12
Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης, ⸂ἥτις ἐστὶν ὑπόκρισις, τῶν Φαρισαίων⸃.* οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν οὐ γνωσθήσεται. ἀνθʼ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.
Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναιἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. οὐχὶ πέντε στρουθία ⸀πωλοῦνταιἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ. ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται· ⸀μὴ§φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε.
Λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂνὁμολογήσῃ*ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ· δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ. 10 καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. 11 ὅταν δὲ ⸀εἰσφέρωσινὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴμεριμνήσητεπῶς τί§ ἀπολογήσησθε τί εἴπητε· 12 τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ δεῖ εἰπεῖν.
13 Εἶπεν δέ τιςἐκ τοῦ ὄχλου αὐτῷ*· Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετʼ ἐμοῦ τὴν κληρονομίαν. 14  δὲ εἶπεν αὐτῷ· Ἄνθρωπε, τίς με κατέστησενκριτὴν μεριστὴν ἐφʼ ὑμᾶς; 15 εἶπεν δὲ πρὸς αὐτούς· Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸπάσηςπλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ζωὴαὐτοῦ§ἐστιν ἐκ τῶν ὑπαρχόντωναὐτῷ* 16 εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν χώρα. 17 καὶ διελογίζετο ἐνἑαυτῷλέγων· Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; 18 καὶ εἶπεν· Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντατὸν σῖτον καὶ τὰ ἀγαθά μου, 19 καὶ ἐρῶ τῇ ψυχῇ μου· Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. 20 εἶπεν δὲ αὐτῷ θεός· ⸀Ἄφρων§ ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σουἀπαιτοῦσιν*ἀπὸ σοῦ· δὲ ἡτοίμασας, τίνι ἔσται; 21 οὕτως θησαυρίζωνἑαυτῷκαὶ μὴ εἰς θεὸν πλουτῶν.
22 Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Διὰ τοῦτολέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇψυχῇ§τί φάγητε, μηδὲ τῷσώματι*τί ἐνδύσησθε. 23 γὰρψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος. 24 κατανοήσατε τοὺς κόρακας ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν. 25 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναταιἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναιπῆχυν§ 26 εἰ οὖνοὐδὲ*ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε; 27 κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 28 εἰ δὲἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον καὶ αὔριον εἰς κλίβανον βαλλόμενον θεὸς οὕτως ⸀ἀμφιέζει πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι. 29 καὶ§ὑμεῖς μὴ ζητεῖτε τί φάγητεκαὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε, 30 ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμουἐπιζητοῦσιν* ὑμῶν δὲ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων. 31 πλὴν ζητεῖτε τὴν βασιλείαναὐτοῦ καὶταῦταπροστεθήσεται ὑμῖν.
32 Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. 33 πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει· 34 ὅπου γάρ ἐστιν θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ καρδία ὑμῶν ἔσται.
35 Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι, 36 καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ. 37 μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς. 38 κἂν ἐν τῇ δευτέρᾳ κἂν§ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτως, μακάριοίεἰσιν*ἐκεῖνοι.
39 Τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει οἰκοδεσπότης ποίᾳ ὥρᾳ κλέπτης ἔρχεται, ⸂οὐκ ἂν ἀφῆκεν ⸀διορυχθῆναιτὸν οἶκον αὐτοῦ. 40 καὶὑμεῖς§γίνεσθε ἕτοιμοι, ὅτι ὥρᾳ οὐ δοκεῖτε υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
41 Εἶπενδὲ* Πέτρος· Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις καὶ πρὸς πάντας; 42 καὶ εἶπεν κύριος· Τίς ἄρα ἐστὶν πιστὸ§ οἰκονόμος, ⸀ φρόνιμος, ὃν καταστήσει κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷτὸ σιτομέτριον; 43 μακάριος δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως· 44 ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 45 ἐὰν δὲ εἴπῃ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι, 46 ἥξει κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. 47 ἐκεῖνος δὲ δοῦλος γνοὺς τὸ θέλημα τοῦ κυρίουαὐτοῦ*καὶ μὴ ἑτοιμάσαςποιήσας πρὸς τὸ θέλημα αὐτοῦ δαρήσεται πολλάς· 48  δὲ μὴ γνοὺς ποιήσας δὲ ἄξια πληγῶν δαρήσεται ὀλίγας. παντὶ δὲ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρʼ αὐτοῦ, καὶ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.
49 Πῦρ ἦλθον βαλεῖνἐπὶτὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; 50 βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕωςὅτου§τελεσθῇ. 51 δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλʼ διαμερισμόν. 52 ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐνἑνὶ οἴκῳ* διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν, 53 ⸀διαμερισθήσονταιπατὴρ ἐπὶυἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρἐπὶθυγατέρα§καὶ θυγάτηρ ἐπὶτὴν μητέρα*, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴνπενθεράν
54 Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις· Ὅτανἴδητενεφέλην ἀνατέλλουσανἐπὶ§δυσμῶν, εὐθέως λέγετεὅτι*Ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτως· 55 καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται, καὶ γίνεται. 56 ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸνδὲ καιρὸν τοῦτον πῶςοὐκ οἴδατε δοκιμάζειν;
57 Τί δὲ καὶ ἀφʼ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον; 58 ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπʼ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπʼ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ κριτής σεπαραδώσει§τῷ πράκτορι, καὶ πράκτωρ σε ⸀βαλεῖ*εἰς φυλακήν. 59 λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕωςκαὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς.
* 12:1 ἥτις ἐστὶν ὑπόκρισις τῶν Φαρισαίων WH NA28 ] τῶν Φαρισαίων ἥτις ἐστὶν ὑπόκρισις Treg RP 12:5 ἔχοντα ἐξουσίαν WH Treg NA28 ] ἐξουσίαν ἔχοντα RP 12:6 πωλοῦνται WH Treg NA28 ] πωλεῖται RP § 12:7 μὴ WH Treg NA28 ] + οὖν RP * 12:8 ὁμολογήσῃ Treg NA28 RP ] ὁμολογήσει WH 12:11 εἰσφέρωσιν WH Treg NA28 ] προσφέρωσιν RP 12:11 μεριμνήσητε WH Treg NA28 ] μεριμνᾶτε RP § 12:11 ἢ τί WH Treg RP NA28 ] – NIV * 12:13 ἐκ τοῦ ὄχλου αὐτῷ WH NA28 ] αὐτῷ ἐκ τοῦ ὄχλου Treg RP 12:14 κριτὴν WH Treg NA28 ] δικαστὴν RP 12:15 πάσης WH Treg NA28 ] τῆς RP § 12:15 αὐτοῦ WH Treg NA28 ] αὐτῷ RP * 12:15 αὐτῷ WH Treg NA28 ] αὐτοῦ RP 12:17 ἑαυτῷ Treg NA28 RP ] αὑτῷ WH 12:18 τὸν σῖτον WH Treg NA28 ] τὰ γενήματά μου RP § 12:20 Ἄφρων WH Treg NA28 ] Ἄφρον RP * 12:20 ἀπαιτοῦσιν NA28 RP ] αἰτοῦσιν WH Treg 12:21 ἑαυτῷ Treg NA28 RP ] αὑτῷ WH 12:22 λέγω ὑμῖν WH Treg NA28 ] ὑμῖν λέγω RP § 12:22 ψυχῇ WH Treg NA28 ] + ὑμῶν RP * 12:22 σώματι Treg NA28 RP ] + ὑμῶν WH 12:23 γὰρ WH Treg NA28 ] – RP 12:25 ἐπὶ … αὐτοῦ προσθεῖναι WH NA28 ] προσθεῖναι ἐπὶ … αὐτοῦ Treg RP § 12:25 πῆχυν WH NA28 ] + ἕνα Treg NIV RP * 12:26 οὐδὲ WH Treg NA28 ] οὐτὲ RP 12:28 ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον WH NA28 ] τὸν χόρτον σήμερον ἐν τῷ ἀγρῷ ὄντα Treg; τὸν χόρτον ἐν τῷ ἀγρῷ σήμερον ὄντα RP 12:28 ἀμφιέζει WH Treg NA28 ] ἀμφιέννυσιν RP § 12:29 καὶ WH Treg NA28 ] ἢ RP * 12:30 ἐπιζητοῦσιν WH Treg NA28 ] ἐπιζητεῖ RP 12:31 αὐτοῦ WH Treg NA28 ] τοῦ θεοῦ RP 12:31 ταῦτα WH Treg NA28 ] + πάντα RP § 12:38 κἂν ἐν τῇ δευτέρᾳ κἂν WH Treg NA28 ] Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ καὶ RP * 12:38 εἰσιν WH NA28 ] + οἱ δοῦλοι Treg RP 12:39 οὐκ ἂν NA28 ] ἐγρηγόρησεν ἂν καὶ οὐκ WH Treg; ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν RP 12:39 διορυχθῆναι WH NA28 ] διορυγῆναι Treg RP § 12:40 ὑμεῖς WH Treg NA28 ] + οὖν RP * 12:41 δὲ WH Treg NA28 ] + αὐτῷ RP 12:42 καὶ εἶπεν WH Treg NA28 ] Εἶπεν δὲ RP 12:42 ὁ WH Treg NA28 ] καὶ RP § 12:42 τὸ WH NA28 RP ] – Treg * 12:47 αὐτοῦ WH Treg NA28 ] ἑαυτοῦ RP 12:47 ἢ WH NA28 ] μηδὲ Treg RP 12:49 ἐπὶ WH Treg NA28 ] εἰς RP § 12:50 ὅτου WH Treg NA28 ] οὗ RP * 12:52 ἑνὶ οἴκῳ WH Treg NA28 ] οἴκῳ ἑνὶ RP 12:53 διαμερισθήσονται WH Treg NA28 ] Διαμερισθήσεται RP 12:53 ἐπὶ WH Treg RP ] + τὴν NA28 § 12:53 θυγατέρα WH Treg NA28 ] θυγατρί RP * 12:53 τὴν μητέρα WH Treg NA28 ] μητρί RP 12:53 πενθεράν WH Treg NA28 ] + αὐτῆς RP 12:54 ἴδητε WH Treg ] + τὴν NA28 RP § 12:54 ἐπὶ WH NA28 ] ἀπὸ Treg RP * 12:54 ὅτι WH Treg NA28 ] – RP 12:56 δὲ καιρὸν Treg RP ] καιρὸν δὲ WH NA28 12:56 οὐκ οἴδατε δοκιμάζειν WH Treg NA28 ] οὐ δοκιμάζετε RP § 12:58 παραδώσει WH Treg NA28 ] παραδῷ RP * 12:58 βαλεῖ WH Treg NA28 ] βάλῃ RP 12:59 καὶ τὸ WH Treg NA28 ] οὗ καὶ τὸν RP