10
Καὶ εἶδονἄλλον*ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἶρις ἐπὶτὴν κεφαλὴν αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός, καὶ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ ⸀βιβλαρίδιονἠνεῳγμένον. καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς, καὶ ἔκραξεν φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται. καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς. καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, ἤμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· Σφράγισον ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ μὴ αὐτὰ γράψῃς. καὶ ἄγγελος, ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς, ἦρεν τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανόν, καὶὤμοσεν§τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκέτι ἔσται· ἀλλʼ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ θεοῦ, ὡς εὐηγγέλισεν τοὺςἑαυτοῦ δούλους* τοὺς προφήτας.
Καὶ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλινλαλοῦσανμετʼ ἐμοῦ καὶλέγουσαν Ὕπαγε λάβε τὸβιβλίον§τὸ ἠνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς. καὶ ⸀ἀπῆλθα*πρὸς τὸν ἄγγελον λέγων αὐτῷ δοῦναί μοι τὸ ⸀βιβλαρίδιον καὶ λέγει μοι· Λάβε καὶ κατάφαγε αὐτό, καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλʼ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι. 10 καὶ ἔλαβον τὸ ⸀βιβλαρίδιονἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη κοιλία μου.
11 Καὶ λέγουσίν μοι· Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖςκαὶ§ἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν πολλοῖς.
* 10:1 ἄλλον WH Treg NA28 ] – RP 10:1 τὴν κεφαλὴν WH Treg ] τῆς κεφαλῆς NA28 RP 10:2 βιβλαρίδιον WH Treg NA28 ] βιβλίον RP § 10:6 ὤμοσεν RP ] + ἐν WH Treg NA28 * 10:7 ἑαυτοῦ δούλους WH Treg NA28 ] δούλους αὐτοῦ RP 10:8 λαλοῦσαν WH Treg NA28 ] λαλοῦσα RP 10:8 λέγουσαν WH Treg NA28 ] λέγουσα RP § 10:8 βιβλίον WH Treg NA28 ] βιβλιδάριον RP * 10:9 ἀπῆλθα WH NA28 ] ἀπῆλθον Treg RP 10:9 βιβλαρίδιον WH Treg NA28 ] βιβλιδάριον RP 10:10 βιβλαρίδιον WH Treg NA28 ] βιβλίον RP § 10:11 καὶ WH Treg NA28 ] + ἐπὶ RP