5
1 Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ⸀ἔθνεσιν* ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. 2 καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ⸀ἀρθῇ† ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ⸀ποιήσας‡
3 Ἐγὼ μὲν γάρ, ⸀ἀπὼν§ τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον 4 ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν ⸀Ἰησοῦ* συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν ⸁Ἰησοῦ† 5 παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ ⸀κυρίου‡
6 Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; 7 ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ πάσχα ⸀ἡμῶν§ ἐτύθη Χριστός· 8 ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλʼ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.
9 Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, 10 ⸀οὐ* πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις ⸀καὶ† ἅρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ ⸀ὠφείλετε‡ ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. 11 νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. 12 τί γάρ ⸀μοι§ τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε, 13 τοὺς δὲ ἔξω ὁ θεὸς ⸀κρίνει* ⸀ἐξάρατε† τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
* 5:1 ἔθνεσιν WH Treg NA28 ] + ὀνομάζεται RP † 5:2 ἀρθῇ WH Treg NA28 ] ἐξαρθῇ RP ‡ 5:2 ποιήσας Treg RP ] πράξας WH NA28 § 5:3 ἀπὼν WH Treg NA28 ] ὡς ἀπὼν RP * 5:4 ⸀Ἰησοῦ WH Treg NA28 ] + Χριστοῦ RP † 5:4 ⸁Ἰησοῦ WH Treg NA28 ] + Χριστοῦ RP ‡ 5:5 κυρίου WH NA28 ] + Ἰησοῦ Treg RP § 5:7 ἡμῶν WH Treg NA28 ] + ὑπὲρ ἡμῶν RP * 5:10 οὐ WH Treg NA28 ] καὶ οὐ RP † 5:10 καὶ WH Treg NA28 ] ἢ RP ‡ 5:10 ὠφείλετε WH Treg NA28 ] ὀφείλετε RP § 5:12 μοι WH Treg NA28 ] + καί RP * 5:13 κρίνει WH Treg ] κρινεῖ NA28 RP † 5:13 ἐξάρατε WH Treg NA28 ] Καί ἐξαρεῖτε RP