24
τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέωςἐπὶ τὸ μνῆμα ἦλθον* φέρουσαι ἡτοίμασανἀρώματα εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸσῶμα§ καὶ ἐγένετο ἐν τῷ ⸀ἀπορεῖσθαι*αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐνἐσθῆτι ἀστραπτούσῃ. ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶντὰ πρόσωπα εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἀλλὰ ἠγέρθη.⸃ μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ,§ λέγωντὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ* παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς. 10 ἦσαν δὲ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς· ⸀ἔλεγονπρὸς τοὺς ἀποστόλους ταῦτα. 11 καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματαταῦτα§ καὶ ἠπίστουν αὐταῖς. 12  δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψας βλέπει τὰὀθόνια μόνα· καὶ ἀπῆλθεν πρὸςαὑτὸν θαυμάζων τὸ γεγονός*
13 Καὶ ἰδοὺ δύο ἐξ αὐτῶνἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι§ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἰερουσαλήμ, ὄνομα Ἐμμαοῦς, 14 καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. 15 καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶαὐτὸς*Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς, 16 οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. 17 εἶπεν δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες; καὶ ⸀ἐστάθησανσκυθρωποί. 18 ἀποκριθεὶς δὲεἷς ὀνόματι Κλεοπᾶς εἶπεν πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; 19 καὶ εἶπεν αὐτοῖς· Ποῖα; οἱ δὲ εἶπαν αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦΝαζαρηνοῦ§ ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ, 20 ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. 21 ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γεκαὶ*σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέρανἄγειἀφʼ οὗ ταῦτα ἐγένετο. 22 ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ⸀ὀρθριναὶἐπὶ τὸ μνημεῖον 23 καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. 24 καὶ§ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως καθὼςκαὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον. 25 καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς· ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· 26 οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; 27 καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν ⸀διερμήνευσεν*αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶἑαυτοῦ
28 Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς ⸀προσεποιήσατο⸀πορρώτερον§πορεύεσθαι. 29 καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· Μεῖνον μεθʼ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικενἤδη* ἡμέρα. καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς. 30 καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετʼ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς· 31 αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπʼ αὐτῶν. 32 καὶ εἶπαν πρὸς ἀλλήλους· Οὐχὶ καρδία ἡμῶν καιομένη ἦνἐν ἡμῖν ὡςἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, ⸀ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; 33 καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἰερουσαλήμ, καὶ εὗρον ⸀ἠθροισμένους§τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, 34 λέγοντας ὅτιὄντως ἠγέρθη κύριος* καὶ ὤφθη Σίμωνι. 35 καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
36 Ταῦτα δὲ αὐτῶν λαλούντωναὐτὸςἔστη ἐν μέσῳαὐτῶν 37 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. 38 καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐντῇ καρδίᾳ§ ὑμῶν; 39 ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτιἐγώ εἰμι αὐτός*· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. 40 ⸂[καὶ τοῦτο εἰπὼνἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.]⸃ 41 ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; 42 οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦμέρος§ 43 καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.
44 Εἶπεν δὲπρὸς αὐτούς*· Οὗτοι οἱ λόγοιμουοὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέωςκαὶπροφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. 45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, 46 καὶ εἶπεν αὐτοῖς ὅτι οὕτωςγέγραπται§παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47 καὶ*κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιανκαὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη— ⸀ἀρξάμενοιἀπὸ Ἰερουσαλήμ· 48 ὑμεῖςἐστεμάρτυρες τούτων. 49 καὶ ἰδοὺ ἐγὼ ⸀ἐξαποστέλλω§τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφʼ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇπόλει*ἕως οὗ ἐνδύσησθεἐξ ὕψους δύναμιν.
50 Ἐξήγαγεν δὲ αὐτοὺςἕωςπρὸς§Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. 51 καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπʼ αὐτῶν ⸂[καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν*⸃. 52 καὶ αὐτοὶ ⸂[προσκυνήσαντες αὐτὸνὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, 53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷεὐλογοῦντεςτὸνθεόν§ ‘p /’ ‘/book’
* 24:1 ἐπὶ τὸ μνῆμα ἦλθον WH NA28 ] ἦλθον ἐπὶ τὸ μνῆμα Treg RP 24:1 ἀρώματα WH Treg NA28 ] + καί τινες σὺν αὐταῖς RP 24:3 εἰσελθοῦσαι δὲ WH Treg NA28 ] Καὶ εἰσελθοῦσαι RP § 24:3 σῶμα WH ] + τοῦ κυρίου Ἰησοῦ Treg NA28 RP * 24:4 ἀπορεῖσθαι WH Treg NA28 ] διαπορεῖσθαι RP 24:4 ἐσθῆτι ἀστραπτούσῃ WH Treg NA28 ] ἐσθήσεσιν ἀστραπτούσαις RP 24:5 τὰ πρόσωπα WH Treg NA28 ] τὸ πρόσωπον RP § 24:6 οὐκ ἔστιν ὧδε ἀλλὰ ἠγέρθη Treg NA28 RP ] ⟦WH⟧ * 24:7 τὸν … ἀνθρώπου ὅτι δεῖ WH Treg NA28 ] ὅτι δεῖ τὸν … ἀνθρώπου RP 24:10 ἡ WH Treg NA28 ] –RP 24:10 ἔλεγον WH Treg NA28 ] αἳ ἔλεγον RP § 24:11 ταῦτα WH Treg NA28 ] αὐτῶν RP * 24:12 Ὁ δὲ … τὸ γεγονός Treg NA28 RP ] ⟦WH⟧ 24:12 ὀθόνια ⟦WH⟧ Treg NA28 ] + κείμενα RP 24:12 αὑτὸν ⟦WH⟧ ] αὐτὸν Treg; ἑαυτὸν NA28 RP § 24:13 ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι WH NA28 ] ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ Treg RP * 24:15 αὐτὸς WH Treg NA28 ] + ὁ RP 24:17 ἐστάθησαν WH Treg NA28 ] ἐστε RP 24:18 εἷς ὀνόματι WH Treg NA28 ] εἷς ἐξ αὐτῶν ὀνόματι NIV; ὁ εἷς ᾧ ὄνομα RP § 24:19 Ναζαρηνοῦ WH Treg NA28 ] Ναζωραίου RP * 24:21 καὶ WH Treg NA28 ] – RP 24:21 ἄγει WH NA28 ] + σήμερον Treg RP 24:22 ὀρθριναὶ WH Treg NA28 ] ὄρθριαι RP § 24:24 καὶ NA28 RP ] – WH Treg * 24:27 διερμήνευσεν WH Treg NA28 ] διηρμήνευεν RP 24:27 ἑαυτοῦ WH NA28 RP ] αὐτοῦ Treg 24:28 προσεποιήσατο WH Treg NA28 ] προσεποιεῖτο RP § 24:28 πορρώτερον WH Treg NA28 ] πορρωτέρω RP * 24:29 ἤδη WH Treg NA28 ] – RP 24:32 ἐν ἡμῖν Treg NA28 RP ] – WH 24:32 ὡς WH Treg NA28 ] καὶ ὡς RP § 24:33 ἠθροισμένους WH Treg NA28 ] συνηθροισμένους RP * 24:34 ὄντως ἠγέρθη ὁ κύριος WH Treg NA28 ] Ἠγέρθη ὁ κύριος ὄντως RP 24:36 αὐτὸς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP 24:36 αὐτῶν WH ] + καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν Treg NA28 RP § 24:38 τῇ καρδίᾳ WH Treg NA28 ] ταῖς καρδίαις RP * 24:39 ἐγώ εἰμι αὐτός WH Treg NA28 ] αὐτὸς ἐγώ εἰμι RP 24:40 καὶ τοῦτο … τοὺς πόδας Treg NA28 RP ] ⟦WH⟧ 24:40 ἔδειξεν ⟦WH⟧ Treg NA28 ] ἐπέδειξεν RP § 24:42 μέρος WH NA28 ] + καὶ ἀπὸ μελισσίου κηρίου Treg RP * 24:44 πρὸς αὐτούς WH Treg NA28 ] αὐτοῖς RP 24:44 μου WH Treg NA28 ] – RP 24:44 καὶ RP ] + τοῖς WH Treg NA28 § 24:46 γέγραπται WH Treg NA28 ] + καὶ οὕτως ἔδει RP * 24:47 καὶ Treg NIV RP ] εἰς WH NA28 24:47 ἀρξάμενοι WH Treg NA28 ] ἀρξάμενον RP 24:48 ἐστε Treg ] – WH NA28; δέ ἐστε RP § 24:49 ἐξαποστέλλω WH Treg ] ἀποστέλλω NA28 RP * 24:49 πόλει WH Treg NA28 ] + Ἱερουσαλήμ RP 24:49 ἐξ ὕψους δύναμιν WH Treg NA28 ] δύναμιν ἐξ ὕψους RP 24:50 ἕως WH Treg NIV ] ἔξω ἕως RP NA28 § 24:50 πρὸς WH Treg NA28 ] εἰς RP * 24:51 καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν Treg NA28 RP ] ⟦WH⟧ 24:52 προσκυνήσαντες αὐτὸν Treg NA28 RP ] ⟦WH⟧ 24:53 εὐλογοῦντες WH NA28 ] αἰνοῦντες καὶ εὐλογοῦντες Treg RP § 24:53 θεόν WH Treg NA28 ] + Ἀμήν RP