5
Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶὄπισθεν* κατεσφραγισμένον σφραγῖσιν ἑπτά. καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· Τίςἄξιοςἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; καὶ οὐδεὶς ἐδύνατο ἐν τῷοὐρανῷοὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ§ ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. καὶἐγὼ*ἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό· καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· Μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν λέων ἐκ τῆς φυλῆς Ἰούδα, ῥίζα Δαυίδ, ⸀ἀνοῖξαιτὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίονἑστηκὸςὡς ἐσφαγμένον, ⸀ἔχων§κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, ⸀οἵ*εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ, ⸀ἀπεσταλμένοιεἰς πᾶσαν τὴν γῆν. καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιναἱπροσευχαὶ τῶν ἁγίων· καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες· Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷθεῷ§ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους, 10 καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶνβασιλείαν*καὶ ἱερεῖς, καὶ ⸀βασιλεύουσινἐπὶ τῆς γῆς.
11 Καὶ εἶδον, καὶἤκουσαφωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων, 12 λέγοντες φωνῇ μεγάλῃ· Ἄξιόν ἐστιν τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμινκαὶ§πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν. 13 καὶ πᾶν κτίσμα ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆςθαλάσσης* καὶ τὰ ἐν αὐτοῖςπάντα ἤκουσα λέγοντας· Τῷ καθημένῳ ἐπὶτῷ θρόνῳ καὶ τῷ ἀρνίῳ εὐλογία καὶ τιμὴ καὶ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶναἰώνων§ 14 καὶ τὰ τέσσαρα ζῷαἔλεγον* Ἀμήν. καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν.
* 5:1 ὄπισθεν WH Treg NA28 ] ἔξωθεν RP 5:2 ἄξιος WH Treg NA28 ] + ἐστιν RP 5:3 οὐρανῷ WH Treg NA28 ] + ἄνω RP § 5:3 οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ WH Treg NA28 ] οὔτε ἐπὶ τῆς γῆς οὔτε RP * 5:4 ἐγὼ WH Treg RP ] – NA28 5:5 ἀνοῖξαι WH Treg NA28 ] ὁ ἀνοίγων RP 5:6 ἑστηκὸς WH NA28 RP ] ἑστηκὼς Treg § 5:6 ἔχων WH Treg NA28 ] ἔχον RP * 5:6 οἵ WH Treg NA28 ] ἃ RP 5:6 ἀπεσταλμένοι WH Treg NA28 ] ἀποστελλόμενα RP 5:8 αἱ WH Treg NA28 ] – RP § 5:9 θεῷ WH NA28 ] + ἡμᾶς Treg RP * 5:10 βασιλείαν WH Treg NA28 ] βασιλεῖς RP 5:10 βασιλεύουσιν WH Treg ] βασιλεύσουσιν NA28 RP 5:11 ἤκουσα WH Treg NA28 ] + ὡς RP § 5:12 καὶ WH Treg NA28 ] + τὸν RP * 5:13 θαλάσσης Treg NA28 ] +ἐστίν WH RP 5:13 πάντα WH Treg NA28 ] πάντας RP 5:13 τῷ θρόνῳ NA28 ] τοῦ θρόνου WH Treg RP § 5:13 αἰώνων WH Treg NA28 ] + Ἀμήν RP * 5:14 ἔλεγον WH Treg NA28 ] λέγοντα τὸ RP