2
Be strengthened
Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ. Καί, ἤκουσας παρ᾿ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.
Σὺ οὖν κακοπάθησον* ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει § λέγω· δῴη* γάρ σοι Κύριος σύνεσιν ἐν πᾶσιν.
Encouragement by example
Μνημόνευε Ἰησοῦν Χριστόν, ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ· κατὰ τὸ εὐαγγέλιόν μου, ἐν κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος, ἀλλ᾿ λόγος τοῦ Θεοῦ οὐ δέδεται. 10 Διὰ τοῦτο πάντα ὑπομένω· διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου. 11 Πιστὸς λόγος· Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· 12 εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· 13 εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένειἀρνήσασθαι§ ἑαυτὸν οὐ δύναται.
14 Ταῦτα ὑπομίμνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου* μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμονἐπὶ καταστροφῇ τῶν ἀκουόντων.
Approved and disapproved
15 Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. 16 Τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο, ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, 17 καὶ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξειὧν ἐστιν Ὑμέναιος καὶ Φιλητός, 18 οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι· καὶ ἀνατρέπουσιν τήν τινων πίστιν.
19  μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην· «Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦκαὶ ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὀνομάζων τὸ ὄνομα Κυρίου.§ 20 Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα· καὶ μὲν εἰς τιμήν, δὲ εἰς ἀτιμίαν. 21 Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον καὶ* εὔχρηστον τῷ Δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.
The true source of opposition
22 Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε· δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην, μετὰ τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας. 23 Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσιν μάχας. 24 Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι ἀλλ᾿ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον, 25 ἐν πρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δῷ§ αὐτοῖς Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας 26 καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος (ἐζωγρημένοι ὑπ᾿ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα).
* 2:3 συ ουν κακοπαθησον f35 (94.1%) RP,HF,OC,TR,CP ¦ συγκακοπαθησον ℵ(A,C)I (3.8%) NU ¦ conflation (1.6%) ¦ three other variants (0.5%) (The Alexandrians missed the point, creating an inferior reading. The joint suffering was handled in 1:8.) 2:3 ιησου χριστου f35 [95%] RP,HF,OC,TR,CP ¦ ~ 21 ℵA,C [5%] NU 2:4 πραγματειαις f35 [90%] RP,HF,OC,TR,CP,NU ¦ πραγματιαις ℵA,C [10%] § 2:7 α f35 [98%] RP,HF,OC,TR,CP ¦ ο ℵA,C [2%] NU * 2:7 δωη f35 [95%] RP,HF,OC,TR,CP ¦ δωσει ℵA,C [5%] NU (The immediately following γαρ presumably motivated the Alexandrian alteration.) 2:9 αλλ rell ¦ αλλα ℵA,C [2%] NU 2:12 αρνουμεθα f35 [95%] RP,HF,OC,TR,CP ¦ αρνησομεθα ℵA,C,048 [5%] NU (A little assimilation by attraction to the following future?) § 2:13 αρνησασθαι f35 [85%] RP,HF,OC,TR,CP ¦ 1 γαρ ℵAv,C,048v [15%] NU * 2:14 κυριου f35 A,048 [87%] RP,HF,OC,TR,CP ¦ θεου ℵC,I [10%] NU ¦ χριστου [3%] 2:14 εις f35 [97%] RP,HF,OC,TR,CP ¦ επ ℵA,C,I,048 [3%] NU 2:18 την f35 A,C [98%] RP,HF,OC,TR,CP[NU] ¦ — ℵ048 [2%] § 2:19 κυριου f35 ℵA,C [90%] RP,HF,OC,CP,NU ¦ χριστου [10%] TR * 2:21 και f35 C [97%] RP,HF,OC,TR,CP ¦ — ℵA,048 [3%] NU 2:24 αλλ rell ¦ αλλα ℵA [2%] NU 2:25 πραοτητι f35 [95%] RP,HF,OC,TR,CP ¦ πραυτητι ℵA,C [5%] NU § 2:25 δω f35 [97%] RP,HF,OC,TR,CP ¦ δωη ℵA,C [3%] NU