26
Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη· Ἐπιτρέπεταί σοιὑπὲρ*σεαυτοῦ λέγειν. τότε Παῦλοςἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο· Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλωνσήμερον ἀπολογεῖσθαι, μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίουςἐθῶν§τε καὶ ζητημάτων· διὸδέομαι*μακροθύμως ἀκοῦσαί μου. Τὴν μὲν οὖν βίωσίν μουτὴνἐκ νεότητος τὴν ἀπʼ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔντεἹεροσολύμοις ἴσασι ⸀πάντες§Ἰουδαῖοι, προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος. καὶ νῦν ἐπʼ ἐλπίδι τῆςεἰς*τοὺς πατέραςἡμῶνἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος, εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαιὑπὸ Ἰουδαίων, βασιλεῦ⸃· τί ἄπιστον κρίνεται παρʼ ὑμῖν εἰ θεὸς νεκροὺς ἐγείρει; Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι· 10  καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλούςτε§τῶν ἁγίων ἐγὼἐν*φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον, 11 καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις. 12 Ἐνοἷςπορευόμενος εἰς τὴν Δαμασκὸν μετʼ ἐξουσίας καὶ ἐπιτροπῆςτῆςτῶν ἀρχιερέων 13 ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους· 14 πάντωντε§καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴνλέγουσαν*πρόςμετῇ Ἑβραΐδι διαλέκτῳ· Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν. 15 ἐγὼ δὲ εἶπα· Τίς εἶ, κύριε; δὲκύριοςεἶπεν· Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· 16 ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδέςμε§ὧν τε ὀφθήσομαί σοι, 17 ἐξαιρούμενός σε ἐκ*τοῦ λαοῦ καὶἐκ τῶν ἐθνῶν, εἰς οὓς ἐγὼἀποστέλλω σε 18 ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦἐπιστρέψαιἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. 19 Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ, 20 ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόντε§καὶ Ἱεροσολύμοις, ⸀πᾶσάν*τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν ⸀ἀπήγγελλονμετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας. 21 ἕνεκα τούτωνμε Ἰουδαῖοισυλλαβόμενοι§ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι. 22 ἐπικουρίας οὖν τυχὼν τῆςἀπὸ*τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς, 23 εἰ παθητὸς χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷτελαῷ καὶ τοῖς ἔθνεσιν. 24 Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου Φῆστος μεγάλῃ τῇ φωνῇφησιν Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει. 25  δὲΠαῦλος§ Οὐ μαίνομαι, φησίν, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι. 26 ἐπίσταται γὰρ περὶ τούτων βασιλεύς, πρὸς ὃνκαὶ*παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰραὐτὸντούτων οὐ πείθομαιοὐθέν οὐ γάρἐστιν§ἐν γωνίᾳ πεπραγμένον τοῦτο. 27 πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις. 28  δὲ Ἀγρίππας πρὸς τὸνΠαῦλον* Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸνποιῆσαι 29  δὲΠαῦλος Εὐξαίμην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐνμεγάλῳ§οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰμι παρεκτὸς τῶν δεσμῶν τούτων. 30 Ἀνέστη*τε βασιλεὺς καὶ ἡγεμὼν τε Βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς, 31 καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι Οὐδὲν θανάτου δεσμῶν ἄξιοντι§πράσσει ἄνθρωπος οὗτος. 32 Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη· Ἀπολελύσθαι ἐδύνατο ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα.
* 26:1 ὑπὲρ WH RP ] περὶ Treg NA28 26:1 ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο WH Treg NA28 ] ἀπελογεῖτο ἐκτείνας τὴν χεῖρα RP 26:2 σήμερον ἀπολογεῖσθαι WH Treg NA28 ] ἀπολογεῖσθαι σήμερον RP § 26:3 ἐθῶν WH Treg NA28 ] ἠθῶν RP * 26:3 δέομαι WH Treg NA28 ] + σου RP 26:4 τὴν NA28 RP ] – WH Treg 26:4 τε WH Treg NA28 ] – RP § 26:4 πάντες WH Treg ] + οἱ NA28 RP * 26:6 εἰς WH Treg NA28 ] πρὸς RP 26:6 ἡμῶν WH Treg NA28 ] – RP 26:7 ὑπὸ Ἰουδαίων βασιλεῦ WH Treg NA28 ] βασιλεῦ Ἀγρίππα ὑπὸ Ἰουδαίων RP § 26:10 τε WH Treg NA28 ] – RP * 26:10 ἐν WH Treg NA28 ] – RP 26:12 οἷς WH Treg NA28 ] + καὶ RP 26:12 τῆς WH Treg NA28 ] + παρὰ RP § 26:14 τε WH Treg NA28 ] δὲ RP * 26:14 λέγουσαν WH Treg NA28 ] λαλοῦσαν RP 26:14 με WH Treg NA28 ] + καὶ λέγουσαν RP 26:15 κύριος WH Treg NA28 ] – RP § 26:16 με WH NA28 ] – Treg RP * 26:17 ἐκ WH Treg NA28 ] – RP 26:17 ἀποστέλλω σε WH Treg NA28 ] σε ἀποστέλλω RP 26:18 ἐπιστρέψαι WH Treg NA28 ] ὑποστρέψαι RP § 26:20 τε WH Treg NA28 ] – RP * 26:20 πᾶσάν WH Treg NA28 ] εἰς πᾶσάν RP 26:20 ἀπήγγελλον WH Treg NA28 ] ἀπαγγέλλων RP 26:21 με Ἰουδαῖοι WH Treg NA28 ] οἱ Ἰουδαῖοι με RP § 26:21 συλλαβόμενοι WH Treg RP ] + ὄντα NA28 * 26:22 ἀπὸ WH Treg NA28 ] παρὰ RP 26:23 τε WH Treg NA28 ] – RP 26:24 φησιν WH Treg NA28 ] ἔφη RP § 26:25 Παῦλος WH Treg NA28 ] – RP * 26:26 καὶ Treg NA28 RP ] – WH 26:26 αὐτὸν WH ] + τι Treg NA28 RP 26:26 οὐθέν WH Treg NA28 ] οὐδέν RP § 26:26 ἐστιν WH Treg NA28 ] – RP * 26:28 Παῦλον WH Treg NA28 ] + ἔφη RP 26:28 ποιῆσαι WH Treg NA28 ] γενέσθαι RP 26:29 Παῦλος WH Treg NA28 ] + εἶπεν RP § 26:29 μεγάλῳ WH Treg NA28 ] πολλῷ RP * 26:30 Ἀνέστη WH Treg NA28 ] Καὶ ταῦτα εἰπόντος αὐτοῦ ἀνέστη RP 26:30 τε WH Treg NA28 ] – RP 26:31 ἢ δεσμῶν ἄξιον WH Treg NA28 ] ἄξιον ἢ δεσμῶν RP § 26:31 τι NA28 ] – WH Treg RP