10
Parenthesis
John eats a little book
(Καὶ εἶδον* ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἶρις ἐπὶ τῆς κεφαλῆς αὐτοῦ· καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός· καὶ εἶχεν§ ἐν τῇ χειρὶ αὐτοῦ βιβλιδάριον* ἀνεῳγμένον. Καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς,§ καὶ ἔκραξεν φωνῇ μεγάλῃ, ὥσπερ λέων μυκᾶται. Καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς. Καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ* ἔμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν, «Σφράγισον ἐλάλησαν αἱ ἑπτὰ βρονταίκαὶ «Μετὰ ταῦτα γράφεις.»§ Καὶ ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς ἦρεν τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν* εἰς τὸν οὐρανὸν καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ, καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκέτι ἔσται· ἀλλ᾿§ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, τελεσθῇ* τὸ μυστήριον τοῦ Θεοῦ, εὐηγγελίσατο τοὺς δούλους αὐτοῦ τοὺς προφήτας.§
Καὶ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ πάλιν λαλοῦσα* μετ᾿ ἐμοῦ καὶ λέγουσα· «Ὕπαγε, λάβε τὸ βιβλιδάριον τὸ ἀνεῳγμένον§ ἐν τῇ χειρὶ τοῦ* ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς Καὶ ἀπῆλθον πρὸς τὸν ἄγγελον λέγων αὐτῷ, «Δός μοι τὸ βιβλιδάριον§ Καὶ λέγει μοι· «Λάβε καὶ κατάφαγε αὐτό· καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ᾿ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι 10 Καὶ ἔλαβον τὸ βιβλιδάριον* ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ. Καὶ ὅτε ἔφαγον αὐτὸ ἐπικράνθη κοιλία μου. 11 Καὶ λέγει μοι, «Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς, καὶ ἐπὶ ἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν πολλοῖς
* 10:1 ειδον f35 Ma,d,e⅖,f,ipt CP,RP,HF ¦ 1 αλλον Mb,e⅗,g,h,ipt 𝕻47ℵA,C,OC,NU,TR (OC is in small print.) 10:1 η ιρις f35 Ma,b,f,gpt,h⅔,i 𝕻47,115v(A)(C)CP,RP,HF,OC,NU ¦ 2 Me,gpt,h⅓,i¼ TR ¦ ιριν Md ¦ 1 θριξ ℵ 10:1 αυτου rell ¦ — TR § 10:2 ειχεν f35 Md,e,gpt,h⅖,i⅓ CP,TR ¦ εχων Ma,b,f,gpt,h⅗,i⅔ ℵA,C,RP,HF,OC,NU * 10:2 βιβλιδαριον f35 Md,e⅓,gpt,h,i⅗ CP ¦ βιβλαριδιον Me⅔ ℵA,C,NU,TR ¦ βιβλιον Ma,b,f,gpt,i⅖ 𝕻47,RP,HF,OC 10:2 ανεωγμενον f35 Ma,d,e¼,f,gpt,h⅔,i CP,RP,HF,OC,TR ¦ ηνεωγμενον Mb,e,gpt,h⅓ 𝕻47ℵC,NU ¦ — A 10:2 της θαλασσης rell ¦ την θαλασσαν TR § 10:2 της γης rell ¦ την γην TR * 10:4 βρονται rell ¦ 1 τας φωνας εαυτων TR 10:4 εμελλον f35 Mapt,b,d,e⅗,f,g,ipt ℵ,CP,RP,HF,OC,TR ¦ ημελλον Mapt,e⅖,h,ipt A,C,NU ¦ και ημελλον αυτα 𝕻47 10:4 λεγουσαν rell ¦ λεγουσης 𝕻47 ¦ 1 μοι TR § 10:4 μετα ταυτα γραφεις f35 Md⅔,e⅗,i¼ CP ¦ μη 2 γραψης Me¼ TR ¦ μη αυτα γραψης Ma,b,d⅓,e⅙,f,g,h,i ℵA,C,RP,HF,OC,NU (The text has been generally misunderstood since the beginning. Having been told to seal what the thunders uttered, why would John be told he would write it later? So many copyists altered the text, reinforcing the prohibition. However, I take it that the voice was giving two unrelated instructions: not to record the thunders; and to put his notebook aside until later—he is going to be busy interacting with the angel and eating a book, and the voice doesn’t want him to be distracted by trying to write at the same time.) * 10:5 την δεξιαν rell ¦ — Me⅓ A,TR 10:6 εν f35 Md,e,f⅔,gpt,h⅖,ipt A,C,CP,OC,NU,TR ¦ — Ma,b,e2/7,f⅓,gpt,h⅗,ipt 𝕻47ℵ,RP,HF 10:6 ουκετι εσται rell ¦ 1 εστιν ℵ ¦ ουκ 2 ετι Me⅓ TR § 10:7 αλλ rell ¦ αλλα TR * 10:7 τελεσθη f35 Ma⅙,e⅙ CP ¦ και 1 Md,e,gpt(pt) TR ¦ και ετελεσθη Ma,b,f,h,i 𝕻47ℵA,C,RP,HF,OC,NU (The subjunctive is presumably correct; the indicative doesn’t fit; the και could be emphatic, otherwise it doesn’t fit either.) 10:7 ο f35 Md,e⅓ CP ¦ ως Ma,b,e⅔,f,g,h,i 𝕻47ℵA,C,RP,HF,OC,NU,TR 10:7 ευηγγελισατο f35 Md CP ¦ ευηγγελισεν Ma,b,ept,f,g,h,i ℵA,C,RP,HF,OC,NU,TR ¦ ευηγγελησε Me⅓ (I take it that this is an instance of the double accusative with the passive voice [see the related variant sets above and below]; render ‘which was announced to His slaves’.) § 10:7 τους δουλους αυτου τους προφητας f35 Ma,b,f,g,h⅓,i⅔ CP,RP,HF,OC ¦ ~ τοις 3 δουλοις τοις προφηταις Md ¦ ~ 1 εαυτου 245 Me⅔,h⅗ A,C,NU ¦ ~ 1 εαυτου 2 και 45 𝕻47ℵ ¦ ~ τοις εαυτου δουλοις τοις προφηταις Me⅓,i⅓ TR * 10:8 λαλουσα rell ¦ λαλουσαν Me⅓ ℵA,C,NU 10:8 λεγουσα rell ¦ λεγουσαν Me⅓ ℵA,C,NU 10:8 βιβλιδαριον f35 Ma,b,d,e¼,f,g,hpt,i CP,RP,HF,OC ¦ βιβλαριδιον Me ℵ,TR ¦ βιβλιον Mh⅖ A,C,NU § 10:8 ανεωγμενον f35 Ma,d,e⅓,f,g,h,i 𝕻47,CP,RP,HF,OC ¦ ηνεωγμενον Mb,e⅔ ℵA,C,NU,TR * 10:8 του rell ¦ — TR 10:9 απηλθον rell ¦ απηλθα Mg⅓ 𝕻47A,OC,NU 10:9 δος f35 Md,e,h⅗,i¼ CP,TR ¦ δουναι Ma,b,f,g,h⅖,i 𝕻47ℵA,C,RP,HF,OC,NU § 10:9 βιβλιδαριον f35 Ma,b,d,e⅓,f,g,h⅓,i CP,RP,HF,OC ¦ βιβλαριδιον Me⅔ 𝕻85,115C,NU,TR ¦ βιβλιον Mh⅗ 𝕻47ℵ ¦ βιβλαριον A * 10:10 βιβλιδαριον f35 Md,e¼,hpt,i⅗ CP ¦ βιβλιον Ma,b,f,g,hpt,i⅖ ℵ,RP,HF,OC ¦ βιβλαριδιον Me A,C,NU,TR 10:11 λεγει f35 Md,e,fpt,gpt,h⅗,ipt CP,TR ¦ λεγουσιν Ma,b,fpt,gpt,h⅖,ipt 𝕻47ℵA,RP,HF,OC,NU (Where is the subject for the plural verb?) 10:11 επι f35 Ma,b,d,f,g,ipt CP,RP,HF ¦ — Ma⅙,e,h,ipt 𝕻47ℵA,C,OC,NU,TR