5
γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ Χριστὸς ἠγάπησενἡμᾶς*καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρἡμῶνπροσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.
Πορνεία δὲ καὶἀκαθαρσία πᾶσα πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, καὶ αἰσχρότης καὶ μωρολογία εὐτραπελία, ⸂ οὐκ ἀνῆκεν§, ἀλλὰ μᾶλλον εὐχαριστία. τοῦτο γὰρἴστε*γινώσκοντες ι πᾶς πόρνος ἀκάθαρτος πλεονέκτης, ⸀ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.
Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ ταῦτα γὰρ ἔρχεται ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν· ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε, γὰρ καρπὸς τοῦφωτὸςἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ, 10 δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ· 11 καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε, 12 τὰ γὰρ κρυφῇ γινόμενα ὑπʼ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν· 13 τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται, 14 πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. διὸ λέγει· Ἔγειρε, καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι Χριστός.
15 Βλέπετε οὖνἀκριβῶς πῶς§ περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλʼ ὡς σοφοί, 16 ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. 17 διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰσυνίετε*τί τὸ θέλημα τοῦ κυρίου· 18 καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι, 19 λαλοῦντεςἑαυτοῖςψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶψάλλοντεςτῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ, 20 εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί, 21 ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.
22 Αἱ γυναῖκες τοῖς ἰδίοιςἀνδράσιν§ὡς τῷ κυρίῳ, 23 ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, ⸀αὐτὸς*σωτὴρ τοῦ σώματος. 24 ἀλλὰὡς ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκεςτοῖςἀνδράσιν ἐν παντί.
25 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰςγυναῖκας§ καθὼς καὶ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, 26 ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, 27 ἵνα παραστήσῃαὐτὸς*ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ῥυτίδα τι τῶν τοιούτων, ἀλλʼ ἵνα ἁγία καὶ ἄμωμος. 28 οὕτως ὀφείλουσινκαὶοἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα· ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ, 29 οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ Χριστὸςτὴν ἐκκλησίαν, 30 ὅτι μέλη ἐσμὲν τοῦ σώματοςαὐτοῦ§ 31 ἀντὶ τούτου καταλείψει ἄνθρωποςτὸν*πατέρακαὶτὴνμητέρα καὶ προσκολληθήσεταιτῇ γυναικὶ§ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. 32 τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. 33 πλὴν καὶ ὑμεῖς οἱ καθʼ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
* 5:2 ἡμᾶς RP NA28 ] ὑμᾶς WH Treg 5:2 ἡμῶν RP NA28 Treg ] ὑμῶν WH 5:3 ἀκαθαρσία πᾶσα WH Treg NA28 ] πᾶσα ἀκαθαρσία RP § 5:4 ἃ οὐκ ἀνῆκεν WH Treg NA28 ] τὰ οὐκ ἀνήκοντα RP * 5:5 ἴστε WH Treg NA28 ] ἔστε RP 5:5 ὅ WH Treg NA28 ] ὅς RP 5:9 φωτὸς WH Treg NA28 ] πνεύματος RP § 5:15 ἀκριβῶς πῶς WH NA28 ] πῶς ἀκριβῶς Treg RP * 5:17 συνίετε WH Treg NA28 ] συνιέντες RP 5:19 ἑαυτοῖς WH Treg RP ] + ἐν NA28 5:19 ψάλλοντες WH NA28 ] + ἐν Treg RP § 5:22 ἀνδράσιν WH NA28 ] + ὑποτασσέσθωσαν Treg; + ὑποτάσσεσθε RP * 5:23 αὐτὸς WH Treg NA28 ] καὶ αὐτὸς ἐστιν RP 5:24 ὡς WH Treg NA28 ] ὡσπερ RP 5:24 τοῖς WH Treg NA28 ] + ἰδίοις RP § 5:25 γυναῖκας WH Treg NA28 ] + ἑαυτῶν RP * 5:27 αὐτὸς WH Treg NA28 ] αὐτὴν RP 5:28 καὶ WH Treg NA28 ] – RP 5:29 Χριστὸς WH Treg NA28 ] κύριος RP § 5:30 αὐτοῦ WH Treg NA28 ] + ἐκ τῆς σαρκός αὐτοῦ καί ἐκ τῶν ὀστέων αὐτοῦ RP * 5:31 τὸν WH NA28 RP ] – Treg 5:31 πατέρα WH Treg NA28 ] + αὐτοῦ RP 5:31 τὴν WH NA28 RP ] – Treg § 5:31 τῇ γυναικὶ Treg ] πρὸς τὴν γυναῖκα WH NA28 RP