13
Submit
Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω, οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ὑπὸ* Θεοῦ, αἱ δὲ οὖσαι ἐξουσίαι ὑπὸ τοῦ Θεοῦ τεταγμέναι εἰσίν. Ὥστε ἀντιτασσόμενος τῇ ἐξουσίᾳ τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν, οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρῖμα λήψονται.§ Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τῶν ἀγαθῶν ἔργων ἀλλὰ τῶν κακῶν.* Θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν, τὸ ἀγαθὸν ποίει καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς· Θεοῦ γὰρ διάκονός ἐστίν σοι εἰς τὸ ἀγαθόν. Ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ, οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· Θεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι. Διὸ ἀνάγκη ὑποτάσσεσθαι,§ οὐ μόνον διὰ τὴν ὀργήν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν. Διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε, λειτουργοὶ γὰρ Θεοῦ εἰσιν, εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες. Ἀπόδοτε οὖν* πᾶσιν τὰς ὀφειλάς· τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν.
Love
Μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀγαπᾶν ἀλλήλους, γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν. Τὸ γάρ—«Οὐ μοιχεύσεις,» «Οὐ φονεύσεις,» «Οὐ κλέψεις,» «Οὐ ψευδομαρτυρήσεις «Οὐκ ἐπιθυμήσειςκαὶ εἴ τις ἑτέρα ἐντολήἐν τούτῳ τῷ λόγῳ§ ἀνακεφαλαιοῦται, ἐν τῷ·* «Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν 10  ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται·§ πλήρωμα οὖν νόμου ἀγάπη.
Put on Christ
11 Καὶ τοῦτο, εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἡμᾶς ἤδη* ἐξ ὕπνου ἐγερθῆναι, νῦν γὰρ ἐγγύτερον ἡμῶν σωτηρία ὅτε ἐπιστεύσαμεν. 12  νὺξ προέκοψεν, δὲ ἡμέρα ἤγγικεν· ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. 13 Ὡς ἐν ἡμέρᾳ, εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ. 14 Ἀλλ᾿§ ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε,* εἰς ἐπιθυμίας.
* 13:1 υπο f35 ℵA,B [87%] OC,RP,HF,CP,NU ¦ απο [13%] TR 13:1 εξουσιαι f35 [97%] OC,RP,HF,TR,CP ¦ — ℵA,B [3%] NU 13:1 του f35 [80%] OC,RP,HF,TR,CP ¦ — ℵA,B [20%] NU [OC is in small print] § 13:2 ληψονται rell ¦ λημψονται 𝕻46ℵA,B [2%] NU * 13:3 των αγαθων εργων αλλα των κακων f35 (95.6%) OC,RP,HF,TR,CP ¦ τω αγαθω εργω 4 τω κακω 𝕻46ℵA,B (3.5%) NU ¦ 123 (0.8%) 13:4 ποιης rell ¦ ποιεις [30%] 13:4 εκδικος εις οργην f35 (𝕻46)A,B [63%] RP,HF,TR,CP,NU ¦ ~ 231 ℵ [37%] OC § 13:5 υποτασσεσθαι rell ¦ υποτασσεσθε [6%] ¦ υποτασεσθε 𝕻46,CP ¦ υποτασεσθαι [3%] * 13:7 ουν f35 [98%] OC,RP,HF,TR,CP ¦ — 𝕻46ℵA,B [2%] NU 13:8 αγαπαν αλληλους f35 [96%] OC,RP,HF,TR,CP ¦ ~ 21 𝕻46ℵA,B [4%] NU 13:9 ου ψευδομαρτυρησεις f35 (ℵ) [67%] TR ¦ — 𝕻46A,B [33%] OC,RP,HF,CP,NU § 13:9 τουτω τω λογω f35 A [96%] OC,RP,HF,TR,CP ¦ ~ 231 𝕻46ℵB [4%] NU * 13:9 εν τω f35 ℵA [99%] OC,RP,HF,TR,CP[NU] ¦ — 𝕻46B [1%] 13:9 σεαυτον f35 𝕻46ℵA,B [45%] OC,RP,HF,CP,NU ¦ εαυτον [55%] TR 13:10 τω rell ¦ του [1%] CP ¦ το [7%] § 13:10 ουκ εργαζεται f35 𝕻46ℵA,B,C [81%] OC,RP,HF,TR,NU ¦ ου κατεργαζεται [14%] CP ¦ 1 κατεργαζεται [5%] * 13:11 ημας ηδη f35 [96%] OC,RP,HF,TR,CP ¦ ~ 2 υμας ℵ(A)B,C [2%] NU ¦ ~ 21 𝕻46 [2%] 13:11 γαρ rell ¦ — [5%] CP 13:12 και ενδυσωμεθα f35 [97%] OC,RP,HF,TR,CP ¦ ~ 2 δε A,B,C [2%] [NU] ¦ 2 ℵ [0.5%] ¦ ~ 2 ουν 𝕻46 § 13:14 αλλ rell ¦ αλλα 𝕻46AB [1%] NU * 13:14 ποιεισθε rell ¦ ποιησθε [1%] CP ¦ ποιεισθαι ℵA [11%] ¦ ποιησθαι [1%]