2
About having the mind of Christ
Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία Πνεύματος, εἴ τι* σπλάγχνα καὶ οἰκτιρμοί, πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες. Μηδὲν κατὰ ἐριθείαν § κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν. Μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε,* ἀλλὰ καὶ τὸ ἑτέρων ἕκαστος.§
Τοῦτο γὰρ* φρονείσθω ἐν ὑμῖν καὶ ἐν Χριστῷ Ἰησοῦ, ὅς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾿ ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος. Καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτουθανάτου δὲ σταυροῦ. Διὸ καὶ Θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, 10 ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων 11 καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται§ ὅτι Κύριος Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός.
Act like children of God
12 Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε* (μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου), μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε, 13 § Θεὸς γάρ ἐστιν ἐνεργῶν ἐν ὑμῖν, καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν, ὑπὲρ τῆς εὐδοκίας.
14 Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν* καὶ διαλογισμῶν, 15 ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, 16 λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα. 17 Ἀλλ᾿§ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν. 18 Τὸ δ᾿* αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι.
About Timothy
19 Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν. 20 Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει 21 (οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Χριστοῦ Ἰησοῦ). 22 Τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον. 23 Τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι, ὡς ἂν ἀπίδω§ τὰ περὶ ἐμὲ ἐξαυτῆς. 24 Πέποιθα δὲ ἐν Κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.
About Epaphroditus
25 Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον, τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς· 26 ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς,* καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν. 27 Καὶ γὰρ ἠσθένησεν, παραπλήσιον θανάτῳ, ἀλλ᾿ Θεὸς αὐτὸν ἠλέησεν,§ οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην* σχῶ. 28 Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν, ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε, κἀγὼ ἀλυπότερος . 29 Προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε, 30 ὅτι διὰ τὸ ἔργον τοῦ Χριστοῦ μέχρι θανάτου ἤγγισεν, παραβουλευσάμενος§ τῇ ψυχῇ, ἵνα πληρώσῃ* τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.
* 2:1 τι f35 [35%] ¦ τις 𝕻46ℵA,B,C [60%] RP,HF,OC,CP,NU ¦ τινα [5%] TR 2:2 φρονητε rell ¦ φρονειτε [10%] 2:3 κατα f35 𝕻46A [90%] RP,HF,OC,TR,CP ¦ κατ ℵB,C [10%] NU § 2:3 η f35 [95%] RP,HF,OC,TR,CP ¦ μηδε κατα ℵA,B,C [3%] NU ¦ μηδε 𝕻46 [1%] ¦ 1 κατα [1%] ¦ one other reading * 2:4 σκοπειτε f35 [93%] RP,HF,OC,TR,CP ¦ σκοπουντες 𝕻46ℵA,B,C [5%] NU ¦ σκοπειτω [2%] 2:4 και f35 𝕻46ℵA,B,C [99%] RP,HF,OC,TR,CP[NU] ¦ — D [1%] 2:4 το f35 [40%] CP ¦ τα 𝕻46ℵA,B,C [45%] RP,HF,OC,TR,NU ¦ των [15%] § 2:4 εκαστος f35 C [95%] RP,HF,OC,TR,CP ¦ εκαστοι 𝕻46ℵA,B [4%] NU ¦ — [1%] * 2:5 γαρ f35 𝕻46 [97%] RP,HF,OC,TR,CP ¦ — ℵA,B,C [2%] NU ¦ ουν [1%] 2:5 φρονεισθω f35 [97%] RP,HF,OC,TR,CP ¦ φρονειτε 𝕻46ℵA,B,C [3%] NU 2:9 αυτω f35 [98%] RP,HF,OC,TR,CP ¦ 1 το 𝕻46ℵA,B,C [2%] NU § 2:11 εξομολογησηται f35 𝕻46ℵB [80%] RP,HF,OC,TR,CP,NU ¦ εξομολογησεται A,C [20%] * 2:12 υπηκουσατε rell ¦ 1 μου CP 2:12 ως f35 𝕻46ℵA,C [90%] RP,HF,OC,TR,NU ¦ — B [10%] CP 2:12 αλλα rell ¦ 1 και CP § 2:13 ο f35 [95%] RP,HF,OC,TR,CP ¦ — ℵA,B,C [5%] NU * 2:14 γογγυσμων f35 𝕻46vℵA,B,C [90%] RP,HF,OC,TR,NU ¦ οργης [10%] CP 2:15 αμωμητα f35 [97%] RP,HF,OC,TR,CP ¦ αμωμα 𝕻46ℵA,B,C [3%] NU 2:15 εν μεσω f35 [96%] RP,HF,OC,TR,CP ¦ μεσον 𝕻46ℵA,B,C [4%] NU § 2:17 αλλ rell ¦ αλλα Av,B [1%] NU * 2:18 δ f35 A,C [97%] RP,HF,OC,TR ¦ δε 𝕻46ℵB [3%] CP,NU 2:21 τα f35 𝕻46ℵA,B,C [60%] RP,HF,OC,CP,NU ¦ 1 του [40%] TR 2:21 χριστου ιησου f35 B [97%] RP,HF,OC,TR,CP ¦ ~ 21 𝕻46ℵA,C [3%] NU § 2:23 απιδω f35 C [97%] RP,HF,OC,TR,CP ¦ αφιδω 𝕻46ℵA,B [3%] NU * 2:26 υμας f35 (𝕻46)(B) [75%] RP,HF,OC,TR,CP,NU ¦ 1 ιδειν ℵA,C,Iv [25%] 2:27 θανατω rell ¦ θανατου B [10%] OC 2:27 αλλ f35 [80%] HF,OC,TR ¦ αλλα ℵA,B,C [20%] RP,CP,NU § 2:27 αυτον ηλεησεν f35 [95%] RP,HF,OC,TR,CP ¦ ~ 21 ℵA,B,C [5%] NU * 2:27 λυπην f35 ℵA,B,C [90%] RP,HF,OC,CP,NU ¦ λυπη [10%] TR 2:28 αλυποτερος rell ¦ αλυπωτερος [15%] 2:30 του χριστου f35 [90%] RP,HF,OC,TR,CP ¦ 2 𝕻46B [5%] NU ¦ κυριου ℵA [4%] ¦ — C [1%] ¦ one other reading § 2:30 παραβουλευσαμενος f35 C [97%] RP,HF,OC,TR,CP ¦ παραβολευσαμενος 𝕻46ℵA,B [3%] NU * 2:30 πληρωση f35 B [40%] CP ¦ αναπληρωση 𝕻46A,C [55%] RP,HF,OC,TR,NU ¦ αναπληρωσει ℵ [5%] 2:30 με rell ¦ εμε ℵ [10%]