6 (0.2%) ¦ παρ ουδενι 56 (0.3%) ¦ ~ παρ ουδενι 56234 B,W (0.7%) NU ¦ long omission (0.3%) * 8:11 ανακλιθησονται rell ¦ ανακληθησονται [10%] CP 8:12 ο rell ¦ — CP 8:13 εκατονταρχω f35 [30%] OC,TR ¦ εκατονταρχη ℵB,C,N,W [70%] RP,HF,CP,NU § 8:13 και f35 C,N [99%] RP,HF,OC,CP,TR ¦ — ℵB,W [1%] NU * 8:13 αυτου f35 C,N,W [99%] RP,HF,OC,CP,TR[NU] ¦ — ℵB [1%] 8:14 ελθων rell ¦ εισελθων [5%] CP 8:15 αυτω f35 ℵB,C,W [90%] RP,HF,OC,CP,NU ¦ αυτοις [10%] TR ¦ αυτων N § 8:17 ελαβεν rell ¦ ανελαβεν [5%] CP * 8:18 πολλους οχλους f35 C,N [97%] RP,HF,OC,CP,TR ¦ πολυν οχλον [2%] ¦ 2 ℵ [1%] ¦ οχλον B,NU ¦ οχλον πολυν W ¦ one other variant 8:20 λεγει f35 [20%] ¦ και 1 ℵB,C,N,W [80%] RP,HF,OC,CP,TR,NU 8:21 μαθητων f35 ℵB [20%] ¦ 1 αυτου C,N,W [80%] RP,HF,OC,CP,TR[NU] § 8:22 ειπεν f35 N,W [98%] RP,HF,OC,CP,TR ¦ λεγει ℵB,C [2%] NU * 8:25 οι μαθηται f35 (80%) RP,HF,CP ¦ 12 αυτου W (19%) OC,TR ¦ αυτω 12 αυτου C (0.5%) ¦ — ℵB (0.5%) NU 8:25 ημας f35 W [97%] RP,HF,OC,CP,TR ¦ — ℵB,C [3%] NU 8:27 υπακουουσιν αυτω f35 C [98.5%] RP,HF,OC,CP,TR ¦ ~ 21 ℵB,W [1.5%] NU § 8:28 ελθοντι αυτω f35 W [96%] RP,HF,OC,CP,TR ¦ ελθοντος αυτου B,C [4%] NU ¦ ελθοντων αυτων ℵ * 8:28 γεργεσηνων f35 W [96%] RP,HF,OC,CP,TR ¦ γεργεσινων [2%] ¦ γαδαρηνων B,C [2%] NU ¦ γαζαρηνων ℵ 8:29 ιησου f35 W [96%] RP,HF,OC,CP,TR ¦ — ℵB,C [4%] NU 8:29 f35 generally has ὦδε, presumably to distinguish it from ὧ δε. § 8:31 επιτρεψον ημιν απελθειν f35 C,W [98%] RP,HF,OC,CP,TR ¦ αποστειλον ημας ℵB [2%] NU * 8:32 την αγελην των χοιρων f35 N,W [97%] RP,HF,OC,CP,TR ¦ τους χοιρους ℵB,C [3%] NU 8:32 των χοιρων f35 [95%] RP,HF,OC,CP,TR ¦ — ℵB(C)N,W [5%] NU 8:34 συναντησιν f35 C,N,W [98.5%] RP,HF,OC,CP,TR ¦ υπαντησιν ℵB [1.5%] NU