14
Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖἀλλὰ*θεῷ, οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια· δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ· δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. θέλω δὲπάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζωνδὲ προφητεύων λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴδιερμηνεύῃ ἵνα ἐκκλησία οἰκοδομὴν λάβῃ.
Νῦν§δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἐν ἀποκαλύψει ἐν γνώσει ἐν προφητείᾳ ἐν διδαχῇ; ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴδῷ* πῶς γνωσθήσεται τὸ αὐλούμενον τὸ κιθαριζόμενον; καὶ γὰρ ἐὰν ἄδηλονφωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. 10 τοσαῦτα εἰ τύχοι γένη φωνῶνεἰσινἐν κόσμῳ, καὶοὐδὲν§ἄφωνον· 11 ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ λαλῶν ἐν ἐμοὶ βάρβαρος. 12 οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.
13 Διὸ* λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. 14 ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, δὲ νοῦς μου ἄκαρπός ἐστιν. 15 τί οὖν ἐστιν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ· 16 ἐπεὶ ἐὰν ⸀εὐλογῇςπνεύματι ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν· 17 σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλʼ ἕτερος οὐκ οἰκοδομεῖται. 18 εὐχαριστῶ τῷθεῷ§ πάντων ὑμῶν μᾶλλονγλώσσαις*λαλῶ 19 ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγουςτῷ νοΐ μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, μυρίους λόγους ἐν γλώσσῃ.
20 Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε. 21 ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσινἑτέρων§λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδʼ οὕτως εἰσακούσονταί μου, λέγει κύριος. 22 ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν. 23 ἐὰν οὖν συνέλθῃ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντεςλαλῶσιν γλώσσαις*, εἰσέλθωσιν δὲ ἰδιῶται ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; 24 ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, 25 τὰκρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ, ἀπαγγέλλων ὅτιὌντως θεὸς ἐν ὑμῖν ἐστιν.
26 Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ⸀ἕκαστος§ψαλμὸν ἔχει, διδαχὴν ἔχει, ⸂ἀποκάλυψιν ἔχει, γλῶσσανἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω.* 27 εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω· 28 ἐὰν δὲ μὴ διερμηνευτής σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ. 29 προφῆται δὲ δύο τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· 30 ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, πρῶτος σιγάτω. 31 δύνασθε γὰρ καθʼ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται 32 (καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, 33 οὐ γάρ ἐστιν ἀκαταστασίας θεὸς ἀλλὰ εἰρήνης), ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.
34 Αἱγυναῖκεςἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρἐπιτρέπεται§αὐταῖς λαλεῖν· ἀλλὰ ⸀ὑποτασσέσθωσαν* καθὼς καὶ νόμος λέγει. 35 εἰ δέ τιμαθεῖνθέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναικὶλαλεῖν ἐν ἐκκλησίᾳ. 36  ἀφʼ ὑμῶν λόγος τοῦ θεοῦ ἐξῆλθεν, εἰς ὑμᾶς μόνους κατήντησεν;
37 Εἴ τις δοκεῖ προφήτης εἶναι πνευματικός, ἐπιγινωσκέτω γράφω ὑμῖν ὅτι κυρίουἐστίν§ 38 εἰ δέ τις ἀγνοεῖ, ⸀ἀγνοεῖται* 39 ὥστε, ἀδελφοίμου ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖνμὴ κωλύετε γλώσσαις· 40 πάνταδὲ§εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.
* 14:2 ἀλλὰ WH Treg NA28 ] + τῷ RP 14:5 δὲ WH Treg NA28 ] γὰρ RP 14:5 διερμηνεύῃ WH Treg NA28 ] διερμηνεύει RP § 14:6 Νῦν WH Treg NA28 ] Νυνὶ RP * 14:7 δῷ WH Treg NA28 ] διδῶ RP 14:8 φωνὴν σάλπιγξ Treg RP ] σάλπιγξ φωνὴν WH NA28 14:10 εἰσιν WH Treg NA28 ] ἐστὶν RP § 14:10 οὐδὲν WH Treg NA28 ] + αὐτῶν RP * 14:13 Διὸ WH Treg NA28 ] Διόπερ RP 14:16 εὐλογῇς WH Treg NA28 ] εὐλογήσῃς RP 14:16 πνεύματι Treg ] ἐν πνεύματι WH NA28; τῷ πνεύματι RP § 14:18 θεῷ WH Treg NA28 ] + μου RP * 14:18 γλώσσαις WH NA28 RP ] γλώσσῃ Treg 14:18 λαλῶ WH Treg NA28 ] λαλῶν RP 14:19 τῷ νοΐ WH Treg NA28 ] διὰ τοῦ νοός RP § 14:21 ἑτέρων WH Treg NA28 ] ἑτέροις RP * 14:23 λαλῶσιν γλώσσαις WH Treg NA28 ] γλώσσαις λαλῶσιν RP 14:25 τὰ WH Treg NA28 ] καὶ οὕτως τὰ RP 14:25 Ὄντως ὁ θεὸς WH Treg NA28 ] Ὁ θεὸς ὄντως RP § 14:26 ἕκαστος WH Treg NA28 ] +ὑμῶν RP * 14:26 ἀποκάλυψιν ἔχει γλῶσσαν WH Treg NA28 ] γλῶσσαν ἀποκάλυψιν ἔχει RP 14:28 διερμηνευτής WH NA28 RP ] ἑρμηνευτής Treg 14:34 γυναῖκες WH Treg NA28 ] + ὑμῶν RP § 14:34 ἐπιτρέπεται WH Treg NA28 ] ἐπιτέτραπται RP * 14:34 ὑποτασσέσθωσαν WH Treg NA28 ] ὑποτάσσεσθαι RP 14:35 μαθεῖν Treg NA28 RP ] μανθάνειν WH 14:35 λαλεῖν ἐν ἐκκλησίᾳ WH Treg NA28 ] ἐν ἐκκλησίᾳ λαλεῖν RP § 14:37 ἐστίν Holmes ] ἐστὶν ἐντολή WH Treg NA28; εἰσὶν ἐντολαί RP * 14:38 ἀγνοεῖται WH NA28 ] ἀγνοείτω Treg RP 14:39 μου WH Treg NA28 ] – RP 14:39 μὴ κωλύετε γλώσσαις WH Treg NA28 ] γλώσσαις μὴ κωλύετε RP § 14:40 δὲ WH Treg NA28 ] – RP