9
Οὐκ εἰμὶἐλεύθερος; οὐκ εἰμὶ ἀπόστολος⸃; οὐχὶἸησοῦν τὸν κύριον ἡμῶν ἑόρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ;* εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι, γὰρ σφραγίςμου τῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ.
ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίνἐστιν αὕτη§. μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ ⸀πεῖν* μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς; μόνος ἐγὼ καὶ Βαρναβᾶς οὐκ ἔχομεν ἐξουσίανμὴἐργάζεσθαι; τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶτὸν καρπὸν αὐτοῦ οὐκ ἐσθίει; ⸀τίς§ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;
Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ καὶ νόμος ταῦτα οὐ* λέγει; ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται· Οὐ ⸀κημώσειςβοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ θεῷ, 10  διʼ ἡμᾶς πάντως λέγει; διʼ ἡμᾶς γὰρ ἐγράφη, ὅτιὀφείλει ἐπʼ ἐλπίδι ἀροτριῶν ἀροτριᾶν, καὶ ἀλοῶνἐπʼ ἐλπίδι τοῦ μετέχειν§. 11 εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; 12 εἰ ἄλλοι τῆςὑμῶν ἐξουσίας* μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς;
Ἀλλʼ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν ἵνα μήτινα ἐγκοπὴνδῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. 13 οὐκ οἴδατε ὅτι οἱ τὰἱερὰ ἐργαζόμενοιτὰ ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ ⸀παρεδρεύοντες§τῷ θυσιαστηρίῳ συμμερίζονται; 14 οὕτως καὶ κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν.
15 Ἐγὼ δὲοὐ κέχρημαι οὐδενὶ* τούτων. οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί, καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν τὸ καύχημά μουοὐδεὶς κενώσει. 16 ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστιν μοι καύχημα, ἀνάγκη γάρμοι ἐπίκειται· οὐαὶγάρ μοί ἐστιν ἐὰν μὴ ⸀εὐαγγελίσωμαι§ 17 εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. 18 τίς οὖνμού*ἐστιν μισθός; ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸεὐαγγέλιον εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.
19 Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω· 20 καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, ⸂μὴ ὢν αὐτὸς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· 21 τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομοςθεοῦ§ἀλλʼ ἔννομοςΧριστοῦ* ἵνα ⸀κερδάνωτοὺςἀνόμους· 22 ἐγενόμην τοῖςἀσθενέσιν§ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω· τοῖς πᾶσινγέγονα*πάντα, ἵνα πάντως τινὰς σώσω. 23 πάνταδὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι.
24 Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; οὕτως τρέχετε ἵνα καταλάβητε. 25 πᾶς δὲ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. 26 ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως, οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων· 27 ἀλλὰ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.
* 9:1 ἐλεύθερος οὐκ εἰμὶ ἀπόστολος WH Treg NA28 ] ἀπόστολος οὐκ εἰμὶ ἐλεύθερος RP 9:1 Ἰησοῦν WH Treg NA28 ] + Χριστὸν RP 9:2 μου τῆς WH Treg NA28 ] τῆς μου RP § 9:3 ἐστιν αὕτη WH Treg NA28 ] αὕτη ἐστιν RP * 9:4 πεῖν WH NA28 ] πιεῖν Treg RP 9:6 μὴ WH Treg NA28 ] τοῦ μὴ RP 9:7 τὸν καρπὸν WH Treg NA28 ] ἐκ τοῦ καρποῦ RP § 9:7 τίς Holmes Tregmarg ] ἢ τίς WH Treg NA28 RP * 9:8 καὶ … ταῦτα οὐ WH Treg NA28 ] οὐχὶ καὶ … ταῦτα RP 9:9 κημώσεις Treg NA28 ] φιμώσεις WH RP 9:10 ὀφείλει ἐπʼ ἐλπίδι WH Treg NA28 ] ἐπʼ ἐλπίδι ὀφείλει RP § 9:10 ἐπʼ ἐλπίδι τοῦ μετέχειν WH Treg NA28 ] τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπʼ ἐλπίδι RP * 9:12 ὑμῶν ἐξουσίας WH Treg NA28 ] ἐξουσίας ὑμῶν RP 9:12 τινα ἐγκοπὴν WH Treg NA28 ] ἐγκοπὴν τινα RP 9:13 τὰ WH Treg NA28 ] – RP § 9:13 παρεδρεύοντες WH Treg NA28 ] προσεδρεύοντες RP * 9:15 οὐ κέχρημαι οὐδενὶ WH Treg NA28 ] οὐδενὶ ἐχρησάμην RP 9:15 οὐδεὶς κενώσει WH Treg NA28 ] ἵνα τις κενώσῃ RP 9:16 γάρ WH Treg NA28 ] δέ RP § 9:16 εὐαγγελίσωμαι WH Treg NA28 ] εὐαγγελίζωμαι RP * 9:18 μού WH Treg NA28 ] μοί RP 9:18 εὐαγγέλιον WH Treg NA28 ] + τοῦ Χριστοῦ RP 9:20 μὴ ὢν αὐτὸς ὑπὸ νόμον WH Treg NA28 ] – RP § 9:21 θεοῦ WH Treg NA28 ] θεῷ RP * 9:21 Χριστοῦ WH Treg NA28 ] Χριστῷ RP 9:21 κερδάνω WH Treg NA28 ] κερδήσω RP 9:21 τοὺς WH Treg NA28 ] – RP § 9:22 ἀσθενέσιν WH Treg NA28 ] + ὡς RP * 9:22 γέγονα WH Treg NA28 ] + τὰ RP 9:23 πάντα WH Treg NA28 ] Τοῦτο RP