23
ἀτενίσας δὲ Παῦλος τῷ συνεδρίῳ* εἶπεν· Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ θεῷ ἄχρι ταύτης τῆς ἡμέρας. δὲ ἀρχιερεὺς Ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα. τότε Παῦλος πρὸς αὐτὸν εἶπεν· Τύπτειν σε μέλλει θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; οἱ δὲ παρεστῶτες εἶπαν· Τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς; ἔφη τε Παῦλος· Οὐκ ᾔδειν, ἀδελφοί, ὅτιἐστὶν ἀρχιερεύς· γέγραπται γὰρὅτι Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
Γνοὺς δὲ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίωνἔκραζενἐν τῷ συνεδρίῳ· Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸςΦαρισαίων§ περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶνἐγὼ*κρίνομαι. τοῦτο δὲ αὐτοῦλαλοῦντοςἐγένετο στάσις τῶν Φαρισαίωνκαὶ Σαδδουκαίων, καὶ ἐσχίσθη τὸ πλῆθος. Σαδδουκαῖοιμὲν§γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασινμήτε*ἄγγελον μήτε πνεῦμα, Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα. ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντεςτινὲς τῶν γραμματέων τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες· Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἄγγελος 10 πολλῆς δὲ ⸀γινομένης§στάσεωςφοβηθεὶς* χιλίαρχος μὴ διασπασθῇ Παῦλος ὑπʼ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα ⸀καταβὰνἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειντεεἰς τὴν παρεμβολήν.
11 Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ κύριος εἶπεν· ⸀Θάρσει§ ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλὴμ οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.
12 Γενομένης δὲ ἡμέρας ποιήσαντεςσυστροφὴν οἱ Ἰουδαῖοι* ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀποκτείνωσιν τὸν Παῦλον. 13 ἦσαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ⸀ποιησάμενοι 14 οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπαν· Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον. 15 νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳὅπωςκαταγάγῃ αὐτὸν εἰς§ ὑμᾶς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.
16 Ἀκούσας δὲ υἱὸς τῆς ἀδελφῆς Παύλουτὴν ἐνέδραν* παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῷ Παύλῳ. 17 προσκαλεσάμενος δὲ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν ἔφη· Τὸν νεανίαν τοῦτον ⸀ἄπαγεπρὸς τὸν χιλίαρχον, ἔχει γὰρἀπαγγεῖλαί τι αὐτῷ. 18  μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καὶ φησίν· δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸννεανίαν§ἀγαγεῖν πρὸς σέ, ἔχοντά τι λαλῆσαί σοι. 19 ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ χιλίαρχος καὶ ἀναχωρήσας κατʼ ἰδίαν ἐπυνθάνετο· Τί ἐστιν ἔχεις ἀπαγγεῖλαί μοι; 20 εἶπεν δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριοντὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον* ὡςμέλλοντι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ· 21 σὺ οὖν μὴ πεισθῇς αὐτοῖς, ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν, καὶ νῦνεἰσιν ἕτοιμοι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν. 22  μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸννεανίσκον§παραγγείλας μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρὸςἐμέ*
23 Καὶ προσκαλεσάμενόςτινας δύο τῶν ἑκατονταρχῶν εἶπεν· Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός, 24 κτήνη τε παραστῆσαι ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα, 25 γράψας ἐπιστολὴνἔχουσαντὸν τύπον τοῦτον· 26 Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν. 27 τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπʼ αὐτῶν ἐπιστὰς σὺν τῷ στρατεύματι ⸀ἐξειλάμην§ μαθὼν ὅτι Ῥωμαῖός ἐστιν, 28 βουλόμενόςτε*ἐπιγνῶναιτὴν αἰτίαν διʼ ἣν ἐνεκάλουν αὐτῷ, ⸀κατήγαγονεἰς τὸ συνέδριον αὐτῶν. 29 ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲ§δὲ ἄξιον θανάτου δεσμῶνἔχοντα ἔγκλημα*. 30 μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸνἄνδραἔσεσθαιἐξαυτῆςἔπεμψα πρὸς σέ, παραγγείλας καὶ τοῖς κατηγόροιςλέγειν§πρὸς αὐτὸν ἐπὶσοῦ*
31 Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον ἤγαγονδιὰνυκτὸς εἰς τὴν Ἀντιπατρίδα· 32 τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ⸀ἀπέρχεσθαισὺν αὐτῷ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· 33 οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ. 34 ἀναγνοὺςδὲ§καὶ ἐπερωτήσας ἐκ ποίας ⸀ἐπαρχείας*ἐστὶν καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας, 35 Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· ⸀κελεύσαςἐν τῷ πραιτωρίῳτοῦἩρῴδου φυλάσσεσθαιαὐτόν§
* 23:1 ὁ Παῦλος τῷ συνεδρίῳ NA28 RP ] Παῦλος τῷ συνεδρίῳ WH; τῷ συνεδρίῳ ὁ Παῦλος Treg 23:5 ὅτι WH Treg NA28 ] – RP 23:6 ἔκραζεν WH Treg NA28 ] ἔκραξεν RP § 23:6 Φαρισαίων WH Treg NA28 ] Φαρισαίου RP * 23:6 ἐγὼ NA28 RP ] – WH Treg 23:7 λαλοῦντος WH ] εἰπόντος NA28 Treg; λαλήσαντος RP 23:7 καὶ Σαδδουκαίων WH Treg NA28 ] – RP § 23:8 μὲν Treg NA28 RP ] – WH * 23:8 μήτε WH Treg NA28 ] μηδὲ RP 23:9 τινὲς τῶν γραμματέων WH Treg NA28 ] οἱ γραμματεῖς RP 23:9 ἄγγελος WH Treg NA28 ] + μὴ θεομαχῶμεν RP § 23:10 γινομένης WH NA28 ] γενομένης Treg RP * 23:10 φοβηθεὶς WH Treg NA28 ] εὐλαβηθεὶς RP 23:10 καταβὰν WH Treg NA28 ] καταβῆναι καὶ RP 23:10 τε Treg NA28 RP ] – WH § 23:11 Θάρσει WH Treg NA28 ] + Παῦλε RP * 23:12 συστροφὴν οἱ Ἰουδαῖοι WH Treg NA28 ] τινες τῶν Ἰουδαίων συστροφήν RP 23:13 ποιησάμενοι WH Treg NA28 ] πεποιηκότες RP 23:15 ὅπως WH Treg NA28 ] + αὔριον RP § 23:15 καταγάγῃ αὐτὸν εἰς WH Treg NA28 ] αὐτὸν καταγάγῃ πρὸς RP * 23:16 τὴν ἐνέδραν WH Treg NA28 ] τὸ ἔνεδρον RP 23:17 ἄπαγε WH Treg ] ἀπάγαγε NA28 RP 23:17 ἀπαγγεῖλαί τι WH Treg NA28 ] τι ἀπαγγεῖλαί RP § 23:18 νεανίαν WH RP ] νεανίσκον NA28 Treg * 23:20 τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον WH Treg NA28 ] εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον RP 23:20 μέλλον NA28 ] μέλλων WH Treg; μέλλοντά RP 23:21 εἰσιν ἕτοιμοι WH Treg NA28 ] ἕτοιμοι εἰσιν RP § 23:22 νεανίσκον WH Treg NA28 ] νεανίαν RP * 23:22 ἐμέ WH Treg ] με NA28 RP 23:23 τινας δύο WH Treg ] δύο τινας NA28 RP 23:25 ἔχουσαν WH Treg NA28 ] περιέχουσαν RP § 23:27 ἐξειλάμην WH Treg NA28 ] + αὐτόν RP * 23:28 τε WH Treg NA28 ] δὲ RP 23:28 ἐπιγνῶναι WH Treg NA28 ] γνῶναι RP 23:28 κατήγαγον WH Treg NA28 ] + αὐτὸν RP § 23:29 δὲ WH Treg NA28 ] – RP * 23:29 ἔχοντα ἔγκλημα WH Treg NA28 ] ἔγκλημα ἔχοντα RP 23:30 ἄνδρα WH Treg NA28 ] + μέλλειν RP 23:30 ἐξαυτῆς WH NA28 ] ἐξ αὐτῶν Treg; ὑπὸ τῶν Ἰουδαίων ἐξαυτῆς RP § 23:30 λέγειν WH Treg ] + τὰ NA28 RP * 23:30 σοῦ WH Treg NA28 ] + Ἔρρωσο RP 23:31 διὰ WH Treg NA28 ] + τῆς RP 23:32 ἀπέρχεσθαι WH Treg NA28 ] πορεύεσθαι RP § 23:34 δὲ WH Treg NA28 ] + ὁ ἡγεμών RP * 23:34 ἐπαρχείας WH NA28 ] ἐπαρχίας Treg RP 23:35 κελεύσας WH Treg NA28 ] Ἐκέλευσέν τε αὐτὸν RP 23:35 τοῦ WH Treg NA28 ] – RP § 23:35 αὐτόν WH Treg NA28 ] – RP