4
1 Πόθεν πόλεμοι καὶ ⸀πόθεν* μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; 2 ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· 3 αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. 4 ⸀μοιχαλίδες† οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς ⸀ἐὰν‡ οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. 5 ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει· Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ ⸀κατῴκισεν§ ἐν ἡμῖν; 6 μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει· Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν. 7 ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφʼ ὑμῶν· 8 ἐγγίσατε τῷ θεῷ, καὶ ⸀ἐγγιεῖ* ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. 9 ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος ⸀μετατραπήτω† καὶ ἡ χαρὰ εἰς κατήφειαν· 10 ταπεινώθητε ἐνώπιον ⸀κυρίου‡ καὶ ὑψώσει ὑμᾶς.
11 Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ ⸀ἢ§ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής. 12 εἷς ⸀ἐστιν* νομοθέτης ⸂καὶ κριτής†, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ, ⸂ὁ κρίνων‡ τὸν ⸀πλησίον§
13 Ἄγε νῦν οἱ λέγοντες· Σήμερον ⸀ἢ* αὔριον ⸀πορευσόμεθα† εἰς τήνδε τὴν πόλιν καὶ ⸀ποιήσομεν‡ ἐκεῖ ⸀ἐνιαυτὸν§ καὶ ⸀ἐμπορευσόμεθα* καὶ ⸀κερδήσομεν† 14 οἵτινες οὐκ ἐπίστασθε ⸀τὸ‡ τῆς αὔριον ⸀ποία§ ἡ ζωὴ ὑμῶν· ἀτμὶς γάρ ⸀ἐστε* ⸀ἡ† πρὸς ὀλίγον φαινομένη, ⸀ἔπειτα‡ καὶ ἀφανιζομένη· 15 ἀντὶ τοῦ λέγειν ὑμᾶς· Ἐὰν ὁ κύριος ⸀θελήσῃ§ καὶ ⸀ζήσομεν* καὶ ⸀ποιήσομεν† τοῦτο ἢ ἐκεῖνο. 16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. 17 εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.
* 4:1 πόθεν WH Treg NA28 ] – RP † 4:4 μοιχαλίδες WH Treg NA28 ] Μοιχοὶ καὶ μοιχαλίδες RP ‡ 4:4 ἐὰν WH NA28 ] ἂν Treg RP § 4:5 κατῴκισεν WH Treg NA28 ] κατῴκησεν RP * 4:8 ἐγγιεῖ Treg NA28 RP ] ἐγγίσει WH † 4:9 μετατραπήτω WH NA28 ] μεταστραφήτω Treg RP ‡ 4:10 κυρίου WH Treg NA27 ] τοῦ κυρίου NA28 RP § 4:11 ἢ WH Treg NA28 ] καὶ RP * 4:12 ἐστιν WH ] + ὁ Treg NA28 RP † 4:12 καὶ κριτής WH Treg NA28 ] – RP ‡ 4:12 ὁ κρίνων WH Treg NA28 ] ὃς κρίνεις RP § 4:12 πλησίον WH Treg NA28 ] ἕτερον RP * 4:13 ἢ WH Treg NA28 ] καὶ RP † 4:13 πορευσόμεθα WH Treg NA28 ] πορευσώμεθα RP ‡ 4:13 ποιήσομεν WH NA28 ] ποιήσωμεν Treg RP § 4:13 ἐνιαυτὸν WH Treg NA28 ] + ἕνα RP * 4:13 ἐμπορευσόμεθα WH Treg NA28 ] ἐμπορευσώμεθα RP † 4:13 κερδήσομεν WH Treg NA28 ] κερδήσωμεν RP ‡ 4:14 τὸ Treg NA28 RP ] – WH § 4:14 ποία WH NA28 ] + γὰρ Treg RP * 4:14 ἐστε WH Treg NA28 ] ἔσται RP † 4:14 ἡ Treg NA28 RP ] – WH ‡ 4:14 ἔπειτα WH Treg NA28 ] + δὲ RP § 4:15 θελήσῃ Treg NA28 RP ] θέλῃ WH * 4:15 ζήσομεν WH Treg NA28 ] ζήσωμεν RP † 4:15 ποιήσομεν WH Treg NA28 ] ποιήσωμεν RP