3
To Sardis
»Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον· Τάδε λέγει ἔχων τὰ ἑπτὰ* πνεύματα τοῦ Θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· ‹Οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ. Γίνου γρηγορῶν, καὶ στήρισον§ τὰ λοιπὰ ἔμελλες ἀποβαλεῖν,* οὐ γὰρ εὕρηκά σου τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ Θεοῦ μου. Μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας, καὶ τήρει καὶ μετανόησον· ἐὰν οὖν μὴ γρηγορήσῃς ἥξω ἐπὶ σὲ§ ὡς κλέπτης, καὶ οὐ μὴ γνῷς* ποίαν ὥραν ἥξω ἐπὶ σέ.
» ›Ἀλλ᾿ ὀλίγα ἔχεις ὀνόματα ἐν Σάρδεσιν § οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν· καὶ περιπατήσουσιν μετ᾿ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν. νικῶν οὕτως* περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς Βίβλου τῆς Ζωῆς, καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ Πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ.›
» ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
To Philadelphia
»Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ§ ἐκκλησίας γράψον· Τάδε λέγει Ἅγιος, Ἀληθινός, ἔχων τὴν κλεῖν* τοῦ Δαυίδ, ἀνοίγων καὶ οὐδεὶς κλείσει αὐτήν, εἰ μὴ ἀνοίγων,§ καὶ οὐδεὶς ἀνοίξει·* Οἶδά σου τὰ ἔργα. Ἰδού, δέδωκα ἐνώπιόν σου θύραν ἀνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν· ὅτι μικρὰν ἔχεις δύναμιν καὶ ἐτήρησάς μου τὸν λόγον καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου. Ἰδού, δίδωμι§ ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι καὶ οὐκ εἰσίν, ἀλλὰ ψεύδονταιἰδού, ποιήσω αὐτοὺς ἵνα ἥξουσιν* καὶ προσκυνήσωσιν ἐνώπιον τῶν ποδῶν σου καὶ γνῶσιν ὅτι ἠγάπησά σε. 10 Ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
11 » ›Ἔρχομαι§ ταχύ. Κράτει ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου. 12  νικῶν, ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ Θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι. Καὶ γράψω ἐπ᾿ αὐτὸν* τὸ ὄνομα τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ μουτῆς καινῆς Ἱερουσαλήμ, καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ μουκαὶ τὸ ὄνομά μου§ τὸ καινόν.›
13 » ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
To Laodicea
14 »Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας* γράψον· Τάδε λέγει Ἀμήν, μάρτυς πιστὸς καὶ ἀληθινός, Ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ· 15 Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός. Ὄφελον ψυχρὸς ἦς ζεστός. 16 Οὕτως, ὅτι χλιαρὸς εἶ, καὶ οὐ ζεστὸς οὔτε ψυχρός,§ μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου. 17 Ὅτι λέγεις,* «Πλούσιός εἰμι, καὶ πεπλούτηκα, καὶ οὐδενὸς χρείαν ἔχωκαὶ οὐκ οἶδας ὅτι σὺ εἶ ταλαίπωροςκαί, ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός 18 συμβουλεύω σοι ἀγοράσαι χρυσίον παρ᾿ ἐμοῦ,§ πεπυρωμένον ἐκ πυρός, ἵνα πλουτήσῃς· καὶ ἱμάτια λευκά, ἵνα περιβάλῃ, καὶ μὴ φανερωθῇ αἰσχύνη τῆς γυμνότητός σου· καὶ κολλούριον* ἔγχρισον ἐπὶ τοὺς ὀφθαλμούς σου, ἵνα βλέπῃς. 19 Ἐγὼ ὅσους ἐὰν φιλῶ ἐλέγχω καὶ παιδεύω· ζήλωσον οὖν καὶ μετανόησον.
20 » ›Ἰδού, ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω. Ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, καὶ§ εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ᾿ αὐτοῦ, καὶ αὐτὸς μετ᾿ ἐμοῦ. 21  νικῶν δώσω αὐτῷ καθίσαι μετ᾿ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ Πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.›
22 » ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις
* 3:1 επτα rell ¦ — TR 3:1 οτι rell ¦ 1 το TR 3:1 οτι f35 Mb,d,e,g,h⅔ ℵA,C,CP,RP,OC,NU,TR ¦ και Ma,f,h⅓,i HF § 3:2 στηρισον f35 Mapt,f,hpt,ipt A,C,RP,OC,NU ¦ στηριξον Ma⅙,b,d⅓,e ℵ,CP,TR ¦ στηριζων Mg ¦ τηρησον Ma⅓,d⅔ HF (The evidence for στηριζω is overwhelming against τηρεω; the aorist is stronger than the future.) * 3:2 εμελλες αποβαλειν f35 (CP) ¦ 1 αποβαλλειν Mapt,f,ipt RP,HF ¦ ημελλες αποβαλλειν Mapt,e⅓ ¦ εμελλον αποθανειν Mb,ept,hpt (ℵ)A,C,NU ¦ ημελλεν αποθανειν Mg ¦ εμελλον αποθνησκειν Md OC ¦ μελλει αποθανειν TR (‘throw’ is supported by f35 Ma,e⅓,f,i [66%]; ‘die’ is supported by Mb,d,ept,g,hpt ℵA,C [33%]; ‘throw away’ was possibly thought to be too harsh, but is presumably correct [the verb controls the person: “they die”; “you throw”]. The atticized form of the imperfect, η- [27%], loses to ε- [72%]. The aorist is supported by f35 Mb,ept,g,hpt ℵA,C; the present is supported by Ma,d,ept,f,i. Putting it all together, f35 preserves the correct reading.) 3:2 μου rell ¦ — Me TR 3:3 και ηκουσας και τηρει f35 Ma⅙,b,d⅓,e,g,h,ipt ℵA,C,CP,RP,HF,NU,TR ¦ 124 Md⅔ ¦ — Ma,f,h¼,ipt ¦ 123 τηρεν OC (OC is in small print.) § 3:3 επι σε f35 Ma,b,ept,f,g,hpt,i ℵ,CP,RP,HF,OC,TR ¦ — Md,ept,hpt A,C,NU (OC is in small print.) * 3:3 γνως f35 Md,e,f,gpt,h⅓,ipt A,C,CP,RP,NU,TR ¦ γνωση Ma,b,gpt,h⅔,ipt ℵ,HF,OC 3:4 αλλ f35 Ma,b,d,ept,f,g,hpt,i CP,RP,HF ¦ αλλα Mhpt ℵA,C,OC,NU ¦ — Mept TR 3:4 ολιγα εχεις ονοματα f35 Ma,b,ept,fpt,g,h⅓,ipt CP,RP,HF ¦ ~ 213 Md,ept,h⅔ (ℵ)A,C,OC,NU ¦ ~ 132 Mfpt,i¼ ¦ ~ 213 και TR § 3:4 α rell ¦ οι Md,e,h⅓ * 3:5 ουτως f35 Ma⅓,hpt,i¼ ℵ(A)C,OC,NU ¦ ουτος Ma⅔,b,c⅕,d,e,f,g,hpt,i CP,RP,HF,TR (ουτως links ‘white’ in verse 5 to ‘white’ in verse 4—the three ancient versions got it right.) 3:5 περιβαλειται rell ¦ περιβαλλειται CP ¦ περιβαλλεται C ¦ περιβαλειτε A 3:5 ομολογησω rell ¦ εξομολογησομαι TR [Compare Matthew 10:32.] § 3:7 φιλαδελφεια f35 Mapt,b⅔,d,e⅗,f⅔,g¼,hpt,i⅓ CP,RP,HF,OC,NU,TR ¦ φιλαδελφια Mapt,b⅓,d¼,e⅖,f⅓,gpt,hpt,i⅔ ℵC ¦ φιλαδελφιας Mg¼ A * 3:7 κλειν f35 Ma,b,f,h⅔,i⅔ CP,RP,HF,OC,NU ¦ κλιν ℵA,C ¦ κλειδα Md,e,g,h⅓,i⅓ TR 3:7 του rell ¦ — A,C [+7 mss] NU 3:7 κλεισει f35 Ma,b,f(g)h,i CP,RP,HF,OC,NU ¦ κλισει ℵA,C ¦ κλειει Me TR ¦ κλειων Md § 3:7 αυτην ει μη ο ανοιγων (+και κλειων Mg) f35 Ma,fpt,g,h¼,ipt CP,RP,HF ¦ και κλειων Mb,dpt(pt)e,f¼,hpt ℵ,OC,NU ¦ κλειων A ¦ και κλειει Mf¼ C,TR (We are accustomed to the more balanced form, but the basic point remains the same.) * 3:7 ανοιξει f35 Ma,b,f,g,h,i ℵ,CP,RP,HF,OC ¦ ανοιγει Me A,C,NU,TR ¦ ανοιγων Md 3:8 ανεωγμενην rell ¦ ηνεωγμενην Mb,e⅓ ℵ,NU 3:8 ην rell ¦ και Mept TR § 3:9 διδωμι rell ¦ διδω A,C,NU ¦ δεδωκα ℵ * 3:9 ηξουσιν f35 Ma⅙,d⅔,e⅕,f⅖,h⅓ ℵA,C,CP,OC,NU ¦ ηξωσιν Ma,b,c⅖,d⅓,e,f⅗,g,h⅔,i RP,HF,TR (One’s first impression is that the three verbs controlled by ινα are parallel and should be in the same mode, namely subjunctive—γνωσιν is home free, προσκυνησωσιν has a heavy majority [including f35] but with some dissent; with ηξωσιν the dissent becomes stronger, including ⅗ of Family 35 [a preponderance of the better representatives read the indicative]. The generalized splitting suggests that the ‘norm’ of subjunctive with ινα was at work in the minds of the copyists, the more so since the other two verbs are in that mode; but the indicative isn’t all that infrequent, and in this case presumably emphasizes certainty—they will come.) 3:9 προσκυνησωσιν f35 Ma,b,d⅔,e,f,g,h,i⅔ CP,RP,HF,TR ¦ προσκυνησουσιν Mb⅕,d⅓,e⅕,h¼,i⅓ ℵA,C,OC,NU 3:9 οτι f35 Ma,b,f,h¼,i CP,RP,HF ¦ 1 εγω Md,e,g,h ℵA,C,OC,NU,TR § 3:11 ερχομαι f35 Ma,b,d⅓,e,f,g,h,i ℵA,C,CP,RP,HF,OC,NU ¦ ιδου 1 Md⅔ TR * 3:12 αυτον rell ¦ αυτου CP ¦ αυτω Md,ept 3:12 καταβαινει f35 Ma,b,d⅖,e⅓,f,g,h⅓,i CP,RP,HF,OC ¦ καταβαινουσα Md⅗,e⅔,h⅔ ℵA,C,NU,TR 3:12 εκ f35 Ma⅓,d,e,h,i⅗ ℵA,C,CP,RP,OC,NU,TR ¦ απο Ma⅔,b,f,g,h¼,i⅖ HF § 3:12 μου f35 Ma⅙,b,d,e,hpt,ipt ℵA,C,CP,RP,HF,OC,NU,TR ¦ — Ma,e⅙,f,g,hpt,ipt * 3:14 εν λαοδικεια (λαοδικια ℵA,C) εκκλησιας rell ¦ ~ 3 λαοδικεων TR 3:15 οφελον ψυχρος ης η ζεστος rell ¦ 12 ειης 45 TR ¦ — Me⅓ A 3:16 ου f35 Ma,b,e⅓,f,g,hpt,i⅔ CP,RP,HF ¦ ουτε Md,e⅔,hpt,i⅓ ℵA,C,OC,NU,TR § 3:16 ζεστος ουτε ψυχρος rell ¦ ~ 321 A,TR ¦ ζεστρος 23 ει ℵ * 3:17 λεγεις f35 Ma,d¼,e,gpt,h¼,i⅔ ℵ,CP,RP,HF ¦ 1 οτι Mb,d,e⅙,f,gpt,h,i⅓ A,C,OC,NU,TR 3:17 ουδενος rell ¦ ουδεν Me¼ A,C,NU 3:17 ο f35 Ma,b,e¼,f,g,h⅔,ipt A,CP,RP,HF,OC ¦ — Ma¼,d,e,h⅓,ipt ℵC,NU,TR § 3:18 χρυσιον παρ εμου f35 Ma,f,g,h⅔,i⅔ CP,RP,HF ¦ ~ 231 Md,e,h⅓,i⅓ ℵA,C,OC,NU,TR ¦ 1 Mb * 3:18 κολλουριον f35 Md⅕,e¼ A(CP)[NU]TR ¦ κουλουριον Md⅗ ¦ κολλυριον Ma,b,ept,f,g,h⅔,i ℵC,RP,HF,OC (There are at least nine variants, but the only real question is whether to read a single vowel or a diphthong after the double lambda: for the diphthong—f35 Ma⅕,d,ept,f⅙,h⅓ A; for the vowel—Ma,b,ept,f,g,h⅔,i ℵC.) 3:18 εγχρισον επι f35 CP ¦ 1 Mept TR ¦ ινα εγχριση Ma,b,f,ipt RP,HF,OC ¦ ινα εγχρισαι A,C ¦ εγχρισαι Mgpt (ℵ)NU (There are over 25 variants; Md,ept,gpt,h,ipt are badly splintered; but f35Md,e,g,h agree in omitting ινα, which takes the subjunctive with it, which leaves the imperative in control.) 3:19 ζηλωσον f35 Md,e,g,hpt ℵ,CP,RP,TR ¦ ζηλευε Ma,b,f,hpt,i⅗ A,C,0169,HF,OC,NU § 3:20 και f35 Ma,b,f,h¼,i⅔ ℵ,0169,CP,RP,HF,OC[NU] ¦ — Md,e,g,h,i⅓ A,TR