19
Τότε οὖν ἔλαβεν Πιλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν. καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν, καὶἤρχοντο πρὸς αὐτὸν καὶ* ἔλεγον· Χαῖρε, βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα. καὶ ἐξῆλθεν πάλιν ἔξω Πιλᾶτος καὶ λέγει αὐτοῖς· Ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτιοὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. ἐξῆλθεν οὖν Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. καὶ λέγει αὐτοῖς· ⸀Ἰδοὺ§ ἄνθρωπος. ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες· Σταύρωσονσταύρωσον* λέγει αὐτοῖς Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμεῖς νόμονἔχομεν, καὶ κατὰ τὸννόμον ὀφείλει ἀποθανεῖν, ὅτιυἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν.
Ὅτε οὖν ἤκουσεν Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ· Πόθεν εἶ σύ; δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. 10 λέγει οὖν αὐτῷ Πιλᾶτος· Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχωἀπολῦσαί σε καὶ ἐξουσίαν ἔχω σταυρῶσαί§ σε; 11 ἀπεκρίθηαὐτῷ*Ἰησοῦς· Οὐκ εἶχες ἐξουσίανκατʼ ἐμοῦ οὐδεμίαν εἰ μὴ ἦνδεδομένον σοι ἄνωθεν· διὰ τοῦτο παραδούς§μέ σοι μείζονα ἁμαρτίαν ἔχει. 12 ἐκ τούτου Πιλᾶτος ἐζήτει* ἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοιἐκραύγασανλέγοντες· Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι.
13  οὖν Πιλᾶτος ἀκούσαςτῶν λόγων τούτων ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισενἐπὶ§βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθα. 14 ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥραἦν ὡς* ἕκτη. καὶ λέγει τοῖς Ἰουδαίοις· Ἴδε βασιλεὺς ὑμῶν. 15 ἐκραύγασαν οὖν ἐκεῖνοι· Ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς Πιλᾶτος· Τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. 16 τότε οὖνπαρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.§
Παρέλαβονοὖν τὸνἸησοῦν· 17 καὶ βαστάζωναὑτῷ τὸν σταυρὸν* ἐξῆλθεν εἰςτὸνλεγόμενον Κρανίου Τόπον, ⸀λέγεται Ἑβραϊστὶ Γολγοθα, 18 ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετʼ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν. 19 ἔγραψεν δὲ καὶ τίτλον Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· Ἰησοῦς Ναζωραῖος βασιλεὺς τῶν Ἰουδαίων. 20 τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, ⸂Ῥωμαϊστί, Ἑλληνιστί⸃.§ 21 ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων· Μὴ γράφε· βασιλεὺς τῶν Ἰουδαίων, ἀλλʼ ὅτι ἐκεῖνος εἶπεν Βασιλεὺςτῶν Ἰουδαίων εἰμί*. 22 ἀπεκρίθη Πιλᾶτος· γέγραφα γέγραφα. 23 οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς διʼ ὅλου· 24 εἶπαν οὖν πρὸς ἀλλήλους· Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται· ἵνα γραφὴ πληρωθῇ λέγουσα· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.
25 Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ μήτηρ αὐτοῦ καὶ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία τοῦ Κλωπᾶ καὶ Μαρία Μαγδαληνή. 26 Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα λέγει τῇμητρί Γύναι, ⸀ἴδε§ υἱός σου· 27 εἶτα λέγει τῷ μαθητῇ· ⸀Ἴδε* μήτηρ σου. καὶ ἀπʼ ἐκείνης τῆς ὥρας ἔλαβεν μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.
28 Μετὰ τοῦτοεἰδὼς Ἰησοῦς ὅτιἤδη πάντα τετέλεσται ἵνα τελειωθῇ γραφὴ λέγει· Διψῶ. 29 σκεῦος§ἔκειτο ὄξους μεστόν· ⸂σπόγγον οὖν μεστὸν τοῦ* ὄξουςὑσσώπῳπεριθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι. 30 ὅτε οὖν ἔλαβεν τὸ ὄξος Ἰησοῦς εἶπεν· Τετέλεσται, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα.
31 Οἱ οὖν Ἰουδαῖοι, ⸂ἐπεὶ παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ⸃, ἦν γὰρ μεγάλη ἡμέρα ἐκείνου τοῦ σαββάτου, ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν. 32 ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ· 33 ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδονἤδη αὐτὸν§ τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, 34 ἀλλʼ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶἐξῆλθεν εὐθὺς* αἷμα καὶ ὕδωρ. 35 καὶ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινὴαὐτοῦ ἐστιν μαρτυρία, καὶἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνακαὶ ὑμεῖςπιστεύητε§ 36 ἐγένετο γὰρ ταῦτα ἵνα γραφὴ πληρωθῇ· Ὀστοῦν οὐ συντριβήσεταιαὐτοῦ* 37 καὶ πάλιν ἑτέρα γραφὴ λέγει· Ὄψονται εἰς ὃν ἐξεκέντησαν.
38 Μετὰδὲταῦτα ἠρώτησεν τὸν Πιλᾶτον ἸωσὴφἀπὸἉριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν Πιλᾶτος. ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμααὐτοῦ§ 39 ἦλθεν δὲ καὶ Νικόδημος, ἐλθὼν πρὸςαὐτὸν*νυκτὸς τὸ πρῶτον, φέρωνμίγμασμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν. 40 ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαναὐτὸὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν. 41 ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν οὐδέπω οὐδεὶςἦν τεθειμένος§· 42 ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.
* 19:3 ἤρχοντο πρὸς αὐτὸν καὶ WH Treg NA28 ] – RP 19:4 καὶ ἐξῆλθεν WH Treg NA28 ] Ἐξῆλθεν οὖν RP 19:4 οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ WH Treg NA28 ] ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω RP § 19:5 Ἰδοὺ WH Treg NA28 ] Ἴδε RP * 19:6 σταύρωσον WH Treg NA28 ] + αὐτὸν RP 19:7 νόμον WH Treg NA28 ] + ἡμῶν RP 19:7 υἱὸν θεοῦ ἑαυτὸν WH Treg NA28 ] ἑαυτὸν υἱὸν θεοῦ RP § 19:10 ἀπολῦσαί σε … ἔχω σταυρῶσαί WH Treg NA28 ] σταυρῶσαί σε … ἔχω ἀπολῦσαί RP * 19:11 αὐτῷ WH Treg NA28 ] – RP 19:11 κατʼ ἐμοῦ οὐδεμίαν WH Treg NA28 ] οὐδεμίαν κατʼ ἐμοῦ RP 19:11 δεδομένον σοι WH Treg NA28 ] σοι δεδομένον RP § 19:11 παραδούς WH NA28 ] παραδιδούς Treg RP * 19:12 ὁ Πιλᾶτος ἐζήτει WH Treg NA28 ] ἐζήτει ὁ Πιλᾶτος RP 19:12 ἐκραύγασαν WH Treg NA28 ] ἔκραζον RP 19:13 τῶν λόγων τούτων WH Treg NA28 ] τοῦτον τὸν λόγον RP § 19:13 ἐπὶ WH Treg NA28 ] + τοῦ RP * 19:14 ἦν ὡς WH Treg NA28 ] δὲ ὡσεὶ RP 19:15 ἐκραύγασαν οὖν ἐκεῖνοι WH Treg NA28 ] Οἱ δὲ ἐκραύγασαν RP 19:16 οὖν WH Treg NA28 ] δὲ RP § 19:16 Ἰησοῦν WH Treg NA28 ] + καὶ ἤγαγον RP * 19:17 αὑτῷ τὸν σταυρὸν WH Treg ] ἑαυτῷ τὸν σταυρὸν NA28; τὸν σταυρὸν αὐτοῦ RP 19:17 τὸν WH Treg NA28 ] τόπον RP 19:17 ὃ WH Treg NA28 ] ὅς RP § 19:20 Ῥωμαϊστί Ἑλληνιστί WH Treg NA28 ] Ἑλληνιστί Ῥωμαϊστί RP * 19:21 τῶν Ἰουδαίων εἰμί WH Treg ] εἰμι τῶν Ἰουδαίων NA28 RP 19:24 ἡ λέγουσα Treg NA28 RP ] – WH 19:26 μητρί WH Treg NA28 ] + αὐτοῦ RP § 19:26 ἴδε WH Treg NA28 ] ἰδοὺ RP * 19:27 Ἴδε WH Treg NA28 ] Ἰδοὺ RP 19:28 εἰδὼς WH Treg NA28 ] ἰδὼν RP 19:28 ἤδη πάντα WH Treg NA28 ] πάντα ἤδη RP § 19:29 σκεῦος WH Treg NA28 ] + οὖν RP * 19:29 σπόγγον οὖν μεστὸν τοῦ WH Treg NA28 ] οἱ δέ πλήσαντες σπόγγον RP 19:29 ὑσσώπῳ WH Treg NA28 ] καὶ ὑσσώπῳ RP 19:31 ἐπεὶ παρασκευὴ ἦν ἵνα … σαββάτῳ WH Treg NA28 ] ἵνα … σαββάτῳ ἐπεὶ παρασκευὴ ἦν RP § 19:33 ἤδη αὐτὸν WH Treg NA28 ] αὐτὸν ἤδη RP * 19:34 ἐξῆλθεν εὐθὺς WH Treg NA28 ] εὐθέως ἐξῆλθεν RP 19:35 αὐτοῦ ἐστιν WH Treg NA28 ] ἐστιν αὐτοῦ RP 19:35 καὶ WH Treg NA28 ] – RP § 19:35 πιστεύητε WH Treg ] πιστεύσητε NA28 RP * 19:36 αὐτοῦ WH Treg NA28 ] ἀπʼ αὐτοῦ RP 19:38 δὲ WH Treg NA28 ] – RP 19:38 ἀπὸ WH Treg ] ὁ ἀπὸ NA28 RP § 19:38 αὐτοῦ WH Treg NA28 ] τοῦ Ἰησοῦ RP * 19:39 αὐτὸν WH Treg NA28 ] τὸν Ἰησοῦν RP 19:39 μίγμα Treg NA28 RP ] ἕλιγμα WH 19:40 αὐτὸ WH Treg NA28 ] + ἐν RP § 19:41 ἦν τεθειμένος WH NA28 ] ἐτέθη Treg RP